Vita Constantini: Eusebius

Λόγος α´

Κεφάλαια τοῦ πρώτου λόγου
Προοίμιον περὶ τῆς Κωνσταντίνου τελευτῆς.

Περὶ υἱῶν αὐτοῦ βασιλευσάντων.

Ἔτι προοίμιον.

Περὶ θεοῦ τιμῶντος εὐσεβεῖς βασιλεῖς καὶ ἀπολλύντος τυράννους.

Ὅτι ὁ θεὸς Κωνσταντῖνον ἐτίμησεν.

Ὅτι ἐβασίλευσε μὲν εὐσεβῶς ὑπὲρ τὰ τριάκοντα ἔτη μοναρχήσας, ἔζησε δὲ ὑπὲρ τὰ ἑξήκοντα.

Ὅτι θεοῦ μὲν δοῦλος ἦν ἐθνῶν δὲ νικητής.

Πρὸς Κῦρον τὸν Περσῶν βασιλέα καὶ Ἀλέξανδρον τὸν Μακεδόνων σύγκρισις.

Ὅτι τῆς οἰκουμένης πάσης σχεδὸν ἐκράτησεν.

Ὅτι υἱὸς βασιλέως εὐσεβὴς καὶ υἱοῖς βασιλεῦσι κατέλιπε τὴν ἀρχήν.

Περὶ τοῦ καὶ ἀναγκαίαν εἶναι καὶ ψυχωφελῆ τὴν ἱστορίαν ταύτην.

Ὅτι μόνας τὰς Κωνσταντίνου νῦν ἱστόρησε θεοφιλεῖς πράξεις.

Ὅτι ὡς Μωϋσῆς ἐν οἴκοις τυράννων ἀνετράφη Κωνσταντῖνος.

Περὶ Κωνσταντίου τοῦ πατρὸς αὐτοῦ μὴ ἀνασχομένου τῶν περὶ Διοκλητιανὸν καὶ Μαξιμιανὸν καὶ Μαξέντιον διῶξαι τοὺς Χριστιανούς.

Ὅπως Κωνστάντιος ὁ πατὴρ ὀνειδισθεὶς πενίαν ὑπὸ Διοκλητιανοῦ καὶ τοὺς θησαυροὺς πλήσας ἀπέδωκε πάλιν τοῖς προσενέγκασι τὰ χρήματα.

Περὶ τοῦ ὑπὸ τῶν ἄλλων διωγμοῦ.

Ὅπως Κωνστάντιος ὁ πατὴρ εἰδωλολατρείαν σχηματισάμενος τοὺς μὲν θύειν θελήσαντας ἐξέβαλε, τοὺς δὲ ὁμολογῆσαι προθεμένους εἶχεν ἐν τῷ παλατίῳ.

Τοῦ αὐτοῦ περὶ τῆς φιλοχρίστου προαιρέσεως.

Ὅτι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ἀποδυσαμένων πρῶτος ἦν λοιπὸν αὔγουστος ὁ Κωνστάντιος, ἐν εὐτεκνίᾳ κομῶν.

Περὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου νεανίου ἅμα Διοκλητιανῷ τὸ πρὶν εἰς Παλαιστίνην παραγενομένου.

Κωνσταντίνου πρὸς τὸν πατέρα διὰ τὰς ἐπιβουλὰς Διοκλητιανοῦ ἀναχώρησις.

Τελευτὴ Κωνσταντίου τὸν υἱὸν Κωνσταντῖνον Βασιλέα καταλιπόντος.

Ὅπως Κωνσταντίου προκομισθέντος τὰ στρατεύματα Κωνσταντῖνον αὔγουστον ἀνηγόρευσεν.

Καταστροφὴ τῶν τυράννων δι’ ὑπομνήσεως ὀλίγης.

Ὅτι βουλήσει θεοῦ Κωνσταντῖνος ἔσχε τὸ βασιλεύειν.

Κωνσταντίνου κατὰ βαρβάρων καὶ Βρεττανῶν νῖκαι.

Ὅπως Ῥώμην ἐλευθερῶσαι Μαξεντίου προέθετο.

Ὅτι τὰς εἰδωλολατρησάντων καταστροφὰς ἐνθυμηθεὶς μᾶλλον τὸν χριστιανισμὸν ἐξελέξατο.

Ὅπως εὐξαμένῳ τὴν ὀπτασίαν ὁ θεὸς παρέσχε, σταυρὸν ἐκ φωτὸς ἐν οὐρανῷ μεσημβρίᾳ καὶ γραφὴν τούτῳ νικᾶν παραινοῦσαν.

Ὅπως ὁ Χριστὸς τοῦ θεοῦ καθ’ ὕπνους αὐτῷ φανεὶς ὁμοιοτρόπῳ τοῦ σταυροῦ σημείῳ κεχρῆσθαι κατὰ τοὺς πολέμους προσέταξεν.

Κατασκευὴ τοῦ αὐτοῦ σταυρικοῦ σημείου.

Ἔκφρασις σταυροειδοῦς σημείου, ὅπερ νῦν οἱ Ῥωμαῖοι λάβαρον καλοῦσιν.

Ὅπως κατηχηθεὶς Κωνσταντῖνος τὰς θείας γραφὰς ἀνεγίνωσκεν.

Περὶ τῶν Μαξεντίου μοιχειῶν τῶν ἐν Ῥώμῃ.

Ὅπως ἡ τοῦ ἐπάρχου διὰ σωφροσύνην ἑαυτὴν ἀνεῖλεν.

Ἀναίρεσις δήμου Ῥωμαίων ὑπὸ Μαξεντίου.

Μαγεῖαι Μαξεντίου καὶ ἔνδεια τροφῶν ἐν Ῥώμῃ.

Ἧττα ἐν Ἰταλίᾳ Μαξεντίου στρατευμάτων.

Μαξεντίου θάνατος ἐν γεφύρᾳ ποταμοῦ Τιβέριδος.

Εἴσοδος ἐν Ῥώμῃ Κωνσταντίνου.

Περὶ ἀνδριάντος αὐτοῦ σταυρὸν κατέχοντος καὶ τῆς ἐπιγραφῆς.

Εὐφροσύναι κατὰ τὰς ἐπαρχίας καὶ δωρεαὶ Κωνσταντίνου.

Ἐπισκόπων τιμαὶ καὶ ἐκκλησιῶν οἰκοδομαί.

Περὶ τῶν εἰς τοὺς πένητας καὶ δεομένους εὐεργεσιῶν Κωνσταντίνου.

Ὅπως ταῖς συνόδοις τῶν ἐπισκόπων συμπαρῆν.

Ὅπως καὶ τῶν Ἄφρων ἠνείχετο.

Νῖκαι κατὰ βαρβάρων.

[Μαξιμιανοῦ] θελήσαντος ἐπιβουλεῦσαι θάνατος καὶ ἄλλων, οὓς ἐξ ἀποκαλύψεως Κωνσταντῖνος εὗρεν.

Δεκαετηρίδος Κωνσταντίνου πανήγυρις.

Ὅπως τὴν ἀνατολὴν ἐκακούχει Λικίνιος.

Ὅπως Κωνσταντίνῳ Λικίνιος ἐπιβουλεύειν ἤθελεν.

Λικινίου κατ’ ἐπισκόπων συσκευαὶ καὶ συνόδων κωλύσεις.

Ἐξορισμοὶ καὶ δημεύσεις κατὰ Χριστιανῶν.

Γυναῖκας εἰς ἐκκλησίας μὴ συνάγεσθαι πρόσταγμα καὶ πρὸ τῶν πυλῶν εὔχεσθαι τοὺς λαούς.

Τοὺς μὴ θύοντας ἀποστρατεύεσθαι, καὶ τοὺς ἐν φυλακαῖς μὴ τρέφεσθαι.

Περὶ τῶν Λικινίου παρανομιῶν καὶ πλεονεξιῶν καὶ αἰσχρουργιῶν.

Ὅτι διωγμὸν ποιῆσαι λοιπὸν ἐπεχείρει.

Ὅτι Μαξιμιανὸς σύριγγι καὶ σκώληκι δαμασθεὶς ὑπὲρ Χριστιανῶν ἔγραψεν.

Ὅτι Μαξιμῖνος διώξας Χριστιανοὺς καὶ φυγὼν ὡς οἰκέτης ἐκρύπτετο.

Ὅτι ἐν νόσῳ τυφλωθεὶς Μαξιμῖνος ὑπὲρ Χριστιανῶν ἔγραψεν.

Λόγος α´
I. Ἄρτι μὲν τῷ μεγάλῳ βασιλεῖ παντοίων δεκάδων {διττῶν τε καὶ τριττῶν} περιόδους ἐν ἑορτῶν εὐωχίαις πᾶν γένος ἀνθρώπων ἐπανηγύριζεν, ἄρτι δὲ καὶ ἡμεῖς αὐτοὶ τὸν καλλίνικον, μέσον ἀπολαβόντες θεοῦ λειτουργῶν συνόδου, εἰκοσαετηρικοῖς ὕμνοις ἐγεραίρομεν, ἤδη δὲ καὶ τριακονταετηρικοὺς αὐτῷ λόγων πλέξαντες στεφάνους, ἐν αὐτοῖς πρώην βασιλείοις τὴν ἱερὰν κεφαλὴν ἀνεστέφομεν· νυνὶ δ’ ὁ λόγος ἡμῖν ἀμηχανῶν ἕστηκε, ποθῶν μέν τι τῶν συνήθων προσφθέγξασθαι, ἀπορῶν δ’ ὅπῃ καὶ τράποιτο μόνῳ τε τῷ θαύματι τῆς ξενιζούσης ὄψεως καταπεπληγμένος. ὅπῃ γὰρ ἀτενὲς ἐμβλέψειεν, ἤν τε πρὸς ἕω ἤν τε πρὸς ἑσπέραν, ἤν τ’ ἐπὶ γῆς αὐτῆς ὅλης ἤν τε πρὸς οὐρανὸν αὐτόν, πάντῃ καὶ πανταχοῦ τὸν μακάριον αὐτῇ συνόντα [βασιλείᾳ] θεωρεῖ. γῆς μὲν γὰρ τοὺς αὐτοῦ παῖδας οἷά τινας νέους λαμπτῆρας τῶν αὐτοῦ μαρμαρυγῶν συνορᾷ πληροῦντας τὸ πᾶν, αὐτόν τε ζῶντα δυνάμει καὶ τὸν σύμπαντα διακυβερνῶντα βίον κρειττόνως ἢ πρόσθεν τῇ τῶν παίδων πολυπλασιασθέντα διαδοχῇ· οἳ καισάρων μὲν ἔτι πρότερον μετεῖχον τιμῆς, νυνὶ δ’ ὅλον αὐτὸν ἐνδυσάμενοι θεοσεβείας ἀρετῇ, αὐτοκράτορες αὔγουστοι σεβαστοὶ βασιλεῖς τοῖς τοῦ πατρὸς ἐμπρέποντες καλλωπίσμασιν ἀνεδείχθησαν. II. καὶ τὸν ἐν σώματι δὲ θνητῷ μικρῷ πρόσθεν ὁρώμενον αὐτοῖς θ’ ἡμῖν συνόντα παραδοξότατα καὶ μετὰ τὴν τοῦ βίου τελευτήν, ὅτε ἡ φύσις ὡς ἀλλότριον τὸ περιττὸν ἐλέγχει, τῶν αὐτῶν βασιλικῶν οἴκων τε καὶ κτημάτων καὶ τιμῶν καὶ ὕμνων ἠξιωμένον θεώμενος ὁ λόγος ὑπερεκπλήττεται· ἤδη δὲ καὶ πρὸς αὐταῖς οὐρανίαις ἁψῖσιν ἑαυτὸν ἐκτείνας, κἀνταῦθα τὴν τρισμακαρίαν ψυχὴν αὐτῷ θεῷ συνοῦσαν φαντάζεται, θνητοῦ μὲν καὶ γεώδους παντὸς ἀφειμένην περιβλήματος, φωτὸς δ’ ἐξαστραπτούσῃ στολῇ καταλαμπομένην. εἶτ’ οὐκέτι μὲν μακραῖς χρόνων περιόδοις ἐν θνητῶν διατριβαῖς εἰλουμένην αὐτήν, αἰωνοθαλεῖ δὲ διαδήματι ζωῆς ἀτελευτήτου καὶ μακαρίου αἰῶνος ἀθανασίᾳ τετιμημένην ἐννοῶν, ἀχανὴς ἕστηκεν οἷα θνητὸς λόγος, μηδεμίαν μὲν ἀφιεὶς φωνὴν τῆς δ’ αὐτὸς αὐτοῦ κατεγνωκὼς ἀσθενείας, καὶ δὴ σιωπὴν καθ’ ἑαυτοῦ ψηφισάμενος τῷ κρείττονι καὶ καθόλου λόγῳ παραχωρεῖ τυγχάνειν τῆς τῶν ἐφαμίλλων ὕμνων ἀξίας· ᾧ δὴ καὶ μόνῳ δυνατὸν ἀθανάτῳ καὶ θεοῦ ὄντι λόγῳ τὰς οἰκείας πιστοῦσθαι φωνάς. III. δι’ ὧν τοὺς μὲν αὐτὸν δοξάζοντάς τε καὶ τιμῶντας ἀμοιβαίοις ὑπερβάλλεσθαι χαρίσμασι, τοὺς δ’ ἐχθροὺς καὶ πολεμίους σφᾶς αὐτοὺς αὐτῷ καταστήσαντας τὸν ψυχῶν ὄλεθρον ἑαυτοῖς περιποιήσειν θεσπίσας, ἐντεῦθεν ἤδη τῶν αὐτοῦ λόγων τὰς ἐπαγγελίας ἀψευδεῖς παρεστήσατο, ἀθέων μὲν καὶ θεομάχων τυράννων ἀπευκτὰ δείξας τοῦ βίου τὰ τέλη, τοῦ δ’ αὐτοῦ θεράποντος ζηλωτὸν καὶ πολυύμνητον πρὸς τῇ ζωῇ καὶ τὸν θάνατον ἀποφήνας, ὡς ἀξιομνημόνευτον καὶ τοῦτον {τε} στηλῶν <τε> οὐ θνητῶν ἀλλ’ ἀθανάτων ἐπάξιον γενέσθαι. θνητῶν μὲν γὰρ φύσις, θνητοῦ καὶ ἐπικήρου τέλους παραμύθιον εὑραμένη, εἰκόνων ἀναθήμασι τὰς τῶν προτέρων μνήμας ἀθανάτοις ἔδοξε γεραίρειν τιμαῖς, καὶ οἱ μὲν σκιαγραφίας κηροχύτου γραφῆς ἄνθεσιν, οἱ δὲ γλυφαῖς ὕλης ἀψύχου ἀνδρείκελα σχήματα τεκτηνάμενοι, οἱ δὲ κύρβεσι καὶ στήλαις βαθείας γραμμὰς ἐγχαράξαντες, μνήμαις ὑπέλαβον αἰωνίαις τὰς τῶν τιμωμένων ἀρετὰς παραδιδόναι. τὰ δ’ ἦν ἄρα πάντα θνητὰ χρόνου μήκει δαπανώμενα, φθαρτῶν ἅτε σωμάτων ἰνδάλματα, οὐ μὴν ἀθανάτου ψυχῆς ἀποτυποῦντα ἰδέας. ὅμως δ’ οὖν ἀπαρκεῖν ἐδόκει ταῦτα τοῖς μηδὲν ἕτερον μετὰ τὴν τοῦ θνητοῦ βίου καταστροφὴν ἐν ἀγαθῶν ἐλπίσι τιθεμένοις. θεὸς δ’ ἄρα, θεὸς ὁ κοινὸς τῶν ὅλων σωτήρ, μείζονα ἢ κατὰ θνητοὺς λογισμοὺς τοῖς εὐσεβείας ἐρασταῖς ἀγαθὰ παρ’ ἑαυτῷ ταμιευσάμενος, τὰ πρωτόλεια τῶν ἐπάθλων ἐνθένδε προαρραβωνίζεται, θνητοῖς ὀφθαλμοῖς ἁμωσγέπως τὰς ἀθανάτους πιστούμενος ἐλπίδας. παλαιοὶ ταῦτα χρησμοὶ προφητῶν γραφῇ παραδοθέντες θεσπίζουσι, ταῦτα βίοι θεοφιλῶν ἀνδρῶν παντοίαις ἀρεταῖς πρόπαλαι διαλαμψάντων τοῖς ὀψιγόνοις μνημονευόμενοι μαρτύρονται, ταῦτα καὶ ὁ καθ’ ἡμᾶς ἀληθῆ εἶναι διήλεγξε χρόνος, καθ’ ὃν Κωνσταντῖνος θεῷ τῷ παμβασιλεῖ μόνος τῶν πώποτε τῆς Ῥωμαίων ἀρχῆς καθηγησαμένων γεγονὼς φίλος, ἐναργὲς ἅπασιν ἀνθρώποις παράδειγμα θεοσεβοῦς κατέστη βίου.

IV. Ταῦτα δὲ καὶ θεὸς αὐτός, ὃν Κωνσταντῖνος ἐγέραιρεν, ἀρχομένῳ καὶ μεσάζοντι καὶ τελευτῶντι τῆς βασιλείας αὐτῷ [δεξιὸς] παραστάς, ἐναργέσι ψήφοις ἐπιστώσατο, διδασκαλίαν θεοσεβοῦς ὑποδείγματος τὸν ἄνδρα τῷ θνητῷ γένει προβεβλημένος· μόνον γοῦν αὐτὸν τῶν ἐξ αἰῶνος ἀκοῇ βοηθέντων αὐτοκρατόρων οἷόν τινα μέγιστον φωστῆρα καὶ κήρυκα μεγαλοφωνότατον τῆς ἀπλανοῦς θεοσεβείας προστησάμενος, μόνῳ τὰ ἐχέγγυα τῆς αὐτοῦ θεοσεβείας διὰ παντοίων τῶν εἰς αὐτὸν κεχορηγημένων ἀγαθῶν ἐνεδείξατο, V. [χρόνον] μὲν βασιλείας τρισὶ δεκάδων περιόδοις τελείαις {καὶ προσέτι λῷον} τιμήσας, τούτων δὲ διπλάσιον {τοῦ παντὸς αὐτῷ βίου} τὴν ἐν ἀνθρώποις περιορίσας ζωήν· τῆς δ’ αὐτοῦ μοναρχικῆς ἐξουσίας τὴν εἰκόνα δούς, νικητὴν ἀπέδειξε παντὸς τυραννικοῦ γένους θεομάχων τ’ ὀλετῆρα γιγάντων, οἳ ψυχῆς ἀπονοίᾳ πρὸς αὐτὸν ἤραντο τὸν παμβασιλέα τῶν ὅλων δυσσεβείας ὅπλα. ἀλλ’ οἱ μὲν ὅσον εἰπεῖν ἐν βραχεῖ φανέντες ἅμα τε καὶ ἀπέσβησαν, τὸν δ’ αὐτοῦ θεράποντα θεὸς ὁ εἷς καὶ μόνος ἕνα πρὸς πολλοὺς θεϊκῇ φραξάμενος παντευχίᾳ, τῆς τῶν ἀθέων πληθύος δι’ αὐτοῦ τὸν θνητὸν ἀποκαθήρας βίον, εὐσεβείας [εἰς αὐτὸν] διδάσκαλον πᾶσιν ἔθνεσι κατεστήσατο, μεγάλῃ βοῇ ταῖς πάντων ἀκοαῖς μαρτυρόμενον τὸν ὄντα θεὸν εἰδέναι, τὴν δὲ τῶν οὐδαμῶς ὄντων ἀποστρέφεσθαι πλάνην. VI. καὶ ὁ μὲν οἷα πιστὸς καὶ ἀγαθὸς θεράπων τοῦτ’ ἔπραττε καὶ ἐκήρυττε, δοῦλον ἄντικρυς ἀποκαλῶν καὶ θεράποντα τοῦ παμβασιλέως ὁμολογῶν ἑαυτόν, θεὸς δ’ αὐτὸν ἐγγύθεν ἀμειβόμενος κύριον καθίστη καὶ δεσπότην νικητήν τε μόνον τῶν ἐξ αἰῶνος αὐτοκρατόρων ἄμαχον καὶ ἀήττητον, εἰσαεὶ νικῶντα τροπαίοις τε τοῖς κατ’ ἐχθρῶν διὰ παντὸς φαιδρυνόμενον, βασιλέα τοσοῦτον, ὅσον οὐδεὶς ἀκοῇ τῶν πάλαι πρότερον μνημονεύει γενέσθαι, οὕτω μὲν θεοφιλῆ καὶ τρισμακάριον, οὕτω δ’ εὐσεβῆ καὶ πανευδαίμονα, ὡς μετὰ πάσης μὲν ῥᾳστώνης πλειόνων ἢ οἱ ἔμπροσθεν κατασχεῖν ἐθνῶν, ἄλυπον δὲ τὴν ἀρχὴν εἰς αὐτὴν καταλῆξαι τελευτήν.

VII. Περσῶν μὲν δὴ Κῦρον παλαιὸς ἀνυμνεῖ λόγος περιφανῆ ἀποφανθῆναι τῶν πώποτε. ἀλλ’ ἐπεὶ μὴ ταῦτα τέλος δ’ ἐχρῆν μακροῦ βίου σκοπεῖν, φασὶν αὐτὸν οὐκ αἴσιον αἰσχρὸν δὲ καὶ ἐπονείδιστον ὑπὸ γυναικὸς θάνατον ὑποστῆναι. Μακεδόνων δ’ Ἀλέξανδρον Ἑλλήνων ᾄδουσι παῖδες μυρία μὲν παντοίων ἐθνῶν γένη καταστρέψασθαι, θᾶττον δ’ ἢ συντελέσαι εἰς ἄνδρας ὠκύμορον ἀποβῆναι, κώμοις ἀποληφθέντα καὶ μέθαις. δύο μὲν οὗτος πρὸς τοῖς τριάκοντα {τὴν πᾶσαν ζωὴν} ἐνιαυτοῖς ἐπλήρου, τούτων δὲ τὴν τρίτην {αὖ πλέον} ὁ τῆς βασιλείας περιώριζε χρόνος, ἐχώρει δὲ δι’ αἱμάτων ἀνὴρ σκηπτοῦ δίκην, ἀφειδῶς ἔθνη καὶ πόλεις ὅλας ἡβηδὸν ἐξανδραποδιζόμενος. ἄρτι δὲ μικρὸν ἀνθούσης αὐτῷ τῆς ὥρας καὶ τὰ παιδικὰ πενθοῦντι δεινῶς τὸ χρεὼν ἐπιστὰν ἄτεκνον ἄρριζον ἀνέστιον ἐπ’ ἀλλοδαπῆς καὶ πολεμίας αὐτόν, ὡς ἂν μὴ εἰς μακρὸν λυμαίνοιτο τὸ θνητὸν γένος, ἠφάνιζεν. αὐτίκα δ’ ἡ βασιλεία κατετέμνετο, τῶν θεραπόντων ἑκάστου μοῖράν τινα παρασπῶντος καὶ διαρπάζοντος ἑαυτῷ. ἀλλ’ ὁ μὲν ἐπὶ τοιούτοις ἀνυμνεῖται χοροῖς, VIII. ὁ δ’ ἡμέτερος βασιλεὺς ἐξ ἐκείνου μὲν ἤρχετο, {ἐξ} οὗπερ ὁ Μακεδὼν ἐτελεύτα, ἐδιπλασίαζε δὲ τῷ χρόνῳ τὴν ἐκείνου ζωήν, τριπλάσιον δ’ ἐποιεῖτο τῆς βασιλείας τὸ μῆκος. ἡμέροις γέ τοι καὶ σώφροσι θεοσεβείας παραγγέλμασι τὸν αὐτοῦ φραξάμενος στρατόν, ἐπῆλθε μὲν τὴν Βρεττανῶν καὶ τοὺς ἐν αὐτῷ οἰκοῦντας ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον {περιοριζομένῳ}, τό τε Σκυθικὸν ἐπηγάγετο πᾶν, ὑπ’ αὐτῇ ἄρκτῳ μυρίοις βαρβάρων ἐξαλλάττουσι γένεσι τεμνόμενον, ἤδη δὲ καὶ μεσημβρίας ἐπ’ ἔσχατα τὴν ἀρχὴν ἐκτείνας εἰς αὐτοὺς Βλέμμυάς τε καὶ Αἰθίοπας, οὐδὲ τῶν πρὸς ἀνίσχοντα ἥλιον ἀλλοτρίαν ἐποιεῖτο τὴν κτῆσιν, ἐπ’ αὐτὰ δὲ τὰ τῆς ὅλης οἰκουμένης τέρματα, Ἰνδῶν μέχρι τῶν ἐξωτάτω τῶν τε ἐν κύκλῳ περιοίκων τοῦ παντὸς τῆς γῆς {τῷ βίῳ} στοιχείου, φωτὸς εὐσεβείας ἀκτῖσιν ἐκλάμπων, ἅπαντας εἶχεν ὑπηκόους, τοπάρχας ἐθνάρχας σατράπας βασιλέας παντοίων βαρβάρων ἐθνῶν ἐθελοντὶ ἀσπαζομένους καὶ χαίροντας τοῖς τε παρ’ αὐτῶν ξενίοις τε καὶ δώροις διαπρεσβευομένους καὶ τὴν πρὸς αὐτὸν γνῶσίν τε καὶ φιλίαν περὶ πλείστου ποιουμένους, ὥστε καὶ γραφαῖς εἰκόνων αὐτὸν παρ’ αὐτοῖς τιμᾶν ἀνδριάντων τε ἀναθήμασι, μόνον τε αὐτοκρατόρων παρὰ τοῖς πᾶσι Κωνσταντῖνον γνωρίζεσθαί τε καὶ βοᾶσθαι. ὁ δὲ καὶ μέχρι τῶν τῇδε βασιλικοῖς προσφωνήμασι τὸν ἑαυτοῦ θεὸν ἀνεκήρυττε σὺν παρρησίᾳ τῇ πάσῃ.

IX. Εἶτ’ οὐ λόγοις μὲν τοῦτ’ ἔπραττεν ἀφυστέρει δὲ τοῖς ἔργοις, διὰ πάσης δὲ χωρῶν ἀρετῆς παντοίοις εὐσεβείας καρποῖς ἐνηβρύνετο, μεγαλοψύχοις μὲν εὐεργεσίαις τοὺς γνωρίμους καταδουλούμενος, κρατῶν δὲ νόμοις φιλανθρωπίας, εὐήνιόν τε τὴν ἀρχὴν καὶ πολύευκτον ἅπασι τοῖς ἀρχομένοις κατεργαζόμενος, εἰσότε λοιπὸν μακραῖς περιόδοις ἐτῶν κεκμηκότα αὐτὸν θείοις ἄθλων ἀγῶσι βραβείοις ἀθανασίας ὃν ἐτίμα θεὸς ἀναδησάμενος, θνητῆς ἐκ βασιλείας ἐπὶ τὴν παρ’ αὐτῷ ψυχαῖς ὁσίαις τεταμιευμένην ἀτελεύτητον ζωὴν μετεστήσατο, τριττὴν παίδων γονὴν τῆς ἀρχῆς διάδοχον ἐγείρας. οὕτω δὴ καὶ ὁ θρόνος τῆς βασιλείας πατρόθεν μὲν εἰς αὐτὸν κατῄει, θεσμῷ δὲ φύσεως παισὶ καὶ τοῖς τούτων ἐκγόνοις ἐταμιεύετο εἰς ἀγήρω τε χρόνον οἷά τις πατρῷος ἐμηκύνετο κλῆρος. θεὸς μὲν οὖν αὐτός, καὶ σὺν ἡμῖν ἔτι ὄντα τὸν μακάριον θεοπρεπέσιν ὑψώσας τιμαῖς καὶ τελευτῶντα κοσμήσας ἐξαιρέτοις τοῖς παρ’ αὐτοῦ πλεονεκτήμασι, γένοιτ’ ἂν αὐτοῦ καὶ γραφεύς, πλαξὶν οὐρανίων στηλῶν τοὺς τῶν αὐτοῦ κατορθωμάτων ἄθλους εἰς μακροὺς ἐγχαράττων αἰῶνας.

X. Ἐμοὶ δ’ εἰ καὶ τὸ λέγειν ἐπάξιόν τι τῆς τοῦ ἀνδρὸς μακαριότητος ἄπορον τυγχάνει τό τε σιωπᾶν ἀσφαλὲς καὶ ἀκίνδυνον, ὅμως ἀναγκαῖον μιμήσει τῆς θνητῆς σκιαγραφίας τὴν διὰ λόγων εἰκόνα τῇ τοῦ θεοφιλοῦς ἀναθεῖναι μνήμῃ, ὄκνου καὶ ἀργίας ἀφοσιουμένῳ ἔγκλημα. αἰσχυνοίμην γὰρ ἂν ἐμαυτόν, εἰ μὴ τὰ κατὰ δύναμιν, κἂν σμικρὰ ᾖ ταῦτα καὶ εὐτελῆ, τῷ πάντας ἡμᾶς δι’ ὑπερβολὴν εὐλαβείας θεοῦ τετιμηκότι συμβαλοῦμαι. οἶμαι δὲ καὶ ἄλλως βιωφελὲς καὶ ἀναγκαῖον ἔσεσθαί μοι τὸ γράμμα περιλαμβάνον βασιλικῆς μεγαλονοίας πράξεις θεῷ τῷ παμβασιλεῖ κεχαρισμένας. ἦ γὰρ οὐκ αἰσχρὸν Νέρωνος μὲν τὴν μνήμην καὶ τῶν τούτου μακρῷ χειρόνων δυσσεβῶν τινων καὶ ἀθέων τυράννων ἀόκνων τυχῆσαι συγγραφέων, οἳ δὴ φαύλων ὑποθέσεις δραμάτων ἑρμηνείᾳ κομψῇ καλλωπίσαντες πολυβίβλοις ἀνέθηκαν ἱστορίαις, ἡμᾶς δὲ σιωπᾶν οὓς θεὸς αὐτὸς τοσούτῳ συγκυρῆσαι βασιλεῖ, οἷον ὁ σύμπας οὐχ ἱστόρησεν αἰών, εἰς ὄψιν τε καὶ γνῶσιν αὐτοῦ καὶ ὁμιλίαν ἐλθεῖν κατηξίωσεν; διὸ δὴ προσήκοι ἄν, εἴ τισιν ἄλλοις, καὶ ἡμῖν αὐτοῖς ἀγαθῶν ἄφθονον ἀκοὴν κηρύττειν ἅπασιν, οἷς ἡ τῶν καλῶν μίμησις πρὸς τὸν θεῖον ἔρωτα διεγείρει τὸν πόθον. οἱ μὲν γὰρ βίους ἀνδρῶν οὐ σεμνῶν καὶ πράξεις πρὸς ἠθῶν βελτίωσιν ἀλυσιτελεῖς χάριτι τῇ πρός τινας ἢ ἀπεχθείᾳ, τάχα δέ που καὶ πρὸς ἐπίδειξιν τῆς σφῶν αὐτῶν παιδεύσεως συναγαγόντες, κόμπῳ ῥημάτων εὐγλωττίας αἰσχρῶν πραγμάτων ὑφηγήσεις οὐκ εἰς δέον ἐξετραγῴδησαν, τοῖς μὴ μετασχεῖν τῶν κακῶν κατὰ θεὸν εὐτυχήσασιν ἔργων οὐκ ἀγαθῶν ἀλλὰ λήθῃ καὶ σκότῳ σιωπᾶσθαι ἀξίων διδάσκαλοι καταστάντες. ἐμοὶ δὲ ὁ μὲν τῆς φράσεως λόγος, εἰ καὶ πρὸς τὸ μέγεθος τῆς τῶν δηλουμένων ἐμφάσεως ἐξασθενεῖ, φαιδρύνοιτο γοῦν ὅμως καὶ ψιλῇ τῇ τῶν ἀγαθῶν πράξεων ἀπαγγελίᾳ, ἡ δέ γε τῶν θεοφιλῶν διηγημάτων ὑπόμνησις οὐκ ἀνόνητον ἀλλὰ καὶ σφόδρα βιωφελῆ τοῖς τὴν ψυχὴν εὖ παρεσκευασμένοις ποριεῖται τὴν ἔντευξιν.

XI. Τὰ μὲν οὖν πλεῖστα καὶ βασιλικὰ τοῦ τρισμακαρίου διηγήματα, συμβολάς τε καὶ παρατάξεις πολέμων ἀριστείας τε καὶ νίκας καὶ τρόπαια τὰ κατ’ ἐχθρῶν θριάμβους τε ὁπόσους ἤγαγε, τά τε κατ’ εἰρήνην αὐτῷ πρὸς τὴν τῶν κοινῶν διόρθωσιν πρός τε τὸ συμφέρον ἑκάστου διωρισμένα νόμων τε διατάξεις, ἃς ἐπὶ λυσιτελείᾳ τῆς τῶν ἀρχομένων πολιτείας συνετάττετο, πλείστους τ’ ἄλλους βασιλικῶν ἄθλων ἀγῶνας, τοὺς δὲ παρὰ τοῖς πᾶσι μνημονευομένους, παρήσειν μοι δοκῶ, τοῦ τῆς προκειμένης ἡμῖν πραγματείας σκοποῦ μόνα τὰ πρὸς τὸν θεοφιλῆ συντείνοντα βίον λέγειν τε καὶ γράφειν ὑποβάλλοντος. μυρίων δ’ ὅσων ὄντων καὶ τούτων, τὰ καιριώτατα καὶ τοῖς μεθ’ ἡμᾶς ἀξιομνημόνευτα τῶν εἰς ἡμᾶς ἐλθόντων ἀναλεξάμενος, τούτων αὐτῶν ὡς οἷόν τε διὰ βραχυτάτων ἐκθήσομαι τὴν ὑφήγησιν, τοῦ καιροῦ λοιπὸν ἐπιτρέποντος ἀκωλύτως παντοίαις φωναῖς τὸν ὡς ἀληθῶς μακάριον ἀνυμνεῖν, ὅτι μὴ τοῦτο πράττειν ἐξῆν πρὸ τούτου, τῷ μὴ μακαρίζειν ἄνδρα πρὸ τελευτῆς διὰ τὸ τῆς τοῦ βίου τροπῆς ἄδηλον παρηγγέλθαι. κεκλήσθω δὲ θεὸς βοηθός, οὐράνιός τε συνεργὸς ἡμῖν ἐμπνείτω λόγος.

Ἐξ αὐτῆς δ’ ἤδη πρώτης ἡλικίας τοῦ ἀνδρὸς ὧδέ πῃ τῆς γραφῆς ἀπαρξώμεθα.

XII. Παλαιὰ κατέχει φήμη δεινά ποτε γένη τυράννων τὸν Ἑβραίων καταπονῆσαι λεών, θεὸν δὲ τοῖς καταπονουμένοις εὐμενῆ παραφανέντα Μωϋσέα προφήτην ἔτι τότε νηπιάζοντα μέσοις αὐτοῖς τυραννικοῖς οἴκοις τε καὶ κόλποις τραφῆναι καὶ τῆς παρ’ αὐτοῖς μετασχεῖν προνοῆσαι σοφίας. ὡς δ’ ἐπιὼν ὁ χρόνος τὸν μὲν εἰς ἄνδρας ἐκάλει, δίκη δ’ ἡ τῶν ἀδικουμένων ἀρωγὸς τοὺς ἀδικοῦντας μετῄει, τηνικαῦτα ἐξ αὐτῶν τυραννικῶν δωμάτων προελθὼν ὁ τοῦ θεοῦ προφήτης τῇ τοῦ κρείττονος διηκονεῖτο βουλῇ, τῶν μὲν ἀναθρεψαμένων τυράννων ἔργοις καὶ λόγοις ἀλλοτριούμενος, τοὺς δ’ ἀληθεῖ λόγῳ σφετέρους ἀδελφούς τε καὶ συγγενεῖς ἀποφαίνων γνωρίμους, κἄπειτα θεὸς αὐτὸν καθηγεμόνα τοῦ παντὸς ἔθνους ἐγείρας, Ἑβραίους μὲν τῆς ὑπὸ τοῖς ἐχθροῖς ἠλευθέρου δουλείας, τὸ δὲ τυραννικὸν γένος θεηλάτοις μετήρχετο δι’ αὐτοῦ κολαστηρίοις. φήμη μὲν αὕτη παλαιά, μύθου σχήματι τοῖς πολλοῖς παραδεδομένη, τὰς πάντων ἀκοὰς ἐπλήρου πρότερον, νυνὶ δὲ ὁ αὐτὸς καὶ ἡμῖν θεὸς μειζόνων ἢ κατὰ μύθους θαυμάτων ἐναργεῖς αὐτοπτικὰς θέας νεαραῖς ὄψεσι πάσης ἀκοῆς ἀληθεστέρας δεδώρηται. τύραννοι μὲν γὰρ οἱ καθ’ ἡμᾶς τὸν ἐπὶ πάντων θεὸν πολεμεῖν ὡρμημένοι τὴν αὐτοῦ κατεπόνουν ἐκκλησίαν, μέσος δὲ τούτων Κωνσταντῖνος, ὁ μετ’ ὀλίγον τυραννοκτόνος, παῖς ἄρτι νέος ἁπαλὸς ὡραῖός τ’ ἀνθοῦσιν ἰούλοις, οἷα {τις} αὐτὸς ἐκεῖνος ὁ τοῦ θεοῦ θεράπων, τυραννικαῖς ἐφήδρευσεν ἑστίαις, οὐ μὴν καὶ τρόπων τῶν ἴσων, καίπερ νέος ὤν, τοῖς ἀθέοις ἐκοινώνει. εἷλκε γὰρ αὐτὸν ἐξ ἐκείνου θείῳ σὺν πνεύματι φύσις ἀγαθὴ πρὸς τὸν εὐσεβῆ καὶ θεῷ κεχαρισμένον βίον, οὐ μὴν ἀλλὰ καὶ ζῆλος ἐνῆγε πατρικὸς ἐπ’ ἀγαθῶν μιμήσει τὸν παῖδα προκαλούμενος. πατὴρ γὰρ ἦν αὐτῷ – ὅτι δὴ καὶ ἄξιον ἐν καιρῷ καὶ [τούτου] τὴν μνήμην ἀναζωπυρῆσαι – περιφανέστατος τῶν καθ’ ἡμᾶς αὐτοκρατόρων Κωνστάντιος. οὗ πέρι τὰ τῷ παιδὶ φέροντα κόσμον βραχεῖ λόγῳ διελθεῖν ἀναγκαῖον.

XIII. Τεττάρων γάρ τοι τῆς Ῥωμαίων αὐτοκρατορικῆς κοινωνούντων ἀρχῆς, μόνος οὗτος ἀκοινώνητον τοῖς ἄλλοις περιβαλλόμενος τρόπον τὴν πρὸς τὸν ἐπὶ πάντων θεὸν φιλίαν ἐσπένδετο. οἱ μέντοι τὰς ἐκκλησίας τοῦ θεοῦ πολιορκίᾳ δῃοῦντες ἐξ ὕψους εἰς ἔδαφος καθῄρουν, αὐτοῖς θεμελίοις τοὺς εὐκτηρίους ἀφανίζοντες οἴκους, ὁ δὲ τῆς τούτων ἐναγοῦς δυσσεβείας καθαρὰς ἐφύλαττε τὰς χεῖρας, μηδαμῆ μηδαμῶς αὐτοῖς ἐξομοιούμενος. καὶ οἱ μὲν ἐμφυλίοις θεοσεβῶν ἀνδρῶν τε καὶ γυναικῶν σφαγαῖς τὰς ὑπ’ αὐτοῖς ἐπαρχίας ἐμίαινον, ὁ δὲ τοῦ μύσους ἀμίαντον τὴν ἑαυτοῦ συνετήρει ψυχήν. καὶ οἱ μὲν συγχύσει κακῶν εἰδωλολατρίας ἐκθέσμου σφᾶς αὐτοὺς πρότερον κἄπειτα τοὺς ὑπηκόους ἅπαντας πονηρῶν δαιμόνων πλάναις κατεδουλοῦντο, ὁ δὲ εἰρήνης βαθυτάτης τοῖς ὑπ’ αὐτοῦ βασιλευομένοις ἐξάρχων τὰ τῆς εἰς θεὸν εὐσεβείας ἄλυπα τοῖς οἰκείοις ἐβράβευεν. ἀλλὰ καὶ πᾶσι μὲν ἀνθρώποις βαρυτάτας εἰσπράξεις ἐπαιωροῦντες οἱ ἄλλοι βίον ἀβίωτον αὐτοῖς καὶ θανάτου χαλεπώτερον ἐπήρτων, μόνος δὲ Κωνστάντιος ἄλυπον τοῖς ἀρχομένοις καὶ γαληνὴν παρασκευάσας τὴν ἀρχήν, πατρικῆς κηδεμονίας ἐν οὐδενὶ λείπουσαν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν. μυρίων δὲ καὶ ἄλλων τοῦ ἀνδρὸς ἀρετῶν παρὰ τοῖς πᾶσιν ᾀδομένων, ἑνὸς καὶ δευτέρου μνημονεύσας κατορθώματος τεκμηρίοις τε τούτοις τῶν σιωπωμένων χρησάμενος ἐπὶ τὸν προκείμενον τῆς γραφῆς σκοπὸν διαβήσομαι.

XIV. Πολλοῦ δὴ λόγου περιτρέχοντος φήμῃ ἀμφὶ τοῦδε τοῦ βασιλέως, ὡς ἤπιος ὡς ἀγαθὸς ὡς τὸ θεοφιλὲς ὑπεράγαν κεκτημένος, ὡς δι’ ὑπερβολὴν φειδοῦς τῶν ὑπηκόων οὐδὲ θησαυρός τις αὐτῷ τεταμίευτο χρημάτων, βασιλεὺς ὁ τηνικαῦτα τὸν πρῶτον τῆς ἀρχῆς ἐπέχων βαθμὸν πέμψας αὐτῷ κατεμέμφετο τὴν τῶν κοινῶν ὀλιγωρίαν πενίαν τ’ ἐπωνείδιζε, δεῖγμα τοῦ λόγου παρέχων τὸ μηθὲν αὐτὸν ἐν θησαυροῖς ἀπόθετον κεκτῆσθαι. ὁ δὲ τοὺς παρὰ βασιλέως ἥκοντας αὐτοῦ μένειν παρακελευσάμενος, τῶν ὑπ’ αὐτὸν τοὺς ἀμφιλαφῆ πλοῦτον κεκτημένους ἐξ ἁπάντων τῶν ὑπὸ τῇ βασιλείᾳ συγκαλέσας ἐθνῶν, χρημάτων ἔφη δεῖσθαι, καὶ τοῦτον εἶναι καιρόν, ἐν ᾧ προσήκειν ἕκαστον αὐτοπροαίρετον εὔνοιαν πρὸς τὸν σφῶν ἐνδείξασθαι βασιλέα. τοὺς δ’ ἀκούσαντας, ὥσπερ εὐχὴν ταύτην ἐκ μακροῦ θεμένους τὴν ἀγαθὴν ἐνδείξασθαι προθυμίαν, σὺν τάχει τε καὶ σπουδῇ χρυσοῦ τε καὶ ἀργύρου καὶ τῶν λοιπῶν χρημάτων τοὺς θησαυροὺς ἐμπλῆσαι, τῇ τοῦ πλείονος ὑπερβάλλοντας ἀλλήλους φιλοτιμίᾳ, τοῦτό τε πρᾶξαι σὺν φαιδροῖς καὶ μειδιῶσι προσώποις. οὗ δὴ γενομένου Κωνστάντιος τοὺς παρὰ τοῦ μεγάλου βασιλέως ἥκοντας αὐτόπτας γενέσθαι τῶν θησαυρῶν ἐκέλευσεν. εἶθ’ ὧν ὄψει παρέλαβον τὴν μαρτυρίαν προσέταττε διακονήσασθαι τῷ πενίαν αὐτῷ καταμεμψαμένῳ, ἐπιθέντας τῷ λόγῳ, ταῦτα μὴ ἀπὸ γόων μηδ’ ἐξ ἀδίκου πλεονεξίας εἶναι παρεσκευασμένα, καὶ νῦν μὲν ἀθροῖσαι παρ’ ἑαυτῷ ταῦτα, πάλαι δ’ αὐτῷ παρὰ τοῖς τῶν χρημάτων δεσπόταις οἷα δὴ ὑπὸ πιστοῖς παραθηκοφύλαξι φυλάττεσθαι. τοὺς μὲν οὖν θαῦμα κατεῖχε τῆς πράξεως, βασιλέα δὲ τὸν φιλανθρωπότατον μετὰ τὴν τούτων ἀποχώρησιν τοὺς τῶν χρημάτων μεταστέλλεσθαι κυρίους, πάντα δ’ ἀπολαβόντας οἴκαδε φάναι ἀπιέναι κατέχει λόγος, πειθοῦς καὶ ἀγαθῆς εὐνοίας τοὺς ἄνδρας ἀποδεξάμενον.

Μία μὲν ἥδε φιλανθρωπίας δεῖγμα φέρουσα τοῦ δηλουμένου πρᾶξις· θατέρα δὲ τῆς πρὸς τὸ θεῖον [ὁσίας] περιέχοι ἂν ἐμφανῆ μαρτυρίαν. XV. ἤλαυνον μὲν γὰρ ἁπανταχοῦ γῆς τοὺς θεοσεβεῖς ἐξ ἐπιτάγματος τῶν κρατούντων οἱ κατ’ ἔθνος ἄρχοντες· ἐξ αὐτῶν δὲ βασιλείων οἴκων ὁρμώμενοι πρώτιστοι πάντων τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας οἱ θεοφιλεῖς διῆλθον μάρτυρες; πῦρ καὶ σίδηρον καὶ θαλάττης βυθοὺς πάντα τε θανάτου τρόπον προθυμότατα διακαρτεροῦντες, ὡς ἐν βραχεῖ τὰ πανταχοῦ βασίλεια θεοσεβῶν χηρεῦσαι ἀνδρῶν· ὃ δὴ καὶ μάλιστα τῆς τοῦ θεοῦ ἐπισκοπῆς ἐρήμους τοὺς δρῶντας εἰργάζετο. ὁμοῦ γὰρ τῷ τοὺς θεοσεβεῖς ἐλαύνειν καὶ τὰς ὑπὲρ αὐτῶν ἐξεδίωκον εὐχάς. XVI. μόνῳ δ’ ἄρα Κωνσταντίῳ σοφία τις εὐσεβοῦς ὑπεισῄει λογισμοῦ, καὶ πρᾶγμα πράττει παράδοξον μὲν ἀκοῦσαι πρᾶξαι δὲ θαυμασιώτατον. τοῖς γὰρ ὑπ’ αὐτῷ βασιλικοῖς ἅπασιν ἐξ αὐτῶν οἰκείων μέχρι καὶ τῶν ἐπ’ ἐξουσίας ἀρχόντων αἱρέσεως προταθείσης, σύνθημα δίδωσιν ἢ θύσασι τοῖς δαίμοσιν ἐξεῖναι παρ’ αὐτῷ μένειν καὶ τῶν συνήθων μεταλαγχάνειν τιμῶν, ἢ μὴ τοῦτο πράξασι τῶν πρὸς ἑαυτὸν ἀποκεκλεῖσθαι παρόδων ἐξωθεῖσθαί τε καὶ ἀποχωρεῖν τῆς αὐτοῦ γνώσεώς τε καὶ οἰκειότητος. ἐπειδὴ οὖν διεκρίνοντο εἰς ἀμφότερα, οἱ μὲν ὡς τούσδε οἱ δ’ ὡς ἐκείνους μεριζόμενοι, ἠλέγχετό τε ὁ τῆς ἑκάστου προαιρέσεως τρόπος, ἐνταῦθα λοιπὸν ὁ θαυμάσιος τὸ λεληθὸς τοῦ σοφίσματος ἀνακαλύψας τῶν μὲν δειλίαν καὶ φιλαυτίαν κατεγίνωσκε, τοὺς δὲ τῆς πρὸς τὸν θεὸν συνειδήσεως εὖ μάλα ἀπεδέχετο. κἄπειτα τοὺς μὲν ὡς ἂν θεοῦ προδότας μηδὲ βασιλέως εἶναι ἀξίους ἀπέφαινε· πῶς γὰρ ἄν ποτε βασιλεῖ πίστιν φυλάξαι τοὺς περὶ τὸ κρεῖττον ἁλόντας ἀγνώμονας; διὸ καὶ βασιλικῶν οἴκων μακρὰν ἐλαύνεσθαι δεῖν τούτους ἐνομοθέτει, τοὺς δὲ πρὸς τῆς ἀληθείας μαρτυρηθέντας θεοῦ ἀξίους ὁμοίους καὶ περὶ βασιλέα εἰπὼν ἔσεσθαι, σωματοφύλακας καὶ αὐτῆς βασιλείας φρουροὺς κατέταττεν, ἐν πρώτοις καὶ ἀναγκαίοις φίλων τε καὶ οἰκείων χρῆναι φήσας τοὺς τοιούτους δεῖν περιέπειν καὶ μᾶλλον αὐτοὺς ἢ μεγάλων ταμεῖα θησαυρῶν περὶ πολλοῦ τιμᾶσθαι.

XVII. Ἀλλ’ οἷος μὲν ὁ Κωνσταντίνου πατὴρ μνημονεύεται, ὡς ἐν βραχέσι δεδήλωται. ὁποῖον δ’ αὐτῷ τοιῷδε περὶ τὸν θεὸν ἀποδειχθέντι παρηκολούθησε τέλος, καὶ ἐν πόσῳ τὸ διαλλάττον αὐτοῦ τε καὶ τῶν κοινωνῶν τῆς βασιλείας ὁ πρὸς αὐτοῦ τιμηθεὶς θεὸς διέδειξε, μάθοι ἄν τις τῇ τῶν πραγμάτων τὸν νοῦν ἐπιστήσας φύσει. ἐπειδὴ γὰρ βασιλικῆς ἀρετῆς δοκίμια μακρῷ δεδώκει χρόνῳ, μόνον μὲν θεὸν εἰδὼς τὸν ἐπὶ πάντων τῆς δὲ τῶν ἀθέων κατεγνωκὼς πολυθεΐας, εὐχαῖς [θ’] ἁγίων ἀνδρῶν πάντα τὸν αὐτοῦ περιεφράξατο οἶκον, εὐσταλῆ λοιπὸν καὶ ἀτάραχον τῆς ζωῆς διεξήνυε <τὸν> βίον, οἷον αὐτὸ δὴ τὸ μακάριον εἶναί φασι τὸ μήτε πράγματα ἔχειν μήτ’ ἄλλῳ παρέχειν. οὕτω δῆτα τὸν πάντα τῆς βασιλείας χρόνον εὐσταθῆ καὶ γαλήνιον διακυβερνῶν αὐτοῖς παισὶ καὶ γαμετῇ σὺν οἰκετῶν θεραπείᾳ πάντα τὸν αὐτοῦ οἶκον ἑνὶ τῷ παμβασιλεῖ θεῷ καθιέρου, ὡς μηδὲν ἀποδεῖν ἐκκλησίας θεοῦ τὴν ἔνδον ἐν αὐτοῖς βασιλείοις συγκροτουμένην πληθύν, ᾗ συνῆσαν καὶ λειτουργοὶ θεοῦ, οἳ τὰς ὑπὲρ βασιλέως διηνεκεῖς ἐξετέλουν λατρείας, καὶ ταῦτα παρὰ μόνῳ τῷδε συνετελεῖτο, ὅτε παρὰ τοῖς λοιποῖς οὐδὲ μέχρι ψιλῆς ἐπηγορίας τὸ τῶν θεοσεβῶν χρηματίζειν συνεχωρεῖτο γένος.

XVIII. Τούτοις δ’ ἐγγύθεν αὐτῷ τὰ τῆς ἐκ θεοῦ παρηκολούθει ἀμοιβῆς, ὥστ’ ἤδη καὶ πρωτείων τῆς αὐτοκρατορικῆς ἀρχῆς μετασχεῖν. οἱ μὲν γὰρ τῷ χρόνῳ προάγοντες οὐκ οἶδ’ ὅπως ὑπεξίσταντο τῆς ἀρχῆς, αὐτοῖς ἀθρόας μεταβολῆς μετὰ τὸ πρῶτον ἔτος τῆς τῶν ἐκκλησιῶν πολιορκίας ἐπισκηψάσης, μόνος δὲ λοιπὸν Κωνστάντιος πρῶτος αὔγουστος ὁ καὶ σεβαστὸς ἀνηγορεύετο, τὸ μὲν κατ’ ἀρχὰς τῷ τῶν καισάρων διαδήματι λαμπρυνόμενος καὶ τούτων ἀπειληφὼς τὰ πρωτεῖα, μετὰ δὲ τὴν ἐν τούτοις δοκιμὴν τῇ τῶν ἀνωτάτω παρὰ Ῥωμαίοις ἐκοσμεῖτο τιμῇ, πρῶτος σεβαστὸς τεττάρων τῶν ὕστερον ἀναδειχθέντων χρηματίσας. ἀλλὰ καὶ εὐτεκνίᾳ μόνος παρὰ τοὺς λοιποὺς αὐτοκράτορας διήνεγκε, παίδων ἀρρένων καὶ θηλειῶν μέγιστον χορὸν συστησάμενος. ἐπειδὴ δὲ πρὸς αὐτῷ λιπαρῷ γήρᾳ τῇ κοινῇ φύσει τὸ χρεὼν ἀποδιδοὺς λοιπὸν [τὸν βίον] μεταλλάττειν ἔμελλεν, ἐνταῦθα πάλιν ὁ θεὸς παραδόξων αὐτῷ ποιητὴς ἀνεφαίνετο ἔργων, μέλλοντι τελευτᾶν τὸν πρῶτον τῶν παίδων Κωνσταντῖνον εἰς ὑποδοχὴν τῆς βασιλείας παρεῖναι οἰκονομησάμενος.

XIX. Συνῆν μὲν γὰρ οὗτος τοῖς τῆς βασιλείας κοινωνοῖς, καὶ μέσοις αὐτοῖς, ὡς εἴρηται, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην τὰς διατριβὰς ἐποιεῖτο. ἤδη δ’ ἐκ τοῦ παιδὸς ἐπὶ τὸν νεανίαν διαβὰς τιμῆς τῆς πρώτης παρ’ αὐτοῖς ἠξιοῦτο· οἷον αὐτὸν καὶ ἡμεῖς ἔγνωμεν τὸ Παλαιστινῶν διερχόμενον ἔθνος σὺν τῷ πρεσβυτέρῳ τῶν βασιλέων, οὗ καὶ ἐπὶ δεξιὰ παρεστὼς περιφανέστατος ἦν τοῖς ὁρᾶν ἐθέλουσιν, οἷός τε βασιλικοῦ φρονήματος ἐξ ἐκείνου τεκμήρια παρέχων. σώματος μὲν γὰρ εἰς κάλλους ὥραν [μέγεθός] τε ἡλικίας οὐδ’ ἦν αὐτῷ παραβαλεῖν ἕτερον, ῥώμῃ δ’ ἰσχύος τοσοῦτον ἐπλεονέκτει τοὺς ὁμήλικας ὡς καὶ φοβερὸν αὐτοῖς εἶναι, ταῖς δὲ κατὰ ψυχὴν ἀρεταῖς μᾶλλον ἢ τοῖς κατὰ τὸ σῶμα πλεονεκτήμασιν ἐνηβρύνετο, σωφροσύνῃ πρώτιστα πάντων τὴν ψυχὴν κοσμούμενος, κἄπειτα παιδεύσει λόγων φρονήσει τ’ ἐμφύτῳ καὶ τῇ θεοσδότῳ σοφίᾳ διαφερόντως ἐκπρέπων.

XX. Γαῦρον δὴ οὖν ἐπὶ τούτοις ῥωμαλέον τε καὶ μέγαν φρονήματός τε μεστὸν τὸν νεανίαν οἱ τηνικαῦτα κρατοῦντες θεώμενοι φθόνῳ καὶ φόβῳ, τὰς σὺν αὐτῷ διατριβὰς οὐκ ἀσφαλεῖς αὐτοῖς εἶναι διανοηθέντες, ἐπιβουλὰς κατ’ αὐτοῦ λαθραίας ἐμηχανῶντο, αἰδοῖ τῇ πρὸς τὸν αὐτοῦ πατέρα προφανῆ θάνατον αὐτῷ προστρίψασθαι φυλαττόμενοι. ὃ δὴ συναισθόμενος ὁ νεανίας, ἐπεὶ καὶ πρῶτον αὐτῷ καὶ δεύτερον κατάφωρα θεοῦ συμπνεύσει τὰ τῆς ἐπιβουλῆς ἐγίγνετο, φυγῇ τὴν σωτηρίαν ἐπορίζετο κἀν τούτῳ τοῦ μεγάλου προφήτου Μωϋσέως τὸ μίμημα διασῴζων. τὸ δὲ πᾶν αὐτῷ συνέπραττεν ὁ θεός, τῇ τοῦ πατρὸς διαδοχῇ προμηθούμενος αὐτὸν παρεῖναι. XXI. αὐτίκα δ’ οὖν ἐπειδὴ τῶν ἐπιβούλων τὰς μηχανὰς διαδρὰς σπεύδων ἀφίκετο πρὸς τὸν πατέρα, ὁμοῦ μὲν αὐτὸς χρόνιος παρῆν, κατὰ τὸ αὐτὸ δὲ τῷ πατρὶ τὰ τῆς τοῦ βίου τελευτῆς ἐπὶ ξυροῦ ἵστατο. ὡς δ’ ἀπροσδόκητον εἶδεν ὁ Κωνστάντιος παρεστῶτα τὸν παῖδα, ἐξαλλόμενος τῆς στρωμνῆς περιβαλών τε αὐτὸν τὼ χεῖρε καὶ τὸ μόνον λυπηρὸν αὐτῷ μέλλοντι τὸν βίον ἀποτίθεσθαι (τοῦτο δ’ ἦν ἡ τοῦ παιδὸς ἀπουσία) τῆς ψυχῆς ἀποβεβληκέναι εἰπών, εὐχάριστον ἀνέπεμπε τῷ θεῷ τὴν εὐχήν, νῦν αὐτῷ τὸν θάνατον ἀθανασίας κρείττονα λογίσασθαι φήσας, καὶ δὴ τὰ καθ’ ἑαυτὸν διετάττετο, υἱοῖς θ’ ἅμα καὶ θυγατράσι συνταξάμενος χοροῦ δίκην αὐτὸν κυκλοῦσιν, ἐν αὐτοῖς βασιλείοις ἐπὶ βασιλικῇ στρωμνῇ, τὸν κλῆρον τῆς βασιλείας νόμῳ φύσεως τῷ [τῇ ἡλικίᾳ] προάγοντι τῶν παίδων παραδούς, διανεπαύσατο.

XXII. Οὐ μὴν ἀβασίλευτος ἔμενεν ἡ ἀρχή, αὐτῇ δ’ ἁλουργίδι πατρικῇ Κωνσταντῖνος κοσμησάμενος τῶν πατρικῶν οἴκων προῄει, ὥσπερ ἐξ ἀναβιώσεως τὸν πατέρα βασιλεύοντα δι’ ἑαυτοῦ δεικνὺς τοῖς πᾶσιν. εἶτα τῆς προκομιδῆς ἡγούμενος σὺν τοῖς ἀμφ’ αὐτὸν πατρικοῖς φίλοις τὸν πατέρα προὔπεμπε· δήμων τε πλήθη μυρία στρατιωτῶν τε δορυφορίαι, τῶν μὲν ἡγουμένων τῶν δὲ κατόπιν ἑπομένων, σὺν παντὶ κόσμῳ τὸν θεοφιλῆ συνέπεμπον, εὐφημίαις τε καὶ ὕμνοις οἱ πάντες τὸν τρισμακάριον ἐτίμων, ὁμογνώμονί τε συμφωνίᾳ τοῦ τεθνεῶτος ἀναβίωσιν τὴν τοῦ παιδὸς κράτησιν ἐδόξαζον, βοαῖς τ’ εὐφήμοις τὸν νέον βασιλέα αὐτοκράτορα καὶ σεβαστὸν αὔγουστον εὐθέως ἐκ πρώτης ἀνηγόρευον φωνῆς. καὶ τὸν μὲν τεθνηκότα ἐκόσμουν αἱ βοαὶ ταῖς εἰς τὸν υἱὸν εὐφημίαις, τὸν δὲ παῖδα ἐμακάριζον τοιοῦδε πατρὸς διάδοχον [ἀπο]δειχθέντα, πάντα δὲ τὰ ὑπὸ τὴν ἀρχὴν ἔθνη εὐφροσύνης ἐπληροῦτο καὶ ἀλέκτου χαρᾶς ὡς μηδὲ χρόνου βραχυτάτου ῥοπὴν χηρεύσαντα βασιλικῆς εὐκοσμίας. τοῦτο τέλος εὐσεβοῦς καὶ φιλοθέου τρόπου ἐπὶ βασιλεῖ Κωνσταντίῳ θεὸς ἔδειξε τῷ καθ’ ἡμᾶς γένει.

XXIII. Τῶν δ’ ἄλλων, ὅσοι τὰς ἐκκλησίας τοῦ θεοῦ πολέμου νόμῳ μετῆλθον, τὰς τοῦ βίου καταστροφὰς οὐκ εἶναι πρέπον ἔκρινα τῷ παρόντι παραδοῦναι διηγήματι οὐδὲ τὰς τῶν ἀγαθῶν μνήμας τῇ τῶν ἐναντίων παραθέσει μιαίνειν. ἀπαρκεῖ δὲ ἡ τῶν ἔργων πεῖρα πρὸς σωφρονισμὸν τῶν αὐταῖς ὄψεσι καὶ ἀκοαῖς τὴν τῶν ἑκάστῳ συμβεβηκότων παρειληφότων ἱστορίαν.

XXIV. Οὕτω δὴ Κωνσταντῖνον, τοιούτου φύντα πατρός, ἄρχοντα καὶ καθηγεμόνα τῶν ὅλων θεὸς ὁ τοῦ σύμπαντος κόσμου πρύτανις δι’ ἑαυτοῦ προεχειρίζετο, ὡς μηδένα ἀνθρώπων μόνου τοῦδε τὴν προαγωγὴν αὐχῆσαι, τῶν ἄλλων ἐξ ἐπικρίσεως ἑτέρων τῆς τιμῆς ἠξιωμένων.

XXV. Ὡς οὖν ἐπὶ τῆς βασιλείας ἵδρυτο, τέως μὲν τῆς πατρικῆς προενόει λήξεως, ἐπισκοπῶν σὺν πολλῇ τῇ φιλανθρωπίᾳ πάνθ’ ὅσα πρότερον ἔθνη ὑπὸ τῇ τοῦ πατρὸς μοίρᾳ διεκυβερνᾶτο, ὅσα τε γένη βαρβάρων τῶν ἀμφὶ Ῥῆνον ποταμὸν ἑσπέριόν τε ὠκεανὸν [οἰκούντων] στασιάζειν ἐτόλμα, πάνθ’ ὑποτάττων ἥμερα ἐξ ἀτιθάσων κατειργάζετο, ἄλλα δ’ ἀναστέλλων ὥσπερ τινὰς θῆρας ἀγρίους ἀπεσόβει τῆς οἰκείας, ὅσα περ ἀνιάτως ἔχοντα πρὸς ἡμέρου βίου κατάστασιν ἑώρα. ἐπεὶ δὲ ταῦτα κατὰ λόγον ἔκειτο αὐτῷ, τὰς λοιπὰς τῆς οἰκουμένης λήξεις πρὸ ὀφθαλμῶν θέμενος, τέως μὲν ἐπὶ τὰ Βρεττανῶν ἔθνη διέβαινεν ἔνδον ἐπ’ αὐτῷ κείμενα ὠκεανῷ, παραστησάμενος δὲ ταῦτα διεσκόπει τὰς ἑτέρας τοῦ παντὸς μοίρας, ὡς ἂν θεραπεύοι τὰ βοηθείας δεόμενα.

XXVI. Εἶθ’ ὥσπερ μέγα σῶμα τὸ πᾶν τῆς γῆς ἐννοήσας στοιχεῖον, κἄπειτα τὴν τοῦ παντὸς κεφαλήν, τῆς Ῥωμαίων ἀρχῆς τὴν βασιλεύουσαν πόλιν, τυραννικῇ δουλείᾳ συνιδὼν καθυπηγμένην, παρεχώρει μὲν τὰ πρῶτα τὴν ὑπὲρ αὐτῆς ἄμυναν τοῖς τῶν λοιπῶν κρατοῦσι μερῶν ἅτε δὴ χρόνῳ προάγουσιν, ἐπεὶ δὲ τούτων οὐδεὶς οἷός τ’ ἦν ἐπικουρεῖν, ἀλλὰ καὶ οἱ πεῖραν λαβεῖν ἐθελήσαντες αἰσχρὸν ὑπέμειναν τέλος, οὐδὲ βιωτὸν αὐτῷ τὴν ζωὴν εἶναι εἰπών, εἰ τὴν βασιλίδα πόλιν οὕτω κάμνουσαν παρίδοι, παρεσκευάζετο τὰ πρὸς τὴν καθαίρεσιν τῆς τυραννίδος.

XXVII. Εὖ δ’ ἐννοήσας ὡς κρείττονος ἢ κατὰ στρατιωτικὴν δέοι αὐτῷ βοηθείας διὰ τὰς κακοτέχνους καὶ γοητικὰς μαγγανείας τὰς παρὰ τῷ τυράννῳ σπουδαζομένας, θεὸν ἀνεζήτει βοηθόν, τὰ μὲν ἐξ ὁπλιτῶν καὶ στρατιωτικοῦ πλήθους δεύτερα τιθέμενος (τῆς γὰρ παρὰ θεοῦ βοηθείας ἀπούσης τὸ μηθὲν ταῦτα δύνασθαι ἡγεῖτο), τὰ δ’ ἐκ θεοῦ συνεργίας ἄμαχα εἶναι καὶ ἀήττητα λέγων. ἐννοεῖ δῆτα ὁποῖον δέοι θεὸν βοηθὸν ἐπιγράψασθαι, ζητοῦντι δ’ αὐτῷ ἔννοιά τις ὑπεισῆλθεν, ὡς πλειόνων πρότερον τῆς ἀρχῆς ἐφαψαμένων οἱ μὲν πλείοσι θεοῖς τὰς σφῶν αὐτῶν ἀναρτήσαντες ἐλπίδας, λοιβαῖς τε καὶ θυσίαις καὶ ἀναθήμασι τούτους θεραπεύσαντες, ἀπατηθέντες τὰ πρῶτα διὰ μαντειῶν κεχαρισμένων χρησμῶν τε τὰ αἴσια ἀπαγγελλομένων αὐτοῖς τέλος οὐκ αἴσιον εὕραντο, οὐδέ τις θεῶν πρὸς τὸ μὴ θεηλάτοις ὑποβληθῆναι καταστροφαῖς δεξιὸς αὐτοῖς παρέστη, μόνον δὲ τὸν ἑαυτοῦ πατέρα τὴν ἐναντίαν ἐκείνοις τραπέντα τῶν μὲν πλάνην καταγνῶναι, αὐτὸν δὲ τὸν ἐπέκεινα τῶν ὅλων θεόν, διὰ πάσης τιμήσαντα ζωῆς, σωτῆρα καὶ φύλακα τῆς βασιλείας ἀγαθοῦ τε παντὸς χορηγὸν εὕρασθαι. ταῦτα παρ’ ἑαυτῷ διακρίνας εὖ τε λογισάμενος, ὡς οἱ μὲν πλήθει θεῶν ἐπιθαρρήσαντες καὶ πλείοσιν ἐπιπεπτώκασιν ὀλέθροις, ὡς μηδὲ γένος μηδὲ φυὴν μὴ ῥίζαν αὐτοῖς, μηδ’ ὄνομα μηδὲ μνήμην ἐν ἀνθρώποις ἀπολειφθῆναι, ὁ δὲ πατρῷος αὐτῷ θεὸς τῆς αὐτοῦ δυνάμεως ἐναργῆ καὶ πάμπολλα δείγματα εἴη δεδωκὼς τῷ αὐτοῦ πατρί, ἀλλὰ καὶ τοὺς ἤδη καταστρατεύσαντας πρότερον τοῦ τυράννου διασκεψάμενος σὺν πλήθει μὲν θεῶν τὴν παράταξιν πεποιημένους αἰσχρὸν δὲ τέλος ὑπομείναντας· ὁ μὲν γὰρ αὐτῶν σὺν αἰσχύνῃ τῆς συμβολῆς ἄπρακτος ἀνεχώρει, ὁ δὲ καὶ μέσοις αὐτοῖς τοῖς στρατεύμασι κατασφαγεὶς πάρεργον ἐγένετο θανάτου· ταῦτ’ οὖν πάντα συναγαγὼν τῇ διανοίᾳ, τὸ μὲν περὶ τοὺς μηθὲν ὄντας θεοὺς ματαιάζειν καὶ μετὰ τοσοῦτον ἔλεγχον ἀποπλανᾶσθαι μωρίας ἔργον ὑπελάμβανε, τὸν δὲ πατρῷον τιμᾶν μόνον ᾤετο δεῖν θεόν.

XXVIII. Ἀνεκαλεῖτο δῆτα ἐν εὐχαῖς τοῦτον, ἀντιβολῶν καὶ ποτνιώμενος φῆναι αὐτῷ ἑαυτὸν ὅστις εἴη καὶ τὴν ἑαυτοῦ δεξιὰν χεῖρα τοῖς προκειμένοις ἐπορέξαι. εὐχομένῳ δὲ ταῦτα καὶ λιπαρῶς ἱκετεύοντι τῷ βασιλεῖ θεοσημεία τις ἐπιφαίνεται παραδοξοτάτη, ἣν τάχα μὲν ἄλλου λέγοντος οὐ ῥᾴδιον ἦν ἀποδέξασθαι, αὐτοῦ δὲ τοῦ νικητοῦ βασιλέως τοῖς τὴν γραφὴν διηγουμένοις ἡμῖν μακροῖς ὕστερον χρόνοις, ὅτε ἠξιώθημεν τῆς αὐτοῦ γνώσεώς τε καὶ ὁμιλίας, ἐξαγγείλαντος ὅρκοις τε πιστωσαμένου τὸν λόγον, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ πιστεῦσαι τῷ διηγήματι; μάλισθ’ ὅτε καὶ ὁ μετὰ ταῦτα χρόνος ἀληθῆ τῷ λόγῳ παρέσχε τὴν μαρτυρίαν. ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας, ἤδη τῆς ἡμέρας ἀποκλινούσης, αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔφη ἐν αὐτῷ οὐρανῷ ὑπερκείμενον τοῦ ἡλίου σταυροῦ τρόπαιον ἐκ φωτὸς συνιστάμενον, γραφήν τε αὐτῷ συνῆφθαι λέγουσαν· τούτῳ νίκα. θάμβος δ’ ἐπὶ τῷ θεάματι κρατῆσαι αὐτόν τε καὶ τὸ στρατιωτικὸν ἅπαν, ὃ δὴ στελλομένῳ ποι πορείαν συνείπετό τε καὶ θεωρὸν ἐγίνετο τοῦ θαύματος. XXIX. καὶ δὴ διαπορεῖν πρὸς ἑαυτὸν ἔλεγε, τί ποτε εἴη τὸ φάσμα. ἐνθυμουμένῳ δ’ αὐτῷ καὶ ἐπὶ πολὺ λογιζομένῳ νὺξ ἐπῄει καταλαβοῦσα. ἔνθα δὴ ὑπνοῦντι αὐτῷ τὸν Χριστὸν τοῦ θεοῦ σὺν τῷ φανέντι κατ’ οὐρανὸν σημείῳ ὀφθῆναί τε καὶ παρακελεύσασθαι, μίμημα ποιησάμενον τοῦ κατ’ οὐρανὸν ὀφθέντος σημείου τούτῳ πρὸς τὰς τῶν πολεμίων συμβολὰς ἀλεξήματι χρῆσθαι. XXX. ἅμα δ’ ἡμέρᾳ διαναστὰς τοῖς φίλοις ἐξηγόρευε τὸ ἀπόρρητον. κἄπειτα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργοὺς συγκαλέσας μέσος αὐτὸς καθιζάνει καὶ τοῦ σημείου τὴν εἰκόνα φράζει, ἀπομιμεῖσθαί τε αὐτὴν χρυσῷ καὶ πολυτελέσι λίθοις διεκελεύετο. ὃ δὴ καὶ ἡμᾶς ὀφθαλμοῖς ποτε παραλαβεῖν αὐτὸς βασιλεύς, θεοῦ καὶ τοῦτο χαρισαμένου, ἠξίωσεν.

XXXI. Ἦν δὲ τοιῷδε σχήματι κατεσκευασμένον. ὑψηλὸν δόρυ χρυσῷ κατημφιεσμένον κέρας εἶχεν ἐγκάρσιον σταυροῦ σχήματι πεποιημένον, ἄνω δὲ πρὸς ἄκρῳ τοῦ παντὸς στέφανος ἐκ λίθων πολυτελῶν καὶ χρυσοῦ συμπεπλεγμένος κατεστήρικτο, καθ’ οὗ τῆς σωτηρίου ἐπηγορίας τὸ σύμβολον δύο στοιχεῖα τὸ Χριστοῦ παραδηλοῦντα ὄνομα διὰ τῶν πρώτων ὑπεσήμαινον χαρακτήρων, χιαζομένου τοῦ ῥῶ κατὰ τὸ μεσαίτατον· ἃ δὴ καὶ κατὰ τοῦ κράνους φέρειν εἴωθε κἀν τοῖς μετὰ ταῦτα χρόνοις ὁ βασιλεύς. τοῦ δὲ πλαγίου κέρως τοῦ κατὰ τὸ δόρυ πεπαρμένου ὀθόνη τις ἐκκρεμὴς ἀπῃώρητο, βασιλικὸν ὕφασμα ποικιλίᾳ συνημμένων πολυτελῶν λίθων φωτὸς αὐγαῖς ἐξαστραπτόντων καλυπτόμενον σὺν πολλῷ τε καθυφασμένον χρυσῷ, ἀδιήγητόν τι χρῆμα τοῖς ὁρῶσι παρέχον τοῦ κάλλους. τοῦτο μὲν οὖν τὸ φᾶρος τοῦ κέρως ἐξημμένον σύμμετρον μήκους τε καὶ πλάτους περιγραφὴν ἀπελάμβανε· τὸ δ’ ὄρθιον δόρυ, τῆς κάτω ἀρχῆς ἐπὶ πολὺ μηκυνόμενον ἄνω μετέωρον, ὑπὸ τῷ τοῦ σταυροῦ τροπαίῳ πρὸς αὐτοῖς ἄκροις τοῦ [διαγραφέντος] ὑφάσματος τὴν τοῦ θεοφιλοῦς βασιλέως εἰκόνα χρυσῆν μέχρι στέρνων τῶν τ’ αὐτοῦ παίδων ὁμοίως ἔφερε. τούτῳ μὲν οὖν τῷ σωτηρίῳ σημείῳ πάσης ἀντικειμένης καὶ πολεμίας δυνάμεως ἀμυντηρίῳ διὰ παντὸς ἐχρῆτο βασιλεύς, τῶν τε στρατοπέδων ἁπάντων ἡγεῖσθαι τὰ τούτου ὁμοιώματα προσέταττεν.

XXXII. Ἀλλὰ ταῦτα σμικρὸν ὕστερον. κατὰ δὲ τὸν δηλωθέντα χρόνον τὴν παράδοξον καταπλαγεὶς ὄψιν, οὐδ’ ἕτερον θεὸν ἢ τὸν ὀφθέντα δοκιμάσας σέβειν, τοὺς τῶν αὐτοῦ λόγων μύστας ἀνεκαλεῖτο, καὶ τίς εἴη θεὸς [οὗτος] ἠρώτα τίς τε ὁ τῆς ὀφθείσης ὄψεως τοῦ σημείου λόγος. οἱ δὲ τὸν μὲν εἶναι θεὸν ἔφασαν θεοῦ τοῦ ἑνὸς καὶ μόνου μονογενῆ παῖδα, τὸ δὲ σημεῖον τὸ φανὲν σύμβολον μὲν ἀθανασίας εἶναι, τρόπαιον δ’ ὑπάρχειν τῆς κατὰ τοῦ θανάτου νίκης, ἣν ἐποιήσατό ποτε παρελθὼν ἐπὶ γῆς, ἐδίδασκόν τε τὰς τῆς παρόδου αἰτίας, τὸν ἀκριβῆ λόγον αὐτῷ τῆς κατ’ ἀνθρώπους οἰκονομίας ὑποτιθέμενοι. ὁ δὲ καὶ τούτοις μὲν ἐμαθητεύετο τοῖς λόγοις, θαῦμα δ’ εἶχε τῆς ὀφθαλμοῖς αὐτῷ παραδοθείσης θεοφανείας, συμβάλλων τε τὴν οὐράνιον ὄψιν τῇ τῶν λεγομένων ἑρμηνείᾳ τὴν διάνοιαν ἐστηρίζετο, θεοδίδακτον αὐτῷ τὴν τούτων γνῶσιν παρεῖναι πειθόμενος. καὶ αὐτὸς δ’ ἤδη τοῖς ἐνθέοις ἀναγνώσμασι προσέχειν ἠξίου. καὶ δὴ τοὺς τοῦ θεοῦ ἱερέας παρέδρους αὑτῷ ποιησάμενος τὸν ὀφθέντα θεὸν πάσαις δεῖν ᾤετο θεραπείαις τιμᾶν. κἄπειτα φραξάμενος ταῖς εἰς αὐτὸν ἀγαθαῖς ἐλπίσιν ὡρμᾶτο λοιπὸν τοῦ τυραννικοῦ πυρὸς τὴν ἀπειλὴν κατασβέσων.

XXXIII. Καὶ γὰρ δὴ πολὺς ἦν ὁ ταύτῃ προαρπάσας τὴν βασιλεύουσαν πόλιν δυσσεβείαις καὶ ἀνοσιουργίαις ἐγχειρῶν, ὡς μηδὲν τόλμημα παρελθεῖν μιαρᾶς καὶ ἀκαθάρτου πράξεως. διαζευγνύς γέ τοι τῶν ἀνδρῶν τὰς κατὰ νόμον γαμετάς, αὐταῖς ἐνυβρίζων αἰσχροτάτως τοῖς ἀνδράσιν ἀπέπεμπε, καὶ ταῦτ’ οὐκ ἀσήμοις οὐδ’ ἀφανέσιν, ἀλλ’ αὐτοῖς ἐμπαροινῶν τοῖς τὰ πρωτεῖα τῆς Ῥωμαίων συγκλήτου βουλῆς κατέχουσι. μυρίαις μὲν οὖν ἐλευθέραις γυναιξὶν ἐνυβρίζων αἰσχρῶς, οὐκ εἶχεν ὅπως ἐμπλήσειε τὴν ἀκρατῆ καὶ ἀκόλαστον αὐτοῦ ψυχήν. ὡς δὲ καὶ Χριστιαναῖς ἐνεχείρει, {καὶ} οὐκέθ’ οἷός τ’ ἦν εὐπορίαν [ταῖς μοιχείαις] ἐπινοεῖν. θᾶττον γοῦν τὴν ψυχὴν θανατῶσαι ἢ τὸ σῶμα αὐτῷ παρεχώρουν ἐπὶ φθορὰν αὗται. XXXIV. μία γοῦν τις τῶν αὐτόθι συγκλητικῶν ἀνδρῶν τὴν ἔπαρχον διεπόντων ἐξουσίαν, ὡς ἐπιστάντας τῷ οἴκῳ τοὺς τὰ τοιαῦτα τῷ τυράννῳ διακονουμένους ἐπύθετο (Χριστιανὴ δ’ ἦν), τόν τ’ ἄνδρα τὸν αὑτῆς ἔγνω δέους ἕνεκα λαβόντας ἀπάγειν αὐτὴν κελεῦσαι, βραχὺν ὑποπαραιτησαμένη χρόνον, ὡς ἂν τοῦ σώματος τὸν συνήθη περιβάλοιτο κόσμον, εἴσεισιν ἐπὶ τοῦ ταμείου καὶ μονωθεῖσα ξίφος κατὰ τοῦ στέρνου πήγνυσι, θανοῦσά τε παραχρῆμα τὸν μὲν νεκρὸν τοῖς προαγωγοῖς καταλείπει, ἔργοις δ’ ἁπάσης γεγωνοτέροις φωνῆς, ὅτι μόνον χρῆμα ἀήττητόν τε καὶ ἀνώλεθρον ἡ βοωμένη παρὰ Χριστιανοῖς σωφροσύνη πέφυκεν, εἰς πάντας ἀνθρώπους τούς τε νῦν ὄντας καὶ τοὺς μετέπειτα γενησομένους ἐξέφηνεν. αὕτη μὲν οὖν τοιαύτη τις ὤφθη·

XXXV. Τὸν δὲ τοῖς τοιούτοις ἐπιτολμῶντα πάντες ὑπεπτηχότες, δῆμοι καὶ ἄρχοντες, ἔνδοξοί τε καὶ ἄδοξοι, δεινῇ κατετρύχοντο τυραννίδι, καὶ οὐδ’ ἠρεμούντων καὶ τὴν πικρὰν φερόντων δουλείαν ἀπαλλαγή τις ὅμως ἦν τῆς τοῦ τυράννου φονώσης ὠμότητος. ἐπὶ σμικρᾷ γοῦν ἤδη ποτὲ προφάσει τὸν δῆμον εἰς φόνον τοῖς ἀμφ’ αὐτὸν δορυφόροις ἐξεδίδου, καὶ ἐκτείνετο μυρία πλήθη τοῦ δήμου Ῥωμαίων ἐπ’ αὐτοῦ μέσου τοῦ ἄστεος οὐ Σκυθῶν οὐδὲ βαρβάρων ἀλλ’ αὐτῶν τῶν οἰκείων δόρασι καὶ πανοπλίαις. συγκλητικῶν γε μὴν φόνος ὅσος δι’ ἐπιβουλὴν ἐνηργεῖτο τῆς ἑκάστου περιουσίας, οὐδ’ ἐξαριθμήσασθαι δυνατόν, ἄλλοτε ἄλλαις πεπλασμέναις αἰτίαις μυρίων ἀναιρουμένων.

XXXVI. Ἡ δὲ τῶν κακῶν τῷ τυράννῳ κορωνὶς ἐπὶ γοητείαν ἤλαυνε, μαγικαῖς ἐπινοίαις τοτὲ μὲν γυναῖκας ἐγκύμονας ἀνασχίζοντος, τοτὲ δὲ νεογνῶν σπλάγχνα βρεφῶν διερευνωμένου λέοντάς τε κατασφάττοντος καί τινας ἀρρητοποιίας ἐπὶ δαιμόνων προκλήσεις καὶ ἀποτροπιασμὸν τοῦ πολέμου συνισταμένου· διὰ τούτων γὰρ τῆς νίκης κρατήσειν ἤλπιζεν. οὕτω μὲν οὖν ἐπὶ Ῥώμης τυραννῶν οὐδ’ ἔστιν εἰπεῖν οἷα δρῶν τοὺς ὑπηκόους κατεδουλοῦτο, ὥστ’ ἤδη τῶν ἀναγκαίων τροφῶν ἐν ἐσχάτῃ σπάνει καὶ ἀπορίᾳ καταστῆναι, ὅσην ἐπὶ Ῥώμης οὐδ’ ἄλλοτέ ποτε οἱ καθ’ ἡμᾶς γενέσθαι μνημονεύουσιν.

XXXVII. Ἀλλὰ γὰρ τούτων ἁπάντων οἶκτον ἀναλαβὼν Κωνσταντῖνος πάσαις παρασκευαῖς ὡπλίζετο κατὰ τῆς τυραννίδος. προστησάμενος δῆτα ἑαυτοῦ θεὸν τὸν ἐπὶ πάντων σωτῆρά τε καὶ βοηθὸν ἀνακαλεσάμενος τὸν Χριστόν, αὐτοῦ [τε τὸ] νικητικὸν τρόπαιον τὸ δὴ σωτήριον σημεῖον τῶν ἀμφ’ αὐτὸν ὁπλιτῶν τε καὶ δορυφόρων προτάξας ἡγεῖτο πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος. Μαξεντίου δῆτα μᾶλλον ταῖς κατὰ γοητείαν μηχαναῖς ἢ τῇ τῶν ὑπηκόων ἐπιθαρροῦντος εὐνοίᾳ, προελθεῖν δ’ οὐδ’ ὅσον πυλῶν τοῦ ἄστεος ἐπιτολμῶντος, ὁπλιτῶν δ’ ἀναρίθμῳ πλήθει καὶ στρατοπέδων λόχοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν ὅση τις ὑπ’ αὐτῷ δεδούλωτο φραξαμένου, ὁ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ καὶ τρίτῃ τοῦ τυράννου παρατάξει εὖ μάλα τε πάσας ἐξ αὐτῆς πρώτης ὁρμῆς χειρωσάμενος, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλῶν χώρας.

XXXVIII. Ἤδη δ’ αὐτῆς Ῥώμης ἄγχιστα ἦν. εἶθ’ ὡς μὴ τοῦ τυράννου χάριν Ῥωμαίοις πολεμεῖν ἐξαναγκάζοιτο, θεὸς αὐτὸς οἷα δεσμοῖς τισι τὸν τύραννον πορρωτάτω πυλῶν ἐξέλκει, καὶ τὰ πάλαι δὴ κατ’ ἀσεβῶν ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐταῖς ἐνεργείαις ἅπασιν ἁπλῶς εἰπεῖν πιστοῖς ἅμα καὶ ἀπίστοις ὀφθαλμοῖς τὰ παράδοξα θεωμένοις ἐπιστώσατο. ὥσπερ γοῦν ἐπ’ αὐτοῦ ποτε Μωϋσέως τοῦ τε θεοσεβοῦς Ἑβραίων γένους «ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν καὶ ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ», κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος οἵ τ’ ἀμφ’ αὐτὸν ὁπλῖται καὶ δορυφόροι «ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος», ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμόν, ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεπήξατο, ὧδέ πῃ ἑλεῖν τὸν τῷ θεῷ φίλον ἐλπίσας. ἀλλὰ τῷδε μὲν δεξιὸς παρῆν ὁ αὐτοῦ θεός, ὁ δ’ ἄρα τὰς κρυφίους μηχανὰς καθ’ ἑαυτοῦ δείλαιος συνίστη. ἐφ’ ᾧ καὶ ἦν εἰπεῖν, ὡς ἄρα «λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» οὕτω δῆτα θεοῦ νεύματι τῶν ἐπὶ τοῦ ζεύγματος μηχανῶν τοῦ τ’ ἐν αὐτοῖς ἐγκρύμματος οὐ κατὰ καιρὸν τὸν ἐλπισθέντα <διαρρυεισῶν> ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δείλαιος, εἶτα δὲ καὶ οἱ ἀμφ’ αὐτὸν ὑπασπισταί τε καὶ δορυφόροι, ᾗ τὰ θεῖα προανεφώνει λόγια, «ἔδυσαν ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ.» ὥστ’ εἰκότως ἂν εἰ καὶ μὴ λόγοις, ἔργοις δ’ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωϋσέα τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν· «ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν, βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν·» καί «τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; δεδοξασμένος ἐν ἁγίοις, θαυμαστὸς ἐνδόξως ποιῶν τέρατα.»

XXXIX. Ταῦτά τε καὶ ὅσα τούτοις ἀδελφὰ Κωνσταντῖνος τῷ πανηγεμόνι καὶ τῆς νίκης αἰτίῳ κατὰ καιρὸν ὁμοίως τῷ μεγάλῳ θεράποντι ἔργοις αὐτοῖς ἀνυμνήσας, μετ’ ἐπινικίων εἰσήλαυνεν εἰς τὴν βασιλεύουσαν πόλιν. πάντες δ’ ἀθρόως αὐτὸν οἵ τ’ ἀπὸ τῆς συγκλήτου βουλῆς οἵ τ’ ἄλλως ἐπιφανεῖς καὶ διάσημοι τῶν τῇδε, ὥσπερ ἐξ εἱργμῶν ἠλευθερωμένοι, σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν αὐταῖς ψυχαῖς μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑπεδέχοντο, ὁμοῦ τ’ ἄνδρες ἅμα γυναιξὶ καὶ παισὶ καὶ οἰκετῶν μυρίοις πλήθεσι λυτρωτὴν αὐτὸν σωτῆρά τε καὶ εὐεργέτην βοαῖς ἀσχέτοις ἐπεφώνουν. ὁ δ’ ἔμφυτον τὴν εἰς τὸν θεὸν εὐσέβειαν κεκτημένος μήτ’ ἐπὶ ταῖς βοαῖς χαυνούμενος μήτ’ ἐπαιρόμενος τοῖς ἐπαίνοις, τῆς δ’ ἐκ θεοῦ συνῃσθημένος βοηθείας, εὐχαριστήριον ἀπεδίδου παραχρῆμα εὐχὴν τῷ τῆς νίκης αἰτίῳ. XL. γραφῇ τε μεγάλῃ καὶ στήλαις ἅπασιν ἀνθρώποις τὸ σωτήριον ἀνεκήρυττε σημεῖον, μέσῃ τῇ βασιλευούσῃ πόλει μέγα τρόπαιον τουτὶ κατὰ τῶν πολεμίων ἐγείρας, διαρρήδην δὲ ἀνεξαλείπτοις ἐγχαράξας τύποις σωτήριον τουτὶ σημεῖον τῆς Ῥωμαίων ἀρχῆς καὶ τῆς καθόλου βασιλείας φυλακτήριον. αὐτίκα δ’ οὖν ὑψηλὸν δόρυ σταυροῦ σχήματι ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἐν ἀνδριάντι κατειργασμένης τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένων ἐν τόπῳ στήσαντας αὐτὴν δὴ ταύτην τὴν γραφὴν ῥήμασιν αὐτοῖς ἐγχαράξαι τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ· «Τούτῳ τῷ σωτηριώδει σημείῳ τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας τὴν «πόλιν ὑμῶν ζυγοῦ τυραννικοῦ διασωθεῖσαν ἠλευθέρωσα· ἔτι μὴν καὶ τὴν «σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι «ἐλευθερώσας ἀποκατέστησα.»

XLI. Ὁ μὲν οὖν θεοφιλὴς βασιλεὺς ὧδέ πῃ τῇ τοῦ νικοποιοῦ σταυροῦ ὁμολογίᾳ λαμπρυνόμενος σὺν παρρησίᾳ πάσῃ τὸν υἱὸν τοῦ θεοῦ Ῥωμαίοις αὐτοῖς γνώριμον ἐποίει. πάντες δ’ ἀθρόως οἱ τὴν πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμων πλήθεσιν, ὡσανεὶ πικρᾶς καὶ τυραννικῆς ἀναπνεύσαντες δυναστείας, φωτὸς ἀπολαύειν ἐδόκουν καθαρωτέρων αὐγῶν καινοῦ τε καὶ νέου βίου παλιγγενεσίας μετέχειν. ἔθνη τε πάνθ’ ὅσα ὠκεανῷ τῷ κατὰ δύοντα ἥλιον περιωρίζετο, τῶν πρὶν συνεχόντων κακῶν ἠλευθερωμένα, πανηγύρεσι φαιδραῖς εὐφραινόμενα τὸν καλλίνικον τὸν θεοσεβῆ τὸν κοινὸν εὐεργέτην ἀνυμνοῦντα διετέλει, φωνῇ τε μιᾷ καὶ ἑνὶ στόματι κοινὸν ἀγαθὸν ἀνθρώποις ἐκ θεοῦ χάριτος οἱ πάντες Κωνσταντῖνον ὡμολόγουν ἐπιλάμψαι.

Ἡπλοῦτο δὲ καὶ βασιλικὸν ἁπανταχοῦ γράμμα, τοῖς μὲν τὰς ὑπάρξεις ἀφαρπαγεῖσι τὴν τῶν οἰκείων ἀπόλαυσιν δωρούμενον, τοὺς δ’ ἄδικον ἐξορίαν ὑπομείναντας ἐπὶ τὰς σφῶν ἀνακαλούμενον ἑστίας, ἠλευθέρου δὲ καὶ δεσμῶν παντός τε κινδύνου καὶ δέους τοὺς ὑπὸ τῆς τυραννικῆς ὠμότητος τούτοις ὑποβεβλημένους.

XLII. Βασιλεὺς δ’ αὐτὸς τοὺς τοῦ θεοῦ λειτουργοὺς συγκαλῶν, θεραπείας αὐτοὺς διὰ τιμῆς ἄγων τῆς ἀνωτάτω ἠξίου, ἔργοις καὶ λόγοις τοὺς ἄνδρας ὡσανεὶ τῷ αὐτοῦ θεῷ καθιερωμένους φιλοφρονούμενος. ὁμοτράπεζοι δῆτα συνῆσαν αὐτῷ ἄνδρες εὐτελεῖς μὲν τῇ τοῦ σχήματος ὀφθῆναι περιβολῇ, ἀλλ’ οὐ τοιοῦτοι καὶ αὐτῷ νενομισμένοι, ὅτι μὴ τὸν ὁρώμενον τοῖς πολλοῖς ἄνθρωπον τὸν δ’ ἐν ἑκάστῳ τιμώμενον ἐποπτεύειν ἐδόκει θεόν. ἐπήγετο δ’ αὐτοὺς καὶ ὅποι ποτὲ στέλλοιτο πορείαν, κἀν τούτῳ τὸν θεραπευόμενον πρὸς αὐτῶν δεξιὸν αὐτῷ παρεῖναι πειθόμενος. ναὶ μὴν καὶ ταῖς ἐκκλησίαις τοῦ θεοῦ πλουσίας τὰς παρ’ ἑαυτοῦ παρεῖχεν ἐπικουρίας, ἐπαύξων μὲν καὶ εἰς ὕψος αἴρων τοὺς εὐκτηρίους οἴκους, πλείστοις δ’ ἀναθήμασι τὰ σεμνὰ τῶν τῆς ἐκκλησίας καθηγιασμένων φαιδρύνων.

XLIII. Παντοίας τε χρημάτων διαδόσεις τοῖς ἐνδεέσι ποιούμενος, τούτων δ’ ἐκτὸς καὶ τοῖς ἔξωθεν αὐτῷ προσιοῦσι φιλάνθρωπον καὶ εὐεργετικὸν παρέχων ἑαυτόν, τοῖς μὲν ἐπ’ ἀγορᾶς μεταιτοῦσιν οἰκτροῖς τισι καὶ ἀπερριμμένοις οὐ χρημάτων μόνον οὐδέ γε τῆς ἀναγκαίας τροφῆς ἀλλὰ καὶ σκέπης εὐσχήμονος τοῦ σώματος προὐνόει, τοῖς δ’ εὖ μὲν τὰ πρῶτα γεγονόσι βίου δὲ μεταβολῇ δυστυχήσασι δαψιλεστέρας παρεῖχε τὰς χορηγίας, βασιλικῷ γέ τοι φρονήματι μεγαλοπρεπεῖς τὰς εὐποιίας τοῖς οὕτως ἔχουσι παρέχων· τοῖς μὲν γὰρ ἀγρῶν κτήσεις ἐδωρεῖτο, τοὺς δὲ διαφόροις ἀξιώμασιν ἐτίμα. καὶ τῶν μὲν ὀρφανίαν δυστυχησάντων ἐν πατρὸς ἐπεμέλετο χώρᾳ, γυναικῶν δὲ χηρῶν τὸ ἀπερίστατον ἀνακτώμενος δι’ οἰκείας ἐτημέλει κηδεμονίας, ὥστ’ ἤδη καὶ γάμοις ζευγνύναι γνωρίμοις αὐτῷ καὶ πλουσίοις ἀνδράσι κόρας ἐρημίᾳ γονέων ὀρφανισθείσας· καὶ ταῦτ’ ἔπραττε προσδιδοὺς ταῖς γαμουμέναις ὅσα ἐχρῆν τοῖς λαμβάνουσι πρὸς γάμου κοινωνίαν εἰσφέρειν. ὥσπερ δ’ ἀνίσχων ὑπὲρ γῆς ἥλιος ἀφθόνως τοῖς πᾶσι τῶν τοῦ φωτὸς μεταδίδωσι μαρμαρυγῶν, κατὰ τὰ αὐτὰ δὴ καὶ Κωνσταντῖνος ἅμα ἡλίῳ ἀνίσχοντι τῶν βασιλικῶν οἴκων προφαινόμενος, ὡσανεὶ συνανατέλλων τῷ κατ’ οὐρανὸν φωστῆρι, τοῖς εἰς πρόσωπον αὐτῷ παριοῦσιν ἅπασι φωτὸς αὐγὰς τῆς οἰκείας ἐξέλαμπε καλοκαγαθίας. οὐκ ἦν τ’ ἄλλως αὐτῷ πλησίον γενέσθαι μὴ οὐχὶ ἀγαθοῦ τινος ἀπολαύσαντα, οὐδ’ ἦν ποτ’ ἐκπεσεῖν ἐλπίδος χρηστῆς τοῖς τῆς παρ’ αὐτοῦ τυχεῖν ἐπικουρίας προσδοκήσασι.

XLIV. Κοινῶς μὲν οὖν πρὸς ἅπαντας ἦν τοιοῦτος. ἐξαίρετον δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τὴν παρ’ αὐτοῦ νέμων φροντίδα, διαφερομένων τινῶν πρὸς ἀλλήλους κατὰ διαφόρους χώρας, οἷά τις κοινὸς ἐπίσκοπος ἐκ θεοῦ καθεσταμένος συνόδους τῶν τοῦ θεοῦ λειτουργῶν συνεκρότει. ἐν μέσῃ δὲ τῇ τούτων διατριβῇ οὐκ ἀπαξιῶν παρεῖναί τε καὶ συνιζάνειν κοινωνὸς τῶν ἐπισκοπουμένων ἐγίνετο, τὰ τῆς εἰρήνης τοῦ θεοῦ βραβεύων τοῖς πᾶσι, καθῆστό τε καὶ μέσος ὡσεὶ καὶ τῶν πολλῶν εἷς, δορυφόρους μὲν καὶ ὁπλίτας καὶ πᾶν τὸ σωματοφυλάκων γένος ἀποσεισάμενος, τῷ δὲ τοῦ θεοῦ φόβῳ κατημφιεσμένος τῶν τε πιστῶν ἑταίρων τοῖς εὐνουστάτοις περιεστοιχισμένος. εἶθ’ ὅσους μὲν ἑώρα τῇ κρείττονι γνώμῃ πειθηνίους πρὸς εὐσταθῆ τε καὶ ὁμογνώμονα παρεσκευασμένους τρόπον, εὖ μάλα τούτους ἀπεδέχετο, χαίροντα δεικνὺς ἑαυτὸν τῇ κοινῇ πάντων ὁμονοίᾳ, τοὺς δ’ ἀπειθῶς ἔχοντας ἀπεστρέφετο.

XLV. Ἤδη δέ τινας καὶ κατ’ αὐτοῦ τραχυνομένους ἔφερεν ἀνεξικάκως, ἠρεμαίᾳ καὶ πραείᾳ φωνῇ σωφρονεῖν ἀλλὰ μὴ στασιάζειν τούτοις ἐγκελευόμενος. τούτων δ’ οἱ μὲν ἀπηλλάττοντο καταιδούμενοι τὰς παραινέσεις, τοὺς δ’ ἀνιάτως πρὸς σώφρονα λογισμὸν ἔχοντας τῷ θεῷ παραδιδοὺς ἠφίει, μηδὲν μηδαμῶς αὐτὸς κατά τινος λυπηρὸν διανοούμενος.

Ἔνθεν εἰκότως τοὺς ἐπὶ τῆς Ἄφρων χώρας διαστασιάζοντας εἰς τοσοῦτον συνέβαινεν ἐπιτριβῆς ἐλαύνειν ὡς καὶ τολμηροῖς τισιν ἐγχειρεῖν, πονηροῦ τινος ὡς ἔοικε δαίμονος βασκαίνοντος τῇ τῶν παρόντων ἀγαθῶν ἀφθονίᾳ παρορμῶντός τ’ εἰς ἀτόπους πράξεις τοὺς ἄνδρας, ὡς ἂν κινήσειε κατ’ αὐτῶν τὸν βασιλέως θυμόν. οὐ μὴν προὐχώρει τῷ φθόνῳ, γέλωτα τιθεμένου βασιλέως τὰ πραττόμενα καὶ τὴν ἐκ τοῦ πονηροῦ κίνησιν συνιέναι φάσκοντος· μὴ γὰρ σωφρονούντων εἶναι ἀνδρῶν τὰ τολμώμενα ἀλλ’ ἢ πάντῃ παρακοπτόντων ἢ ὑπὸ τοῦ πονηροῦ δαίμονος οἰστρουμένων, οὓς ἐλεεῖσθαι μᾶλλον ἢ κολάζεσθαι χρῆναι· αὐτὸν δὲ κατὰ μηδένα τρόπον ζημιοῦσθαι πρὸς τῆς τῶν ἀφραινόντων μανίας, ἢ ὅσον τὸ συμπαθεῖν αὐτοῖς ὑπερβολῇ φιλανθρωπίας.

XLVI. Ὧδε μὲν οὖν τὸν τῶν ἁπάντων ἔφορον θεὸν διὰ πάσης βασιλεὺς θεραπεύων πράξεως [ἄτρυτον] ἐποιεῖτο τὴν τῶν ἐκκλησιῶν αὐτοῦ πρόνοιαν. θεὸς δ’ αὐτὸν ἀμειβόμενος πάντα γένη βαρβάρων τοῖς αὐτοῦ καθυπέταττε ποσίν, ὡς πάντῃ καὶ πανταχοῦ τρόπαια κατ’ ἐχθρῶν ἐγείρειν, νικητήν τ’ αὐτὸν παρὰ τοῖς πᾶσιν ἀνεκήρυττεν ἐπίφοβόν τε ἐχθροῖς καὶ πολεμίοις καθίστη, οὐκ ὄντα τὴν φύσιν τοιοῦτον ἡμερώτατον δὲ καὶ πραότατον καὶ φιλανθρωπότατον εἴ τις πώποτε καὶ ἄλλος.

XLVII. Ἐν τούτοις δ’ ὄντι αὐτῷ μηχανὴν θανάτου συρράπτων ἁλοὺς τῶν τὴν ἀρχὴν ἀποθεμένων ὁ δεύτερος αἰσχίστῳ καταστρέφει θανάτῳ. [πρώτου] δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς ἀνδριάντας τε καὶ ὅσα ἄλλα τοιαῦτα ἐπ’ ἀναθέσει τιμῆς νενόμιστο πανταχοῦ γῆς ὡς ἀνοσίου καὶ δυσσεβοῦς καθῄρουν. εἶτα δὲ καὶ μετὰ τοῦτον τῶν πρὸς γένους ἕτεροι κρυφίους αὐτῷ συρράπτοντες ἐπιβουλὰς ἡλίσκοντο, παραδόξως τοῦ θεοῦ τὰς τούτων ἁπάντων βουλὰς τῷ αὐτοῦ θεράποντι διὰ φασμάτων ἐκκαλύπτοντος. καὶ γὰρ δὴ καὶ θεοφανείας αὐτὸν πολλάκις ἠξίου, παραδοξότατα θείας ὄψεως ἐπιφαινομένης αὐτῷ παντοίας τε παρεχούσης πραγμάτων ἔσεσθαι μελλόντων προγνώσεις. τὰ μὲν οὖν ἐκ θεοῦ χάριτος ἀδιήγητα θαύματα οὐδ’ ἔστι λόγῳ περιλαβεῖν δυνατόν, ὅσα περ θεὸς αὐτὸς τῷ αὐτοῦ θεράποντι παρέχειν ἠξίου· οἷς δὴ πεφραγμένος ἐν ἀσφαλεῖ λοιπὸν τὴν ζωὴν διῆγε, χαίρων μὲν ἐπὶ τῇ τῶν ἀρχομένων εὐνοίᾳ, χαίρων δὲ καὶ ἐφ’ οἷς τοὺς ὑπ’ αὐτὸν πάντας εὔθυμον διατελοῦντας ἑώρα βίον, ὑπερβαλλόντως δ’ ἐνευφραινόμενος τῇ τῶν ἐκκλησιῶν τοῦ θεοῦ φαιδρότητι.

XLVIII. Οὕτω δ’ ἔχοντι δεκαετὴς αὐτῷ τῆς βασιλείας ἠνύετο χρόνος· ἐφ’ ᾧ δὴ πανδήμους ἐκτελῶν ἑορτὰς τῷ πάντων βασιλεῖ θεῷ εὐχαρίστους εὐχὰς ὥσπερ τινὰς ἀπύρους καὶ ἀκάπνους θυσίας ἀνεπέμπετο. ἀλλ’ ἐπὶ μὲν τούτοις χαίρων διετέλει, οὐ μὴν καὶ ἐφ’ οἷς ἀκοῇ περὶ τῶν κατὰ τὴν ἑῴαν τρυχομένων ἐθνῶν ἐπυνθάνετο.

XLIX. Δεινὸς γάρ τις αὐτῷ κἀνταῦθα τῇ τ’ ἐκκλησία τοῦ θεοῦ τοῖς τε λοιποῖς ἐπαρχιώταις ἐφεδρεύειν ἀπηγγέλλετο θήρ, τοῦ πονηροῦ δαίμονος ὥσπερ ἁμιλλωμένου τοῖς παρὰ τῷ θεοφιλεῖ πραττομένοις τἀναντία κατεργάζεσθαι, ὡς δοκεῖν τὴν σύμπασαν ὑπὸ Ῥωμαίοις ἀρχὴν δυσὶ τμήμασιν ἀποληφθεῖσαν ἐοικέναι νυκτὶ καὶ ἡμέρᾳ, σκότους μὲν τοῖς τὴν ἑῴαν λαχοῦσιν ἐπιπολάζοντος, ἡμέρας δὲ τηλαυγεστάτης τοῖς τῆς θατέρας μοίρας οἰκήτορσι καταλαμπούσης· οἷς μυρίων ἀγαθῶν ἐκ θεοῦ πρυτανευομένων, οὐκ ἦν τῷ μισοκάλῳ φθόνῳ φορητὴ ἡ τῶν γινομένων θέα, ὥσπερ οὖν οὐδὲ τῷ θάτερον μέρος τῆς οἰκουμένης καταπονοῦντι τυράννῳ, ὃς εὖ φερομένης τῆς ἀρχῆς αὐτῷ Κωνσταντίνου τε τοσούτου βασιλέως ἐπιγαμβρίας ἠξιωμένος, μιμήσεως μὲν τοῦ θεοφιλοῦς ἀπελιμπάνετο, τῆς δὲ τῶν δυσσεβῶν προαιρέσεως ἐζήλου τὴν κακοτροπίαν, καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι τῇ γνώμῃ μᾶλλον ἢ ταῖς τοῦ κρείττονος φιλικαῖς δεξιαῖς ἐπειρᾶτο.

L. Πόλεμον δ’ οὖν ἄσπονδον πρὸς τὸν εὐεργέτην αἴρεται, οὐ φιλικῶν νόμων οὐχ ὁρκωμοσιῶν οὐ συγγενείας οὐ συνθηκῶν μνήμην ἐν διανοίᾳ λαμβάνων. ὁ μὲν γὰρ φιλανθρωπότατος εὐνοίας αὐτῷ παρέχων ἀληθοῦς σύμβολα, τῆς ἐκ πατέρων συγγενείας βασιλικοῦ τ’ ἀνέκαθεν αἵματος κοινωνὸν γενέσθαι ἠξίου γάμῳ τὴν ἀδελφὴν συνάψας, τῆς τε κατὰ πάντων ἀπολαύειν ἀρχῆς τῶν τὴν ἑῴαν λαχόντων παρεῖχε τὴν ἐξουσίαν, ὁ δὲ τούτοις τἀναντία γινώσκων παντοίας κατὰ τοῦ κρείττονος μηχανὰς συνεσκευάζετο ἄλλοτ’ ἄλλους ἐπινοῶν ἐπιβουλῆς τρόπους, ὡς ἂν κακοῖς τὸν εὐεργέτην ἀμείψοιτο. καὶ τὰ μὲν πρῶτα φιλίαν ὑποκρινόμενος δόλῳ καὶ ἀπάτῃ πάντ’ ἔπραττεν, ἐφ’ οἷς ἐτόλμα λήσεσθαι ἐλπίζων, τῷ δὲ ὁ αὐτοῦ θεὸς τὰς ἐν σκότῳ μηχανωμένας ἐπιβουλὰς καταφώρους ἐποίει. ὁ δ’ ὡς ἐπὶ τοῖς πρώτοις ἡλίσκετο, ἐπὶ δευτέρας ἀπάτας ἐχώρει, νῦν μὲν φιλικὰς προτείνων δεξιάς, νῦν δὲ συνθήκας ὁρκωμοσίοις πιστούμενος. εἶτ’ ἀθρόως ἀθετῶν τὰ δεδογμένα, καὶ αὖθις ἀντιβολῶν διὰ πρεσβείας, καὶ πάλιν ἀσχημονῶν ταῖς ψευδολογίαις, τέλος προφανῆ πόλεμον ἀνακηρύττει, ἀπονοίᾳ τε λογισμοῦ κατ’ αὐτοῦ λοιπὸν τοῦ θεοῦ ὃν ἠπίστατο σέβειν τὸν βασιλέα παρατάττεσθαι ὡρμᾶτο.

LI. Πρώτους γέ τοι τοὺς ὑπ’ αὐτῷ [τοῦ θεοῦ] λειτουργοὺς μηδὲν πώποτε πλημμελὲς περὶ τὴν ἀρχὴν διαπονηθέντας ἠρέμα τέως περιειργάζετο, προφάσεις κατ’ αὐτῶν κακοτέχνους θηρώμενος. μηδεμιᾶς γε μὴν εὐπορῶν αἰτίας μηδ’ ἔχων ὅπῃ τοῖς ἀνδράσι καταμέμψοιτο, νόμον ἐκπέμπει διακελευόμενον μηδαμῆ μηδαμῶς ἀλλήλοις ἐπικοινωνεῖν τοὺς ἐπισκόπους, μηδ’ ἐπιδημεῖν αὐτῶν ἐξεῖναί τινι τῇ τοῦ πέλας ἐκκλησίᾳ, μηδέ γε συνόδους μηδὲ βουλὰς καὶ διασκέψεις περὶ τῶν λυσιτελῶν ποιεῖσθαι. τὸ δ’ ἦν ἄρα πρόφασις τῆς καθ’ ἡμῶν ἐπηρείας. ἢ γὰρ παραβαίνοντας τὸν νόμον ἐχρῆν ὑποβάλλεσθαι τιμωρίᾳ, ἢ πειθαρχοῦντας τῷ παραγγέλματι παραλύειν ἐκκλησίας θεσμούς· ἄλλως γὰρ οὐ δυνατὸν τὰ μεγάλα τῶν σκεμμάτων ἢ διὰ συνόδων κατορθώσεως τυγχάνειν· ἐπισκόπων γοῦν οὐδ’ ἑτέρως ἢ μόνως οὕτω γίνεσθαι τὰς χειροθεσίας θεσμοὶ προειλήφασι θεῖοι. καὶ ἄλλως δ’ ὁ θεομισὴς τῷ θεοφιλεῖ τἀναντία πράττειν ἐγνωκὼς τὰ τοιάδε παρήγγελλεν. ὁ μὲν γὰρ τοὺς ἱερεῖς τοῦ θεοῦ τῇ πρὸς τὸν [ἱερὸν νόμον] τιμῇ, εἰρήνης τε καὶ ὁμονοίας ἐξάρχων, ἐπὶ ταὐτὸ συνῆγεν, ὁ δὲ τὰ καλὰ παραλύειν μηχανώμενος διασκεδάζειν τὴν σύμφωνον ἁρμονίαν ἐπειρᾶτο.

LII. Εἶτ’ ἐπειδήπερ ὁ τῷ θεῷ φίλος εἴσω βασιλικῶν οἴκων τοὺς θεράποντας τοῦ θεοῦ δέχεσθαι ἠξίου, τἀναντία φρονῶν ὁ θεομισὴς ἅπαντας τοὺς ὑπ’ αὐτῷ θεοσεβεῖς βασιλικῶν ἀπήλαυνεν οἴκων, αὐτούς τε μάλιστα τοὺς ἀμφ’ αὐτὸν πιστοτάτους καὶ εὐνουστάτους ἄνδρας εἰς ἐξορίαν ἐδίδου, τούς τ’ ἐκ προτέρων ἀνδραγαθημάτων τιμῆς καὶ ἀξιωμάτων παρ’ αὐτῷ λαχόντας δουλεύειν ἑτέροις οἰκετικάς τε ποιεῖσθαι διακονίας προσέταττε, πάντων δὲ τὰς ὑπάρξεις ἀντὶ ἑρμαίου προαρπάζων ἤδη καὶ θάνατον ἠπείλει τοῖς τὸ σωτήριον ἐπιγραφομένοις ὄνομα. ὁ δ’ αὐτός γέ τοι τὴν ψυχὴν ἐμπαθῆ καὶ ἀκόλαστον κεκτημένος μυρίας τε δρῶν μοιχείας ἐπιρρήτους τ’ αἰσχρουργίας, τὸν σωφροσύνης κόσμον <τῆς> τῶν ἀνθρώπων ἀπεγίνωσκε φύσεως, ἐλέγχῳ κακῷ χρώμενος αὐτὸς ἑαυτῷ.

LIII. Διὸ δὴ δεύτερον νόμον ἐτίθει, μὴ δεῖν προστάττων ἄνδρας ἅμα γυναιξὶν ἐπὶ τὰς τοῦ θεοῦ παρεῖναι εὐχάς, μηδ’ ἐπὶ τὰ σεμνὰ τῆς ἀρετῆς διδασκαλεῖα φοιτᾶν τὸ γυναικῶν γένος, μηδ’ ἐπισκόπους καθηγεῖσθαι γυναιξὶ θεοσεβῶν λόγων, γυναῖκας δ’ αἱρεῖσθαι γυναικῶν διδασκάλους.

Γελωμένων δὲ τούτων παρὰ τοῖς πᾶσιν, ἄλλο τι πρὸς καθαίρεσιν τῶν ἐκκλησιῶν ἐμηχανᾶτο, δεῖν φήσας πυλῶν ἐκτὸς ἐπὶ καθαρῷ πεδίῳ τὰς ἐξ ἔθους συγκροτήσεις τῶν λαῶν ποιεῖσθαι· τῶν γὰρ κατὰ πόλιν προσευκτηρίων παρὰ πολὺ τὸν ἐκτὸς πυλῶν ἀέρα τῷ καθαρῷ διαλλάττειν.

LIV. Ὡς δ’ οὐκ εἶχεν οὐδ’ ἐν τούτῳ τοὺς ὑπακούοντας, γυμνῇ λοιπὸν τῇ κεφαλῇ τοὺς κατὰ πόλιν στρατιώτας ἡγεμονικῶν ταγμάτων ἀποβάλλεσθαι, εἰ μὴ τοῖς δαίμοσιν αἱροῖντο θύειν, παρεκελεύετο. ἐγυμνοῦντο δῆτα τῶν κατὰ πᾶν ἔθνος ἀξιωμάτων αἱ τάξεις ἀνδρῶν θεοσεβῶν, ἐγυμνοῦτο δὲ καὶ αὐτὸς ὁ τούτων νομοθέτης εὐχῶν, ὁσίων ἀνδρῶν ἑαυτὸν στερήσας.

Τί δὲ δεῖ τῶν ἐκτὸς μνημονεύειν, ὡς τοὺς ἐν εἱρκταῖς ταλαιπωρουμένους μηδένα μεταδόσει τροφῆς φιλανθρωπεύεσθαι ἐκέλευσε, μηδ’ ἐλεεῖν τοὺς ἐν δεσμοῖς λιμῷ διαφθειρομένους, μηδ’ ἁπλῶς ἀγαθὸν εἶναι μηδένα, μηδ’ ἀγαθόν τι πράττειν τοὺς καὶ πρὸς τῆς φύσεως ἐπὶ τὸ συμπαθὲς τῶν πέλας ἑλκομένους; καὶ ἦν γε νόμων οὗτος ἄντικρυς ἀναιδὴς καὶ παρανομώτατος, πᾶσαν <ἀν>ήμερον ὑπερακοντίζων φύσιν, ἐφ’ ᾧ καὶ τιμωρία προσέκειτο τοὺς ἐλεοῦντας τὰ ἴσα πάσχειν τοῖς ἐλεουμένοις, δεσμοῖς τε καὶ φυλακαῖς καθείργνυσθαι τὴν ἴσην τοῖς καταπονουμένοις ὑπομένοντας τιμωρίαν τοὺς τὰ φιλάνθρωπα διακονουμένους.

LV. Τοιαῦται Λικινίου αἱ διατάξεις. τί δὲ χρὴ τὰς περὶ γάμων αὐτοῦ καινοτομίας ἀπαριθμεῖσθαι ἢ τοὺς ἐπὶ [τοῖς] τὸν βίον μεταλλάττουσι νεωτερισμούς, δι’ ὧν τοὺς παλαιοὺς Ῥωμαίων εὖ καὶ σοφῶς κειμένους νόμους περιγράψαι τολμήσας βαρβάρους τινὰς καὶ ἀνημέρους ἀντεισῆγε, σκήψεις ἐπινοῶν μυρίας κατὰ τῶν ὑπηκόων; ἔνθεν ἀναμετρήσεις ἐπενόει γῆς, ὡς ἂν πλείονα †τῷ μέτρῳ λογίζοιτο τὴν ἐλαχίστην†, δι’ ἀπληστίαν περιττῶν εἰσπράξεων. ἔνθεν τῶν κατ’ ἀγροὺς μηκέτι ὄντων ἀνθρώπων πρόπαλαι δ’ ἐν νεκροῖς κειμένων ἀναγραφὰς ἐποιεῖτο, αἰσχρὸν αὐτῷ κέρδος ἐκ τούτου ποριζόμενος. οὐ γὰρ εἶχεν αὐτῷ μέτρον ἡ μικρολογία οὐδ’ ἡ ἀπληστία κόρῳ περιωρίζετο. διὸ δὴ πάντας πληρώσας θησαυροὺς χρυσοῦ καὶ ἀργύρου χρημάτων τ’ ἀπείρῳ πλήθει στένων ἀπωδύρετο πτωχείαν, Τανταλείῳ πάθει τὴν ψυχὴν τρυχόμενος. οἵας δ’ ἐφεῦρε κατὰ τῶν μηδὲν ἠδικηκότων ὑπερορίους τιμωρίας, οἵας ὑπαρχόντων δημεύσεις, οἵας εὐπατριδῶν καὶ ἀξιολόγων ἀνδρῶν ἀπαγωγάς, ὧν τὰς κουριδίας γαμετὰς μιαροῖς οἰκέταις ἐφ’ ὕβρει πράξεως αἰσχρᾶς παρεδίδου, ὅσαις δ’ αὐτός, καίπερ ἤδη γήρᾳ τὸ σῶμα πεπαλαιωμένος, γυναιξὶν ὑπάνδροις παρθένοις τε κόραις ἐνεχείρει, οὐ δὴ ταῦτα χρεὼν μηκύνειν, τῆς τῶν ἐσχάτων αὐτοῦ πράξεων ὑπερβολῆς σμικρὰ τὰ πρῶτα καὶ τὸ μηθὲν ἀποδειξάσης.

LVI. Τὸ γοῦν τέλος αὐτῷ τῆς μανίας κατὰ τῶν ἐκκλησιῶν ὡπλίζετο ἐπί τε τοὺς ἐπισκόπους ἐχώρει, οὓς ἂν μάλιστα ἐναντιουμένους ἑώρα καὶ ἐχθροὺς ἡγεῖτο, τοὺς τῷ θεοφιλεῖ καὶ μεγάλῳ βασιλεῖ φίλους. διὸ δὴ μάλιστα καθ’ ἡμῶν τὸν θυμὸν ὠξύνετο, τοῦ σώφρονος παρατραπεὶς λογισμοῦ διαρρήδην τε μανεὶς τὰς φρένας, οὔτε τὴν μνήμην τῶν πρὸ αὐτοῦ Χριστιανοὺς ἐκδιωξάντων ἐν νῷ κατεβάλλετο, οὔθ’ ὧν αὐτὸς ὀλετὴρ καὶ τιμωρὸς δι’ ἃς μετῆλθον ἀσεβείας κατέστη, οὐδ’ ὧν αὐτόπτης γέγονεν, αὐτοῖς παραλαβὼν ὄμμασι τὸν πρωτοστάτην τῶν κακῶν, ὅστις ποτ’ ἦν ἐκεῖνος, θεηλάτῳ μάστιγι πληγέντα.

LVII. Ἐπειδὴ γὰρ τῆς τῶν ἐκκλησιῶν κατῆρχε πολιορκίας οὗτος πρῶτός τε τὴν ἑαυτοῦ ψυχὴν δικαίων καὶ θεοσεβῶν ἐνέφυρεν αἵμασι, θεόπεμπτος αὐτὸν μετήρχετο τιμωρία ἐξ αὐτῆς αὐτοῦ καταρξαμένη σαρκὸς καὶ μέχρι τῆς ψυχῆς προελθοῦσα. ἀθρόα μὲν γὰρ αὐτῷ περὶ τὰ μέσα τῶν ἀπορρήτων τοῦ σώματος ἀπόστασις γίνεται, εἶθ’ ἕλκος ἐν βάθει συριγγῶδες καὶ τούτων ἀνίατος νομὴ κατὰ τῶν ἐνδοτάτων σπλάγχνων, ἀφ’ ὧν ἄλεκτόν τι πλῆθος σκωλήκων βρύειν θανατώδη τε ὀδμὴν ἀποπνεῖν, τοῦ παντὸς ὄγκου τῶν σωμάτων ἐκ πολυτροφίας εἰς ὑπερβολὴν πλήθους πιμελῆς μεταβεβληκότος, ἣν τότε κατασαπεῖσαν ἀφόρητον καὶ φρικτοτάτην τοῖς πλησιάζουσι παρέχειν τὴν θέαν φασί. καὶ δὴ τοσούτοις παλαίων κακοῖς ὀψέ ποτε συναίσθησιν τῶν κατὰ τῆς ἐκκλησίας τετολμημένων αὐτῷ λαμβάνει, κἄπειτα τῷ θεῷ ἐξομολογησάμενος τὸν κατὰ Χριστιανῶν ἀποπαύει διωγμόν, νόμοις τε καὶ διατάγμασι βασιλικοῖς τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχει, τά τε συνήθη πράττειν αὐτοὺς εὐχὰς ὑπὲρ αὐτοῦ ποιουμένους διακελεύεται.

LVIII. Ἀλλ’ ὁ μὲν τοῦ διωγμοῦ κατάρξας τοιαύτην ὑπεῖχε δίκην. τούτων δ’ αὐτόπτης ὁ πρὸς τοῦ λόγου δηλούμενος γεγονὼς ταῦτά τ’ ἀκριβῶς διεγνωκὼς τῇ πείρᾳ, λήθην ἀθρόως ἁπάντων ἐποιεῖτο, οὔτε τὴν κατὰ τοῦ προτέρου ποινὴν ἀνενέγκας τῇ μνήμῃ οὔτε τὴν {ἐκ} τοῦ δευτέρου τιμωρὸν δίκην. ὃς δὴ καὶ αὐτὸς ὑπερβαλέσθαι τὸν πρῶτον ὡς ἐν κακῶν πεφιλοτιμημένος ἀγῶνι, καινοτέρων τιμωριῶν εὑρέσει καθ’ ἡμῶν ἐκαλλωπίζετο. οὐκ ἀπήρκει γὰρ αὐτῷ πῦρ καὶ σίδηρος καὶ προσήλωσις οὐδέ γε θῆρες ἄγριοι καὶ θαλάττης βυθοί, ἤδη δὲ πρὸς ἅπασι τούτοις ξένην τινὰ κόλασιν αὐτὸς ἐφευρών, τὰ τοῦ φωτὸς αἰσθητήρια λυμαίνεσθαι δεῖν ἐνομοθέτει. ἀθρόα δῆτα πλήθη οὐκ ἀνδρῶν μόνον ἀλλὰ καὶ παίδων καὶ γυναικῶν, ὁράσεις δεξιῶν ὀφθαλμῶν ποδῶν τ’ ἀγκύλας σιδήρῳ καὶ καυτῆρσιν ἀχρειούμενα, ταλαιπωρεῖσθαι μετάλλοις παρεδίδοτο. ὧν εἵνεκα καὶ τοῦτον οὐκ εἰς μακρὸν ἡ τοῦ θεοῦ δικαιοκρισία μετῄει, ὅτε δαιμόνων ἐλπίσιν, ὧν δὴ ᾤετο θεῶν, ὁπλιτῶν τε μυριάσιν ἀναρίθμοις ἐπιθαρρήσας πολέμῳ παρετάττετο. τηνικαῦτα γὰρ γυμνωθεὶς τῆς ἐκ θεοῦ ἐλπίδος ὑπεκδύεται τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς τε καὶ ἀνάνδρως ὑποδὺς τὸ πλῆθος δρασμῷ τὴν σωτηρίαν ἐπινοεῖ, κἄπειτα κρυπταζόμενος ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας ἐν οἰκέτου σχήματι διαλανθάνειν ᾤετο. ἀλλ’ οὐχὶ καὶ τὸν μέγαν καὶ τῆς καθόλου προνοίας διαδέδρακεν ὀφθαλμόν. ὡς γὰρ ἐν ἀσφαλεῖ λοιπὸν κεῖσθαι αὐτῷ τὴν ζωὴν ἤλπισε, βέλει θεοῦ πεπυρωμένῳ πληγεὶς πρηνὴς ἔκειτο, θεηλάτῳ πυρὶ τὸ πᾶν δαπανώμενος σῶμα, ὡς τὸ πᾶν εἶδος αὐτῷ τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν ὀστέων {καὶ} κατεσκελετευμένων δίκην εἰδώλων περιλειφθέντων αὐτῷ μόνων. LIX. σφοδροτέρας δὲ τῆς τοῦ θεοῦ πληγῆς ἐνταθείσης προπηδῶσιν αὐτῷ τὰ ὄμματα, τῆς τε οἰκείας λήξεως ἐκπεσόντα πηρὸν αὐτὸν ἀφίησιν, ἃ κατὰ τῶν τοῦ θεοῦ μαρτύρων πρῶτος ἐφεῦρε κολαστήρια, ταῦθ’ ὑπομείναντα δικαιοτάτῃ τοῦ θεοῦ ψήφῳ. καὶ δὴ ἔτ’ ἐμπνέων ἐπὶ τοῖς τοσούτοις ὀψέ ποτε καὶ οὗτος τῷ Χριστιανῶν ἀνθωμολογεῖτο θεῷ καὶ τὰς οἰκείας ἐξηγόρευε θεομαχίας, παλινῳδίας τε συνέταττεν ὁμοίως τῷ προτέρῳ καὶ αὐτός, νόμοις καὶ διατάγμασιν ἐγγράφοις τὴν οἰκείαν περὶ οὓς ᾤετο θεοὺς πλάνην ὁμολογῶν, μόνον δὲ τὸν Χριστιανῶν αὐτῇ πείρᾳ θεὸν ἐγνωκέναι μαρτυρόμενος.

Ταῦτ’ ἔργοις μαθὼν ὁ Λικίνιος ἀλλ’ οὐκ ἀκοῇ παρ’ ἑτέρων πυθόμενος τοῖς αὐτοῖς ἐπεφύετο, ὥσπερ τινὶ σκοτομήνῃ τὴν διάνοιαν ἐγκαλυπτόμενος.


Λόγος β´
Κεφάλαια τοῦ δευτέρου λόγου

Λικινίου διωγμὸς λαθραῖος ἐπισκόπους ἀναιροῦντος ἐν Ἀμασείᾳ τοῦ Πόντου.

Καθαιρέσεις ἐκκλησιῶν καὶ ἐπισκόπων κρεουργίαι.

Ὅπως Κωνσταντῖνος ὑπὲρ Χριστιανῶν διώκεσθαι μελλόντων ἐκινήθη.

Ὅτι Κωνσταντῖνος μὲν παρεσκευάζετο μετ’ εὐχῶν Λικίνιος δὲ μετὰ μαντειῶν εἰς πόλεμον.

Ὅσα Λικίνιος ἐν τῷ ἄλσει θύων εἶπεν περὶ τῶν εἰδώλων καὶ τοῦ Χριστοῦ.

Φαντασίαι κατὰ τὰς ὑπὸ Λικίνιον πόλεις, ὡς τῶν Κωνσταντίνου στρατευμάτων διιόντων.

Ὅτι ἐν πολέμοις ὅπου σταυροειδὲς σημεῖον παρῆν, ἐκεῖ τὰ τῆς νίκης ἐγίνετο.

Ὅτι πεντήκοντα τὸν σταυρὸν φέρειν ἐξελέχθησαν.

Ὅτι τῶν σταυροφόρων ἀνῃρέθη μὲν ὁ φυγών, ὁ δὲ πίστει παραμείνας ἐσώθη.

Συμβολαὶ διάφοροι καὶ Κωνσταντίνου νῖκαι.

Φυγὴ Λικινίου καὶ γοητεῖαι.

Ὅπως Κωνσταντῖνος ἐν σκηνῇ προσευχόμενος ἐνίκα.

Φιλανθρωπία περὶ τοὺς συλλαμβανομένους στρατιώτας.

Ἔτι περὶ τῶν ἐν τῇ σκηνῇ προσευχῶν.

Λικινίου περὶ φιλίας δόλος καὶ εἰδωλολατρία.

Ὅπως μὴ ἀντιπολεμεῖν τῷ σταυρῷ Λικίνιος παρῄνει τοῖς στρατιώταις.

Νίκη Κωνσταντίνου.

Λικινίου θάνατος, καὶ ἐπινίκια περὶ τούτου.

Φαιδρότης καὶ πανηγύρεις.

Ὅπως ὑπὲρ ὁμολογητῶν ἐνομοθέτει Κωνσταντῖνος.

Ὅπως καὶ περὶ μαρτύρων καὶ ἐκκλησιαστικῶν κτημάτων.

Ὅπως καὶ τοὺς δήμους ἀνεκτήσατο.

Ὅτι θεὸν τῶν ἀγαθῶν αἴτιον ἐκήρυττε, καὶ περὶ ἀντιγράφων νόμων.

Νόμος Κωνσταντίνου περὶ τῆς εἰς θεὸν εὐσεβείας καὶ τοῦ χριστιανισμοῦ, ἐν ᾧ ἐστι ταῦτα.

Ὑπόδειγμα ἐκ τῶν παλαιῶν χρόνων.

Περὶ διωχθέντων καὶ διωκτῶν.

Ὅσων ὁ διωγμὸς αἴτιος κακῶν τοῖς πολεμήσασι κατέστη.

Ὅτι θεὸς τῶν καλῶν ὑπηρέτην Κωνσταντῖνον ἐξελέξατο.

Εὐσεβεῖς εἰς θεὸν Κωνσταντίνου φωναὶ καὶ ὁμολογητῶν ἔπαινος.

Νόμος ἀπολύων ἐξορισμοῦ καὶ βουλῆς καὶ δημεύσεως.

Τοὺς ἐν νήσοις ὁμοίως.

Τοὺς ἐν μετάλλοις καὶ δημοσίοις ἀτιμωθέντας.

Περὶ ὁμολογητῶν στρατευσαμένων.

Ἀπολύσεις τῶν ἐν γυναικείοις ἢ εἰς δουλείαν δοθέντων ἐλευθέρων.

Περὶ κληρονομίας οὐσιῶν τῶν μαρτύρων καὶ ὁμολογητῶν καὶ μετοικισθέντων καὶ ταμιευθέντων.

Τῶν μὴ ἐχόντων συγγενεῖς κληρονόμον εἶναι τὴν ἐκκλησίαν καὶ τὰ ὑπ’ αὐτῶν δοθέντα τισὶ βέβαια μένειν.

Ἀποδιδόναι τοὺς κατέχοντας τὰ τοιαῦτα χωρία καὶ κήπους καὶ οἰκίας χωρὶς ὧν ἐκαρπώσαντο.

Ποίῳ τρόπῳ χρὴ περὶ τούτων ἐπιδιδόναι δεήσεις.

Ταῖς ἐκκλησίαις ἀποδοῦναι τὸ ταμεῖον χωρία καὶ κήπους καὶ οἰκίας καὶ λοιπά.

Τὰ μαρτύρια καὶ τὰ κοιμητήρια ταῖς ἐκκλησίαις ἀποδοθῆναι.

Τοὺς ἀγοράσαντας ἐκκλησιαστικὰ ἢ κατὰ δωρεὰν λαβόντας ἀποδοῦναι.

Σέβειν τὸν θεὸν σπουδαίως παραινέσεις.

Ὅπως τὰ νομοθετηθέντα ὑπὸ Κωνσταντίνου δι’ ἔργων ἐτελειοῦτο.

Ὅτι τοὺς ἄρχοντας Χριστιανοὺς προῆγεν· εἰ δὲ καὶ Ἕλληνες ἦσαν, τὸ θύειν αὐτοῖς ἀπηγορεύετο.

Περὶ νόμων κωλυόντων μὲν θυσίας οἰκοδομεῖν δὲ ἐκκλησίας προσταττόντων.

Κωνσταντίνου πρὸς Εὐσέβιον καὶ λοιποὺς ἐπισκόπους περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομῆς, καὶ ὥστε τὰς παλαιὰς ἐπισκευάζειν καὶ μείζονας οἰκοδομεῖν διὰ τῶν ἀρχόντων.

Ὅτι κατὰ εἰδωλολατρίας ἔγραψεν.

Κωνσταντίνου πρὸς τὰς ἐπαρχίας περὶ τῆς πολυθέου πλάνης διάταγμα, ἐν ᾧ προοίμιον περὶ κακίας καὶ ἀρετῆς.

Περὶ τοῦ πατρὸς τοῦ φιλοθέου Κωνσταντίνου καὶ περὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν διωκτῶν.

Ὅτι διὰ τὴν τοῦ Ἀπόλλωνος μαντείαν, ὡς μὴ δυναμένου μαντεύεσθαι διὰ τοὺς δικαίους, ὁ διωγμὸς ἀνεκινήθη.

Ὅτι νέος ὢν ἔτι Κωνσταντῖνος αὐτήκοος γέγονε Διοκλητιανοῦ διὰ τὸ ἀκοῦσαι τοὺς δικαίους εἶναι Χριστιανοὺς τὰ περὶ διωγμοῦ γράψαντος.

Ὅσα εἴδη βασάνων καὶ τιμωριῶν κατὰ Χριστιανῶν ἐτολμήθη.

Ὅτι βάρβαροι Χριστιανοὺς ὑπεδέξαντο.

Οἵα μετῆλθε δίκη τοὺς διὰ τὴν μαντείαν διώκτας.

Δοξολογία Κωνσταντίνου εἰς θεὸν καὶ ὁμολογία περὶ τοῦ σημείου τοῦ σταυροῦ καὶ εὐχὴ περὶ ἐκκλησιῶν καὶ λαῶν.

Ὅτι προσεύχεται μὲν Χριστιανοὺς εἶναι πάντας, οὐκ ἀναγκάζει δέ.

Δοξολογία εἰς θεὸν δι’ υἱοῦ φωτίσαντα τοὺς πλανωμένους.

Δοξολογία πάλιν ἐκ τῆς τοῦ κόσμου λειτουργίας.

Δοξολογία εἰς θεὸν ἀεὶ διδάσκοντα τὰ καλά.

Παραινέσεις ἐπὶ τέλει τοῦ διατάγματος μηδένα μηδενὶ ἐνοχλεῖν.

Ὅπως ἀπὸ τῆς Ἀλεξανδρέων διὰ τὸ κατὰ Ἄρειον ἐκινοῦντο ζητήσεις.

Περὶ τοῦ αὐτοῦ καὶ περὶ Μελιτιανῶν.

Ὅπως περὶ εἰρήνης πέμψας Κωνσταντῖνος ἔγραψεν.

Κωνσταντίνου πρὸς Ἀλέξανδρον τὸν ἐπίσκοπον καὶ Ἄρειον τὸν πρεσβύτερον.

Ὅτι περὶ τῆς εἰρήνης ἐμερίμνα συνήθως.

Ὅτι καὶ τὰς ἐν Ἀφρικῇ ζητήσεις διωρθώσατο.

Ὅτι ἐκ τῆς ἀνατολῆς τὰ τῆς εὐσεβείας ἤρξατο.

Ὅτι λυπηθεὶς διὰ τὴν στάσιν τὰ περὶ εἰρήνης συμβουλεύει.

Πόθεν ἡ Ἀλεξάνδρου καὶ Ἀρείου ζήτησις ἤρξατο, καὶ ὅτι μὴ ἐχρῆν συζητεῖν ταῦτα.

Παραινέσεις περὶ ὁμονοίας.

Μὴ διὰ μικρὰς λέξεις φιλονεικεῖν περὶ τοῦ αὐτοῦ.

Ὅτι δι’ εὐλάβειαν ὑπεραλγῶν δακρύειν ἠναγκάζετο καὶ μέλλων εἰς τὴν ἀνατολὴν ἐπέσχε διὰ ταῦτα.

Ἐπίμονος καὶ μετὰ τὸ γράμμα τοῦτο ταραχὴ τῶν ζητήσεων.

Λόγος β´
I. Ὧδε μὲν οὖν ὁ δηλωθεὶς ἐπὶ τὸν τῶν θεομάχων βυθὸν κατεκρημνίζετο, καὶ ὧν ὀφθαλμοῖς ἐπεῖδε τοὺς ἐπὶ τῆς δυσσεβείας ὀλέθρους, τούτων τὸν ζῆλον ἐπὶ κακῷ τῷ αὐτοῦ μετιών, τὸν κατὰ Χριστιανῶν διωγμὸν ὥσπερ τινὰ πάλαι κατεσβεσμένην πυρὸς ἀκμὴν ἀνερρίπιζε, δεινοτέραν ἢ οἱ πρόσθεν τὴν τῆς δυσσεβείας ἐξάπτων φλόγα. καὶ δὴ οἷά τις θὴρ δεινὸς ἢ σκολιὸς ὄφις περὶ ἑαυτὸν ἰλυσπώμενος, θυμοῦ τε καὶ ἀπειλῆς θεομάχου πνέων, οὔπω μὲν ἐκ τοῦ προφανοῦς διὰ τὸν Κωνσταντίνου φόβον τὰς ὑπ’ αὐτὸν ἐκκλησίας τοῦ θεοῦ πολεμεῖν ἐτόλμα, κρύπτων δὲ τῆς κακίας τὸν ἰὸν λαθραίας καὶ μερικὰς ἐποιεῖτο τὰς κατὰ τῶν ἐπισκόπων συσκευάς, [ἀνῄρει τε] δι’ ἐπιβουλῆς τῶν κατ’ ἔθνος ἀρχόντων τοὺς τούτων δοκιμωτάτους. καὶ ὁ τρόπος δὲ τοῦ κατ’ αὐτῶν φόνου ξενίζων τις ἦν, οἷος οὐδεπώποτ’ ἀκοῇ γνωσθῆναι. τὰ γοῦν ἀμφὶ τὴν Ἀμάσειαν τοῦ Πόντου κατεργασθέντα πᾶσαν ὑπερβολὴν ὠμότητος ὑπερηκόντιζεν.

II. Ἔνθα τῶν ἐκκλησιῶν αἱ μὲν ἐξ ὕψους εἰς ἔδαφος τοῦτο δεύτερον μετὰ τὰς πρώτας καθῃροῦντο πολιορκίας, τὰς δ’ ἀπέκλειον οἱ κατὰ τόπους ἡγεμόνες, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ἐνθέσμους ἀποδιδοίη λατρείας. συντελεῖσθαι γὰρ οὐχ ἡγεῖτο ὑπὲρ αὐτοῦ ταύτας ὁ τὰ τοιάδε προστάττων, συνειδότι φαύλῳ τοῦτο λογιζόμενος, ὑπὲρ δὲ Κωνσταντίνου πάντα πράττειν ἡμᾶς καὶ τὸν θεὸν ἱλεοῦσθαι πέπειστο. οἱ δ’ αὐτοῦ θῶπες ὄντες τινὲς καὶ κόλακες, τὰ φίλα πράττειν τῷ δυσαγεῖ πεπεισμένοι, τοὺς δοκιμωτάτους τῶν ἐκκλησιῶν προέδρους κεφαλικαῖς ὑπέβαλλον τιμωρίαις, ἀπήγοντο δὲ καὶ ἐκολάζοντο ἀπροφασίστως τοῖς μιαιφόνοις ὁμοίως οἱ κατὰ μηδὲν ἠδικηκότες. ἤδη δέ τινες καινοτέραν ὑπέμενον τοῦ βίου τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ κατακρεουργούμενοι τμήματα καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ πάσης τραγικῆς ἀκοῆς φρικτοτάτην κόλασιν θαλαττίοις βυθοῖς ἰχθύσιν εἰς βορὰν ῥιπτούμενοι. φυγαὶ δὴ αὖθις ἐπὶ τούτοις ὥσπερ δὴ καὶ σμικρῷ πρότερον τῶν θεοσεβῶν ἐγίνοντο ἀνδρῶν, καὶ πάλιν ἀγροὶ καὶ πάλιν ἐρημίαι τοὺς τοῦ θεοῦ θεραπευτὰς ὑπεδέχοντο. ἐπεὶ δὲ καὶ ταῦτα τοῦτον προὐχώρει τῷ τυράννῳ τὸν τρόπον, λοιπὸν τὸν κατὰ πάντων ἀνακινεῖν διωγμὸν ἐπὶ διάνοιαν ἐβάλλετο, ἐκράτει τε γνώμης καὶ οὐδὲν ἐμποδὼν ἦν αὐτῷ μὴ οὐχὶ δι’ ἔργων ἤδη χωρεῖν, εἰ δὴ μὴ φθάσας τὸ μέλλον ὁ τῶν οἰκείων ὑπέρμαχος ὡς ἐν σκότῳ καὶ νυκτὶ ζοφωδεστάτῃ φωστῆρα μέγαν ἐξέλαμψε, τὸν αὐτοῦ θεράποντα Κωνσταντῖνον ἐπὶ τὰ τῇδε χειραγωγήσας.

III. Ὃς οὐκέτ’ ἀνεκτὴν εἶναι συνιδὼν τὴν τῶν εἰρημένων ἀκοήν, τὸν σώφρονα συνάγει λογισμόν, καὶ τὸ στερρὸν τοῦ τρόπου τῇ συμφύτῳ φιλανθρωπίᾳ κερασάμενος ἐπὶ τὴν ἄμυναν τῶν καταπονουμένων ἔσπευδε, κρίνας δεῖν εἶναι εὐσεβὲς καὶ ὅσιον ἐκποδὼν ἕνα ποιησάμενον τὸ πλεῖστον τῶν ἀνθρώπων διασώσασθαι γένος· πολλῇ γὰρ αὐτῷ χρωμένῳ φιλανθρωπίᾳ καὶ τὸν οὐ συμπαθείας ἄξιον ἐλεοῦντι, τῷ μὲν μηθὲν γίνεσθαι πλέον, τῆς τῶν κακῶν ἐπιτηδεύσεως μηδαμῶς ἀπαλλαττομένῳ, ἐπαύξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων λύτταν, τοῖς <δὲ> ὑπ’ αὐτοῦ κεκακωμένοις μηδεμίαν ἔτι σωτηρίας ἐλπίδα λείπεσθαι. ταῦτ’ ἐννοήσας βασιλεὺς ἀνυπερθέτως δεξιὰν ὀρέγειν σωτήριον τοῖς εἰς ἔσχατα κακῶν ἐληλακόσιν ὡρμᾶτο. τῆς μὲν οὖν στρατιωτικῆς ἐξοπλίσεως τὴν συνήθη παρασκευὴν ἐποιεῖτο, ἤθροιστό τε αὐτῷ πᾶσα φάλαγξ πεζοῦ τε καὶ ἱππικοῦ τάγματος, ἡγεῖτο δ’ ἐπὶ πάντων τὰ τῆς ἐπὶ τὸν θεὸν ἀγαθῆς ἐλπίδος {διὰ τοῦ προλεχθέντος σημείου} σύμβολα.

IV. Εὐχῶν δ’ εἰ καί ποτε νῦν αὐτῷ δεῖσθαι καλῶς ἐπιστάμενος τοὺς τοῦ θεοῦ ἱερέας ἐπήγετο, συνεῖναι τ’ αὐτῷ καὶ παρεῖναι ὥσπερ τινὰς ψυχῆς ἀγαθοὺς φύλακας τούτους δεῖν ἡγούμενος. ἔνθεν εἰκότως ὁ τὴν τυραννίδα προβεβλημένος, πυθόμενος Κωνσταντίνῳ τὰς κατ’ ἐχθρῶν νίκας μηδ’ ἄλλως ἢ τοῦ θεοῦ συμπράττοντος πορίζεσθαι, συνεῖναί τ’ αὐτῷ καὶ παρεῖναι διὰ παντὸς τοὺς εἰρημένους, καὶ τό γε τοῦ σωτηρίου πάθους σύμβολον αὐτοῦ τε καὶ τοῦ παντὸς καθηγήσασθαι στρατοῦ, ταῦτα μὲν γέλωτος ἄξια ὑπελάμβανεν εἶναι, χλευάζων ἅμα καὶ βλασφήμοις αὐτὰ διασύρων λόγοις, αὐτός τε θεοπρόπους καὶ μάντεις Αἰγυπτίων φαρμακεῖς καὶ γόητας θύτας τε καὶ προφήτας ὧν ἡγεῖτο θεῶν περὶ ἑαυτὸν ἐποίει, κἄπειτα θυσίαις οὓς δὴ ᾤετο θεοὺς μειλισσόμενος, διηρώτα ὅπῃ αὐτῷ τὰ τῆς ἐκβάσεως τοῦ πολέμου χωρήσειεν. οἱ δ’ ἀμελλήτως ἐχθρῶν νικητὴν ἔσεσθαι καὶ πολέμου κρατήσειν συμφώνως αὐτῷ μαντείαις μακραῖς ἐπῶν τε καλλιεπείαις τῶν ἁπανταχοῦ χρηστηρίων [προίσχοντο], οἰωνοπόλοι δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως σημαίνεσθαι αὐτῷ τὰ αἴσια προὔλεγον, καὶ θύται τὰ ὅμοια τὴν τῶν σπλάγχνων αἰνίττεσθαι κίνησιν ἐδήλουν. ἐπαρθεὶς δῆτα ταῖς τούτων ἀπατηλαῖς ἐπαγγελίαις σὺν πολλῷ θράσει προῄει ταῖς [βασιλέως] παρεμβολαῖς, ὡς οἷός τε ἦν, παρατάττεσθαι.

V. Μέλλων δέ γε τοῦ πολέμου κατάρχειν, τῶν ἀμφ’ αὐτὸν ὑπασπιστῶν τῶν τε τετιμημένων φίλων τοὺς ἐγκρίτους εἴς τινα τῶν αὐτοῖς νενομισμένων ἱερῶν συνεκάλει τόπων. ἄλσος δ’ ἦν ἐπίρρυτον καὶ ἀμφιλαφές, παντοῖα δ’ ἐν τούτῳ γλυφαῖς λίθων ἀγάλματα ὧν ἡγεῖτο θεῶν ἵδρυτο. οἷς κηροὺς ἐξάψας καὶ τὰ συνήθη θυσάμενος, τοιόνδε λόγον ἀποδοῦναι λέγεται· «Ἄνδρες φίλοι καὶ «σύμμαχοι, πάτριοι μὲν οἵδε θεοί, οὓς ἐκ προγόνων τῶν ἀνέκαθεν παρ«ειληφότες σέβειν τιμῶμεν, ὁ δὲ τῆς ἐναντίας ἡμῖν ἐξάρχων παρατάξεως τὰ «πάτρια παρασπονδήσας τὴν ἄθεον εἵλετο δόξαν, οὐκ οἶδ’ ὁπόθεν ξένον τινὰ «πεπλανημένως περιέπων θεόν, αἰσχρῷ τε τούτου σημείῳ τὸν οἰκεῖον καται«σχύνει στρατόν· ᾧ πεποιθὼς ὁρμᾶται οὐ πρὸς ἡμᾶς, πολὺ πρότερον δὲ πρὸς «αὐτοὺς οὓς παρέβη θεοὺς ἀράμενος τὰ ὅπλα. ὁ δὴ οὖν παρὼν ἐλέγξει καιρὸς «τὸν τῇ δόξῃ πεπλανημένον, θεοῖς τοῖς παρ’ ἡμῖν καὶ τοῖς παρὰ θατέρῳ «μέρει τιμωμένοις βραβεύων. ἢ γὰρ ἡμᾶς ἀποδείξας νικητὰς δικαιότατα τοὺς «ἡμετέρους θεοὺς σωτῆρας ἀληθεῖς καὶ βοηθοὺς ἐπιδείξει, ἢ εἰ κρατήσειε «τῶν ἡμετέρων, πλείστων γε ὄντων καὶ τέως τῷ πλήθει πλεονεκτούντων, «εἷς τις οὗτος οὐκ οἶδ’ ὁποῖος οὐδ’ ὁπόθεν ὡρμημένος ὁ Κωνσταντίνου «θεός, μηδεὶς λοιπὸν ἐν ἀμφιβόλῳ τιθέσθω τίνα δέοι θεὸν σέβειν, προσχω«ρεῖν δέον τῷ κρατοῦντι καὶ τούτῳ τῆς νίκης ἀνατιθέναι τὰ βραβεῖα. καὶ «εἰ μὲν ὁ ξένος καὶ νῦν γελώμενος ἡμῖν κρείττων φανείη, μηδὲν ἐμποδὼν «[γινέσθω] τοῦ καὶ ἡμᾶς αὐτὸν γνωρίζειν τε καὶ τιμᾶν, μακρὰ χαίρειν τούτοις «εἰπόντας οἷς μάτην τοὺς κηροὺς ἐξάπτομεν, εἰ δ’ οἱ ἡμέτεροι κρατήσειαν, «ὃ δὴ οὐκ ἀμφιβάλλεται, μετὰ τὴν ἐνταυθοῖ νίκην ἐπὶ τὸν κατὰ τῶν ἀθέων «πόλεμον ὁρμῶμεν». ὁ μὲν δὴ τοῖς παροῦσι ταῦτα προσδιείλεκτο, ἡμῖν δὲ τοῖς ταύτην ποιουμένοις τὴν γραφὴν οἱ τῶν λόγων αὐτήκοοι τῆς τούτων σμικρὸν ὕστερον μετεδίδοσαν γνώσεως. καὶ δὴ τοιούτους διεξελθὼν λόγους ἡγεῖσθαι τῆς συμβολῆς τὰ στρατιωτικὰ παρήγγελλε.

VI. Τούτων δὲ πραττομένων φάσμα τι λόγου κρεῖττον ἀμφὶ τὰς ὑπηκόους τῷ τυράννῳ πόλεις ὦφθαί φασιν· ὁπλιτῶν γὰρ τῶν ὑπὸ Κωνσταντῖνον ἐδόκουν ὁρᾶν διάφορα τάγματα ἐν αὐταῖς μέσαις ἡμέραις διερχόμενα τὰς πόλεις ὡσανεὶ κεκρατηκότα τῆς μάχης· καὶ ταῦτ’ ἐβλέπετο μηδενός που τῇ ἀληθείᾳ μηδαμοῦ φαινομένου, θειοτέρᾳ δὲ καὶ κρείττονι δυνάμει τῆς φανείσης ὄψεως τὸ μέλλον ἔσεσθαι προφαινούσης.

Ἐπεὶ δὲ τὰ στρατιωτικὰ συμβολῆς ἥπτετο, προκατῆρχε τοῦ πολέμου ὁ τὰς φιλικὰς διαρρήξας συνθήκας. ἐνταῦθα δὴ Κωνσταντῖνος θεὸν σωτῆρα τὸν ἐπὶ πάντων ἐπικαλεσάμενος, σύνθημά τε τοῦτο δοὺς τοῖς ἀμφ’ αὐτὸν ὁπλίταις, πρώτης ἐκράτει παρατάξεως, εἶτ’ οὐκ εἰς μακρὸν δευτέρας συμβολῆς κρείττων ἦν καὶ κρειττόνων ἤδη νικητηρίων ἐτύγχανε, τοῦ σωτηρίου τροπαίου προπομπεύοντος τῆς ἀμφ’ αὐτὸν φάλαγγος.

VII. Ἔνθα δ’ οὖν ἀνεφάνη τοῦτο, φυγὴ μὲν τῶν ἐναντίων ἐγίνετο, δίωξις δὲ τῶν κρατούντων. ὃ δὴ συνιδὼν βασιλεύς, τοῦ οἰκείου στρατοῦ εἴ που τι τάγμα κεκμηκὸς ἑώρα, οἷόν τι νικητικὸν ἀλεξιφάρμακον ἐνταυθοῖ τὸ σωτήριον τρόπαιον παρεῖναι διεκελεύετο, ᾧ παραυτίκα συνέφαινεν ἡ νίκη, ἀλκῆς καὶ ῥώμης σὺν θείᾳ τινὶ μοίρᾳ δυναμούσης τοὺς ἀγωνιζομένους. VIII. διὸ δὴ τῶν ἀμφ’ αὐτὸν ὑπασπιστῶν τοὺς καὶ σώματος ἰσχύι καὶ ψυχῆς ἀρετῇ καὶ θεοσεβείας τρόποις ἐγκρίτους μόνῃ τῇ τοῦ σημείου διακονίᾳ προσκαρτερεῖν ἐκέλευσεν· ἦσαν δ’ ἄνδρες τὸν ἀριθμὸν οὐχ ἥττους πεντήκοντα, οἷς οὐδὲν ἕτερον ἦν μέλον ἢ κυκλοῦν καὶ περιέπειν δορυφορίᾳ τὸ σημεῖον, ἀμοιβαίως ἑκάστου φέροντος αὐτὸ ἐπὶ τῶν ὤμων. ταῦτα βασιλεὺς αὐτὸς τοῖς τὴν γραφὴν ποιουμένος ἡμῖν ἐπὶ καιροῦ σχολῆς μακρῷ τῶν πραγμάτων ὕστερον ὑφηγεῖτο, προστιθεὶς θαῦμα μνημονευθῆναι ἄξιον τῷ διηγήματι. IX. ἔφη γάρ ποτ’ ἐν μέσῃ τοῦ πολέμου συμβολῇ, κτύπου καὶ ταραχῆς ἀθρόας διαλαβούσης τὸ στρατιωτικόν, τὸν ἐπὶ τῶν ὤμων φέροντα τὸ σημεῖον ὑπὸ δειλίας ἐν ἀγῶνι γενέσθαι κἄπειτα μεταπαραδοῦναι αὐτὸ ἑτέρῳ, ὡς ἂν διαφύγοι τὸν πόλεμον. ὡς δ’ ὁ μὲν ὑποδέδεκτο, ὁ δ’ ὑποβὰς ἐκτὸς ἐγένετο τῆς τοῦ σημείου φυλακῆς, βέλος ἀκοντισθὲν αὐτοῦ κατὰ τῆς νηδύος πήγνυται καὶ τὴν ζωὴν ἀφαιρεῖται αὐτοῦ. ἀλλ’ αὐτὸς μὲν δειλίας καὶ ἀπιστίας δίκην ἐκτίσας ἐνταυθοῖ νεκρὸς ἔκειτο, τοῦ δὲ τὸ σωτήριον τρόπαιον αἰωροῦντος ζωῆς ἐγίνετο φυλακτήριον, ὡς πολλάκις βελῶν κατ’ αὐτοῦ πεμπομένων τὸν μὲν φέροντα διασῴζεσθαι, τὸ δὲ τοῦ τροπαίου δόρυ δέχεσθαι τὰ βαλλόμενα. καὶ ἦν γε τοῦτο παντὸς ἐπέκεινα θαύματος, ὡς ἐν βραχυτάτῃ περιφερείᾳ τοῦ δόρατος ἱκνούμενα τὰ τῶν πολεμίων βέλη ἐν αὐτῷ μὲν πηγνύμενα κατεπείρετο, ἠλευθέρου δὲ θανάτου τὸν φέροντα, ὡς μηδὲν ἅπτεσθαι τῶν ταύτην ποιουμένων τὴν διακονίαν πώποτε. οὐχ ἡμέτερος δ’ ὁ λόγος ἀλλ’ αὐτοῦ πάλιν βασιλέως εἰς ἡμετέρας ἀκοὰς πρὸς ἑτέροις καὶ τοῦτον ἀπομνημονεύσαντος· ὃς ἐπειδὴ θεοῦ δυνάμει τὰς πρώτας ἤρατο νίκας, ἐπὶ τὰ πρόσω λοιπὸν ἤλαυνε, τὸ στρατιωτικὸν ἐν τάξει κινήσας.

X. Τούτων δὲ τὴν πρώτην ὁρμὴν οἱ τῆς ἐναντίας προκατάρχοντες λήξεως οὐχ ὑποστάντες, τοῖν χεροῖν ῥίψαντες τὰ ὅπλα προσεχώρουν τοῖς βασιλέως ποσίν, ὁ δὲ τοὺς πάντας σώους ὑπεδέχετο τῇ τῶν ἀνδρῶν ἀσμενίζων σωτηρίᾳ. ἄλλοι δ’ ἐπὶ τοῖς ὅπλοις μείναντες ἐνεχείρουν τῇ τοῦ πολέμου συμβολῇ· οἷς ἐπειδὴ προκλήσεις φιλικὰς προϊσχόμενος βασιλεὺς οὐ πειθομένους ἔγνω, τὸν στρατὸν ἠφίει. οἱ δ’ αὐτίκα νῶτα δόντες εἰς φυγὴν ἐτράποντο. εἶθ’ οἱ μὲν αὐτῶν νόμῳ πολέμου ἐκτείνοντο καταλαμβανόμενοι, ἄλλοι δ’ ἐπ’ ἀλλήλοις πίπτοντες τοῖς οἰκείοις κατεβάλλοντο ξίφεσιν.

XI. Ἐκπλαγεὶς δ’ ἐπὶ τούτοις ὁ τούτων ἐξάρχων, ἐπειδὴ τῆς παρὰ τῶν [οἰκείων] βοηθείας γυμνωθέντα συνεῖδεν ἑαυτόν, φροῦδόν τ’ ἦν αὐτῷ τὸ πολὺ πλῆθος τῆς συνειλεγμένης αὐτῷ στρατιᾶς τε καὶ συμμαχίας, ἥ τε ὧν ᾤετο θεῶν ἐλπὶς τὸ μηθὲν οὖσα πείρᾳ διηλέγχετο, τηνικαῦτα δρασμὸν αἴσχιστον ὑπομένει· φεύγων δῆτα σὺν βραχέσιν ἐπὶ τὰ εἴσω τῆς ὑπηκόου διέβαινεν ἐν ἀσφαλεῖ τ’ ἐγίγνετο, τοῦ θεοφιλοῦς μὴ κατὰ πόδας διώκειν τοῖς οἰκείοις ἐγκελευομένου, ὡς ἂν τύχοι σωτηρίας ὁ φεύγων. ἤλπιζε γάρ ποτε αὐτόν, συναισθόμενον οἷ κακῶν [ἴοι], λῆξαι μὲν τῆς μανιώδους θρασύτητος, ἐπὶ τὸν κρείττονα δὲ λογισμὸν μεταβαλεῖσθαι τὴν γνώμην. ἀλλ’ ὁ μὲν φιλανθρωπίας ὑπερβολῇ ταῦτα διενοεῖτο ἀνεξικακεῖν τ’ ἤθελεν καὶ νέμειν τῷ μὴ ἀξίῳ συγγνώμην, ὁ δ’ οὐκ ἀπείχετο μοχθηρίας, κακὰ δ’ ἐπὶ κακοῖς σωρεύων χειρόνων ἥπτετο τολμημάτων, καὶ δὴ πάλιν γοήτων κακοτέχνοις ἐπιτηδεύμασιν ἐγχειρῶν ἐθρασύνετο· ἦν δὲ καὶ ἐπ’ αὐτῷ, ὡς ἄρα «ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν αὐτοῦ» παλαιῷ τυράννῳ παραπλησίως, φάναι.

XII. Ἀλλ’ ὁ μὲν τοιούτοις ἐμπλέκων ἑαυτὸν κατὰ βαράθρων ἀπωλείας ὤθει, βασιλεὺς δ’ ἐπεὶ ἑώρα δευτέρας αὐτῷ δεῖσθαι πολέμου παρατάξεως, τῷ αὐτοῦ σωτῆρι τὴν σχολὴν ἀνετίθει, τοῦ μὲν στρατοῦ τὴν σκηνὴν ἐκτὸς καὶ πορρωτάτω πηξάμενος, ἁγνῇ δ’ ἐνταυθοῖ χρώμενος καὶ καθαρᾷ διαίτῃ τῷ τε θεῷ τὰς εὐχὰς ἀποδιδούς, κατ’ αὐτὸν ἐκεῖνον τὸν παλαιὸν τοῦ θεοῦ προφήτην, ὃν τῆς παρεμβολῆς ἐκτὸς πήξασθαι τὴν σκηνὴν τὰ θεῖα πιστοῦνται λόγια. προσεκαρτέρουν δ’ αὐτῷ βραχεῖς οἱ πίστει καὶ θεοσεβείας εὐνοίᾳ παρ’ αὐτῷ δεδοκιμασμένοι. τοῦτο δ’ αὐτῷ σύνηθες ἦν πράττειν καὶ εἴποτε ἄλλοτε παρατάξει πολέμων ὡρμᾶτο συμβαλεῖν. βραδὺς μὲν γὰρ ἦν δι’ ἀσφάλειαν, θεοῦ δὲ βουλῇ πάντα πράττειν ἠξίου. ἐπὶ σχολῆς δὲ τῷ αὐτοῦ θεῷ τὰς ἱκετηρίας ποιούμενος πάντως που καὶ θεοφανείας ἐτύγχανεν, εἶθ’ ὥσπερ θειοτέρᾳ κινηθεὶς ἐμπνεύσει, τῆς σκηνῆς ἀναπηδήσας ἐξαίφνης, κινεῖν αὐτίκα τὰ στρατιωτικὰ καὶ μὴ μέλλειν ἀλλὰ καὶ αὐτῆς ὥρας ξιφῶν ἅπτεσθαι παρεκελεύετο. οἱ δ’ ἀθρόως ἐπιθέμενοι ἡβηδὸν ἔκοπτον, ἔστ’ ἂν τὴν νίκην ἐν ὥρας ἀκαρεῖ ῥοπῇ ἀπολαβόντες τρόπαια κατ’ ἐχθρῶν ἀνίστων ἐπινίκια.

XIII. Οὕτω μὲν δὴ βασιλεὺς ἄγειν ἑαυτόν τε καὶ τὸν αὐτοῦ στρατὸν ἐν ταῖς τῶν πολέμων παρατάξεσι καὶ πάλαι πρότερον εἰώθει, τὸν ἑαυτοῦ θεὸν πρὸ τῆς ψυχῆς ἀεὶ τιθέμενος καὶ πάντα ταῖς αὐτοῦ βουλαῖς πράττειν διανοούμενος ἐν εὐλαβείᾳ τε τιθέμενος τὸν τῶν πολλῶν θάνατον. ἔνθεν οὐ μᾶλλον τῆς τῶν οἰκείων ἢ τῶν ἐχθρῶν προὐνόει σωτηρίας. διὸ καὶ κρατήσασιν ἐν μάχῃ τοῖς οἰκείοις τῶν ἁλόντων φειδὼ ποιεῖσθαι παρῄνει μηδ’ ἀνθρώπους ὄντας τῆς ὁμογενοῦς φύσεως ἐν λήθῃ γίγνεσθαι. εἰ δὲ καί ποτε τῶν ὁπλιτῶν τοὺς θυμοὺς ἀκρατεῖς ἑώρα, χρυσοῦ δόσει τούτους ἐχαλίνου, τὸν ζωγροῦντά τινα τῶν πολεμίων ὡρισμένῃ χρυσοῦ τιμᾶσθαι προστάττων ὁλκῇ. καὶ τοῦτο δέλεαρ ἀνθρώπων σωτηρίας ἡ βασιλέως εὕρατο σύνεσις, ὥστ’ ἤδη μυρίοι καὶ αὐτῶν ἐσῴζοντο βαρβάρων, χρυσῷ βασιλέως τὴν ζωὴν αὐτοῖς ἐξωνουμένου.

XIV. Ταῦτα μὲν οὖν καὶ τούτοις ἀδελφὰ μυρία φίλα ἦν πράττειν βασιλεῖ κἄλλοτε. κἀπὶ τοῦ παρόντος δὲ συνήθως πρὸ τῆς μάχης ἐφ’ ἑαυτῷ σκηνοποιούμενος ταῖς πρὸς τὸν θεὸν εὐχαῖς τὴν σχολὴν ἀνετίθει, ῥᾳστώνης μὲν ἁπάσης καὶ τρυφηλῆς διαίτης ἀλλοτριούμενος, ἀσιτίαις δὲ καὶ κακώσει τοῦ σώματος πιέζων ἑαυτόν, ταύτῃ τε τὸν θεὸν ἱκετηρίοις λιταῖς ἱλεούμενος, ὡς ἂν δεξιὸν αὐτὸν καὶ βοηθὸν ἔχοι πράττοι τε ταῦτα ἅπερ αὐτῷ θεὸς ἐμβάλλοι τῇ διανοίᾳ. ἀλλ’ ὁ μὲν ἄυπνον ἐποιεῖτο τὴν ὑπὲρ τῶν κοινῶν φροντίδα, οὐ μᾶλλον τῶν οἰκείων ἢ τῆς τῶν πολεμίων ὑπερευχόμενος σωτηρίας.

XV. Ἐπεὶ δ’ ὁ μικρῷ πρόσθεν φυγὰς εἰρωνείᾳ καθυπεκρίνετο φιλικὰς αὖθις ἀντιβολῶν σπείσασθαι δεξιάς, καὶ ταύτας αὐτῷ παρέχειν ἠξίου, ἐπὶ συνθηκῶν ὅροις βιωφελῶς καὶ τῷ παντὶ λυσιτελῶς προτεινομένας. ταῖς μὲν οὖν συνθήκαις προθύμως ὑπακούειν ὁ δηλωθεὶς ὑπεκρίνετο ὅρκοις βεβαιῶν τὴν πίστιν, λαθραίαν δ’ αὖθις ὁπλιτῶν συνῆγε παρασκευὴν καὶ πάλιν πολέμου καὶ μάχης κατῆρχε βαρβάρους τ’ ἄνδρας ἀνεκαλεῖτο συμμάχους, θεούς τε ζητῶν περιῄει ἑτέρους, ὡς ἂν ἐπὶ τοῖς προτέροις ἠπατημένος. καὶ τῶν αὐτῷ πρὸ μικροῦ περὶ θεῶν ὁμιληθέντων οὐδεμίαν ἐν νῷ κατεβάλετο μνήμην, οὐδὲ τὸν ὑπέρμαχον Κωνσταντίνου γνωρίζειν θεὸν ἤθελε, πλείους δ’ αὐτῷ καὶ καινότεροι γελοίως ἀνεζητοῦντο.

XVI. Εἶτ’ ἔργῳ μαθὼν ὁπόση τις ἦν θεϊκὴ καὶ ἀπόρρητος ἐν τῷ σωτηρίῳ τροπαίῳ δύναμις, δι’ ἧς ὁ Κωνσταντίνου κρατεῖν ἔμαθε στρατός, τοῖς ἀμφ’ αὐτὸν ὁπλίταις παρῄνει μηδαμῶς ἐξ ἐναντίας ἰέναι τούτῳ μηδ’ ὡς ἔτυχεν ἀπεριβλέπτως ὁρᾶν ἐπ’ αὐτῷ· δεινὸν γὰρ εἶναι ἰσχύι αὐτῷ τε ἐχθρὸν καὶ πολέμιον, διὸ χρῆναι φυλάττεσθαι τὴν πρὸς αὐτὸ συμβολήν. καὶ δὴ ταῦτα συνταξάμενος, τῷ διὰ φιλανθρωπίαν ὀκνοῦντι καὶ τὸν κατ’ αὐτοῦ θάνατον ἀναβαλλομένῳ μάχῃ συμβαλεῖν ὡρμᾶτο. οἵδε μὲν οὖν πολυπληθείᾳ θεῶν θαρροῦντες σὺν πολλῇ δυνάμει χειρὸς στρατιωτικῆς ἐπῄεσαν, νεκρῶν εἴδωλα καμόντων ἐν ἀψύχοις ἀγάλμασι προβεβλημένοι· ὁ δ’ εὐσεβείας θώρακι περιπεφραγμένος, τὸ σωτήριον καὶ ζωοποιὸν σημεῖον ὥσπερ τι φόβητρον καὶ κακῶν ἀμυντήριον τῷ πλήθει τῶν ἐναντίων παρέταττε. καὶ τέως μὲν ἐπεῖχε φειδοῖ χρώμενος τὰ πρῶτα, ὡς ἂν μὴ πρότερος κατάρχοι τοῦ πολέμου ὧν πεποίητο συνθηκῶν εἵνεκα, ὡς δ’ ἐπιμόνως ἔχοντας τοὺς ὑπεναντίους, XVII. ἤδη δὲ ξιφῶν ἁπτομένους ἑώρα, τηνικαῦτα διαγανακτήσας βασιλεὺς μιᾷ ῥοπῇ πᾶσαν τὴν τῶν ἐναντίων ἐτροποῦτο δύναμιν ὁμοῦ τε τὰς κατ’ ἐχθρῶν καὶ κατὰ δαιμόνων ἀπεφέρετο νίκας. XVIII. εἶτ’ αὐτὸν τὸν θεομισῆ κἄπειτα τοὺς ἀμφ’ αὐτὸν νόμῳ πολέμου διακρίνας τῇ πρεπούσῃ παρεδίδου τιμωρίᾳ, ἀπήγοντό τ’ αὐτῷ τυράννῳ καὶ ἀπώλλυντο τὴν προσήκουσαν ὑπέχοντες δίκην οἱ τῆς θεομαχίας σύμβουλοι, οἵ τε σμικρὸν ἔμπροσθεν τῇ τῶν μάντεων ἐλπίδι μετεωρισθέντες ἔργῳ τὸν Κωνσταντίνου θεὸν ὅστις ἦν παρελάμβανον καὶ τοῦτον [ἄρα] θεὸν ἀληθῆ καὶ μόνον γνωρίζειν ὡμολόγουν.

XIX. Καὶ δὴ τῶν δυσσεβῶν ἀνδρῶν ἐκποδὼν ἠρμένων καθαραὶ λοιπὸν ἦσαν ἡλίου αὐγαὶ τυραννικῆς δυναστείας, συνήπτετό τε πᾶσα ὅση τις ὑπὸ Ῥωμαίους ἐτύγχανε μοῖρα, τῶν κατὰ τὴν ἑῴαν ἐθνῶν ἑνουμένων θατέρῳ μέρει, μιᾷ τε τῇ τοῦ παντὸς ἀρχῇ ὥσπερ τινὶ κεφαλῇ τὸ πᾶν κατεκοσμεῖτο σῶμα μοναρχικῆς ἐξουσίας διὰ πάντων ἡκούσης, λαμπραί τε φωτὸς εὐσεβείας μαρμαρυγαὶ τοῖς πρὶν καθημένοις ἐν σκότῳ καὶ σκιᾷ θανάτου φαιδρὰς παρεῖχον ἡμέρας. οὐδ’ ἦν τις ἔτι προτέρων μνήμη κακῶν, ἁπανταχοῦ πάντων τὸν νικητὴν ἀνυμνούντων μόνον τε τὸν τούτου σωτῆρα θεὸν ὁμολογούντων γνωρίζειν. ὁ δ’ ἀρετῇ θεοσεβείας πάσῃ ἐμπρέπων νικητὴς βασιλεύς (ταύτην γὰρ αὐτὸς αὐτῷ τὴν ἐπώνυμον κυριωτάτην ἐπηγορίαν εὕρατο τῆς ἐκ θεοῦ δεδομένης αὐτῷ κατὰ πάντων ἐχθρῶν τε καὶ πολεμίων νίκης εἵνεκα) τὴν ἑῴαν ἀπελάμβανε, καὶ μίαν συνημμένην κατὰ τὸ παλαιὸν τὴν Ῥωμαίων ἀρχὴν ὑφ’ ἑαυτὸν ἐποιεῖτο, μοναρχίας μὲν ἐξάρχων θεοῦ κηρύγματος τοῖς πᾶσι, μοναρχίᾳ δὲ καὶ αὐτὸς τοῦ Ῥωμαίων κράτους τὸν σύμπαντα πηδαλιουχῶν βίον. ἀφῄρητό τε πᾶν δέος τῶν πρὶν πιεζόντων τοὺς πάντας κακῶν, λαμπρὰς δ’ ἐπετέλουν ἑορτὰς οἱ κατὰ πάσας ἐπαρχίας καὶ πόλεις δῆμοι, μειδιῶσί τε προσώποις ὄμμασί τε φαιδροῖς οἱ πρὶν κατηφεῖς ἀλλήλοις ἐνέβλεπον, χοροὶ δ’ αὐτοῖς καὶ ὕμνοι τὸν παμβασιλέα θεὸν πρώτιστα πάντων †ὄντα δὴ τοῦτον ἐδίδασκον†, κἄπειτα τὸν καλλίνικον παῖδάς τ’ αὐτοῦ κοσμιωτάτους καὶ θεοφιλεῖς καίσαρας φωναῖς ἀσχέτοις ἐγέραιρον, κακῶν τ’ ἀμνηστία παλαιῶν ἦν καὶ δυσσεβείας ἁπάσης λήθη, παρόντων δ’ ἀγαθῶν ἀπόλαυσις καὶ προσέτι μελλόντων προσδοκία.

XX. Ἡπλοῦντο δὲ καὶ παρ’ ἡμῖν, ὥσπερ οὖν καὶ πρότερον παρὰ τοῖς θάτερον μέρος τῆς οἰκουμένης λαχοῦσι, βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε τῆς πρὸς τὸν θεὸν ὁσίας πνέοντες παντοίας παρεῖχον ἀγαθῶν ἐπαγγελίας, τοῖς μὲν κατ’ ἔθνος ἐπαρχιώταις τὰ πρόσφορα καὶ λυσιτελῆ δωρούμενοι, ταῖς δ’ ἐκκλησίαις τοῦ θεοῦ τὰ κατάλληλα διαγορεύοντες. ἀνεκαλοῦντο γοῦν ἐκείνους πρώτιστα πάντων, ὅσοι τοῦ μὴ εἰδωλολατρῆσαι χάριν ὑπὸ τῶν κατ’ ἔθνος ἡγουμένων, ἐξορίας καὶ μετοικίας ὑπέμειναν, κἄπειτα τοὺς βουλευτηρίοις ἐγκριθέντας τῆς αὐτῆς ἕνεκεν αἰτίας ἠλευθέρουν τῶν λειτουργημάτων, καὶ τοῖς ἀφῃρημένοις δὲ τὰς οὐσίας ἀναλαμβάνειν ταύτας ἐγκελευόμενοι. οἵ τ’ ἐν καιρῷ τοῦ ἀγῶνος καρτερίᾳ ψυχῆς διὰ θεὸν λαμπρυνόμενοι μετάλλοις τε κακοπαθεῖν παραδοθέντες ἢ νήσους οἰκεῖν κριθέντες ἢ δημοσίοις ἔργοις δουλεύειν κατηναγκασμένοι τούτων ἀθρόως ἁπάντων ἐλευθερίας ἀπήλαυον. καὶ τοὺς στρατιωτικῆς δ’ ἀξίας δι’ ἔνστασιν θεοσεβείας ἀποβλήτους γενομένους ἀνεκαλεῖτο τῆς ὕβρεως ἡ βασιλικὴ δωρεά, ἐπ’ ἐξουσίας αἵρεσιν παρέχουσα ἢ τὰς οἰκείας ἀπολαμβάνειν καὶ διαπρέπειν τοῖς προτέροις αὐτῶν ἀξιώμασιν, ἢ ἀγαπῶντας τὸν εὐσταλῆ βίον πάντων λειτουργημάτων ἀνεπηρεάστους διατελεῖν. καὶ τοὺς γυναικείοις δ’ ἔργοις ἐφ’ ὕβρει καὶ ἀτιμίᾳ δουλεύειν κριθέντας ὁμοίως τοῖς λοιποῖς ἠλευθέρουν.

XXI. Καὶ ταῦτα μὲν περὶ τῶν ταῦθ’ ὑπομεινάντων ἡ βασιλέως ἐνομοθέτει γραφή. περὶ δὲ τῆς ὑπάρξεως τῶν αὐτῶν ἐντελῶς διηγόρευεν ὁ νόμος. τῶν τε γὰρ ἁγίων τοῦ θεοῦ μαρτύρων τῶν ἐν ὁμολογίᾳ τὴν τελευτὴν ἀποθεμένων τοῦ βίου τὰς οὐσίας ἐκέλευε τοὺς τῷ γένει προσήκοντας ἀπολαμβάνειν, εἰ δὲ μὴ τούτων τις εἴη, τὰς ἐκκλησίας ὑποδέχεσθαι τοὺς κλήρους. καὶ τὰ ἐκ ταμείου δὲ πρότερον ἑτέροις ἢ κατὰ πρᾶσιν ἢ κατὰ δωρεὰν ἐκποιηθέντα τά τ’ ἐν αὐτῷ καταληφθέντα εἰς τοὐπίσω προσήκειν τοῖς δεσπόταις ἀποδίδοσθαι τὸ τῆς δωρεᾶς γράμμα διεκελεύετο. τοσαῦτα μὲν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ αἱ καταπεμφθεῖσαι δωρεαὶ παρεῖχον.

XXII. Δήμοις [δὲ] τοῖς ἐκτὸς καὶ πᾶσιν ἔθνεσι τούτων ἕτερα ὑπερβάλλοντα τῷ πλήθει ἡ βασιλέως ἐδωρεῖτο μεγαλοψυχία, ἐφ’ οἷς ἅπαντες οἱ καθ’ ἡμᾶς, ὅσα τὸ πρὶν ἀκοῇ πυνθανόμενοι ἐν θατέρῳ μέρει τῆς Ῥωμαίων ἀρχῆς γιγνόμενα τοὺς εὖ πάσχοντας ἐμακάριζον, εὐχὴν τιθέμενοι τῶν ἴσων ἀπολαῦσαι καὶ αὐτοί ποτε, ταῦθ’ ὑπ’ ὄψεσιν ὁρῶντες, ἤδη καὶ σφᾶς εὐδαιμονίζειν ἠξίουν, ξένον τι χρῆμα καὶ οἷον ὁ πᾶς αἰὼν ὑφ’ ἡλίου αὐγαῖς οὐδέποθ’ ἱστόρησεν ἐπιλάμψαι τῷ θνητῷ γένει τὸν τοσοῦτον ὁμολογοῦντες βασιλέα. ἀλλ’ οἱ μὲν ὧδε ἐφρόνουν.

XXIII. Ἐπεὶ δὲ πάνθ’ ὑποτέτακτο βασιλεῖ θεοῦ σωτῆρος δυνάμει, τὸν τῶν ἀγαθῶν αὐτῷ πάροχον τοῖς πᾶσι φανερὸν ἐποίει, κἀκεῖνον τῶν νικητηρίων αἴτιον ἀλλὰ μὴ αὐτὸν νομίζειν διεμαρτύρετο, τοῦτό τ’ αὐτὸ ἀνεκήρυττε διὰ χαρακτήρων Ῥωμαίας τε καὶ Ἑλληνίδος φωνῆς εἰς ἕκαστον ἔθνος ἐν γραφῇ [διαπεμφθείσῃ]. μάθοις δ’ ἂν τοῦ λόγου τὴν ἀρετὴν αὐτοῖς προσβαλὼν τοῖς γράμμασι· δύο δ’ ἦν ταῦτα, τὸ μὲν ταῖς ἐκκλησίαις τοῦ θεοῦ, τὸ δὲ τοῖς ἐκτὸς κατὰ πόλιν δήμοις διαπεμφθέν, ὃ τῇ παρούσῃ προσῆκον ὑποθέσει ἔμοιγε δοκεῖ παρενθεῖναι, ὡς ἂν διὰ τῆς ἱστορίας μένοι καὶ φυλάττοιτο τοῖς μεθ’ ἡμᾶς καὶ ἡ τοῦδε τοῦ γράμματος ἔκθεσις πρός τ’ ἀληθείας καὶ τῶν ἡμετέρων διηγημάτων πίστωσιν. εἴληπται δ’ ἐξ αὐθεντικοῦ τοῦ παρ’ ἡμῖν φυλαττομένου βασιλικοῦ νόμου, ᾧ καὶ τῆς αὐτοῦ δεξιᾶς ἔγγραφος ὑποσημείωσις τῆς τῶν λόγων πιστώσεως οἷά τινι σφραγῖδι κατασημαίνει τὴν μαρτυρίαν.

XXIV. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπαρχιώταις Παλαιστίνης.

Ἦν μὲν ἄνωθέν τε καὶ πάλαι παρὰ τοῖς ὀρθῶς καὶ σωφρόνως περὶ τοῦ κρείττονος δοξάζουσιν ἔκδηλος ἡ διαφορὰ καὶ πᾶσαν ἀνείργουσα πόρρωθεν ἀμφιβολίαν, ὅσῳ τῷ μέσῳ διήλλαττεν ἡ περὶ τὴν σεβασμιωτάτην τοῦ χριστιανισμοῦ θεραπείαν ἀκριβὴς παρατήρησις παρὰ τοὺς πρὸς αὐτὴν ἐκπεπολεμωμένους τε καὶ καταφρονητικῶς ἔχειν ἐθέλοντας. νυνὶ δὲ καὶ μᾶλλον ἐπιφανεστέραις πράξεσι καὶ κατορθώμασι λαμπροτέροις τό τε τῆς ἀμφιβολίας ἄλογον ἀποδέδεικται καὶ ὁπόση τις ἡ τοῦ μεγάλου θεοῦ δύναμις, ἡνίκα τοῖς μὲν πιστῶς τὸν σεμνότατον σέβουσι νόμον καὶ μηδὲν τῶν παραγγελμάτων παραλύειν τολμῶσιν ἄφθονα τὰ ἀγαθὰ καὶ πρὸς τὰς ἐγχειρήσεις ἰσχὺς ἀρίστη καὶ μετ’ ἐλπίδων ἀγαθῶν ἀπαντῶσα, τοῖς δὲ τὴν ἀσεβῆ λαβοῦσι γνώμην πρὸς τὰς προαιρέσεις ἀκόλουθα καὶ τὰ ἀποβαίνοντα ἦν. τίς γὰρ ἂν ἀγαθοῦ τύχοι τινός, τὸν τῶν ἀγαθῶν αἴτιον θεὸν οὔτε γνωρίζων οὔτε τὰ προσήκοντα σέβειν ἐθέλων; πίστιν δὲ τῷ ῥηθέντι καὶ τὰ ἔργα δίδωσιν.

XXV. Εἰ γ’ οὖν τις εἰς τοὺς ἄνωθεν εἰς δεῦρο παρατείνοντας χρόνους ἀναδράμοι τῷ νῷ καὶ τὰς πώποτε γενομένας πράξεις κατίδοι τῷ λογισμῷ, πάντας ἂν εὕροι τοὺς μὲν ὅσοι δικαίαν καὶ ἀγαθὴν προκατεβάλοντο τῶν πραγμάτων κρηπῖδα εἰς ἀγαθὸν καὶ προαγαγόντας τὰς ἐγχειρήσεις πέρας, καὶ οἷον ἀπὸ ῥίζης τινὸς ἡδείας κομισαμένους καὶ τὸν καρπὸν γλυκύν, τοὺς δὲ ἀδίκοις ἐπιχειρήσαντας τόλμαις καὶ ἢ πρὸς τὸ κρεῖττον ἀνοήτως ἐκμανέντας ἢ πρὸς τὸ ἀνθρώπινον γένος λογισμὸν ὅσιον μηδένα λαβόντας, ἀλλὰ φυγὰς ἀτιμίας δημεύσεις σφαγὰς τοιαῦτα πολλὰ τολμήσαντας, καὶ οὐδὲ μεταμεληθέντας ποτὲ οὐδὲ τὸν νοῦν ἐπιστρέψαντας πρὸς τὰ καλλίω, ἴσων καὶ τῶν ἀμοιβαίων τυχόντας. καὶ ταῦτά γε οὐκ ἂν ἀπεικότως οὐδ’ ἂν ἀπὸ λόγου συμβαίνοι.

XXVI. Ὅσοι μὲν γὰρ μετὰ δικαίας γνώμης ἐπί τινας ἔρχονται πράξεις καὶ τὸν τοῦ κρείττονος φόβον διηνεκῶς ἔχουσιν ἐν νῷ, βεβαίαν τὴν περὶ αὐτὸν φυλάττοντες πίστιν, καὶ τοὺς παρόντας φόβους τε καὶ κινδύνους οὐκ ἄγουσιν τῶν μελλουσῶν ἐκείνων ἐλπίδων προτιμοτέρους, κἂν εἰ πρὸς καιρὸν δυσχερῶν τινων πειραθεῖεν, τῷ μείζονας ἑαυτοῖς ἀποκεῖσθαι πιστεύειν τιμὰς ἤνεγκαν οὐδὲ τὰ προσπεσόντα βαρέως, ἀλλὰ τοσούτῳ λαμπροτέρας ἔτυχον εὐκλείας, ὅσῳ καὶ βαρυτέρων τῶν χαλεπῶν ἐπειράθησαν. ὅσοι δὲ ἢ τὸ δίκαιον ἀτίμως παρεῖδον ἢ τὸ κρεῖττον οὐκ ἔγνωσαν, καὶ τοὺς τοῦτο πιστῶς μετιόντας ὕβρεσι καὶ κολάσεσιν ἀνηκέστοις ὑποβαλεῖν ἐτόλμησαν, καὶ οὐχ ἑαυτοὺς μὲν ἀθλίους ἐφ’ οἷς διὰ τὰς τοιαύτας ἐκόλαζον προφάσεις ἔκριναν, εὐδαίμονας δὲ καὶ μακαριστοὺς τοὺς καὶ μέχρι τῶν τοιούτων τὴν πρὸς τὸ κρεῖττον διασῳζομένους εὐσέβειαν, τούτων πολλαὶ μὲν ἔπεσον στρατιαί, πολλαὶ δὲ πρὸς φυγὴν ἐτράπησαν, πᾶσα δὲ τούτων πολέμων παράταξις εἰς αἰσχίστην ἔληξεν ἧτταν.

XXVII. Ἐκ τῶν τοιούτων ἀναφύονται πόλεμοι βαρεῖς, ἐκ τῶν τοιούτων πορθήσεις πανώλεθροι, ἐντεῦθεν ἐλαττώσεις μὲν τῶν πρὸς τὰς χρείας ἀναγκαίων, πλῆθος δὲ τῶν ἐπηρτημένων δεινῶν, ἐντεῦθεν οἱ τῆς τοσαύτης ἀρχηγοὶ δυσσεβείας ἢ ἀνατλάντες τὰ ἔσχατα θάνατον πανώλεθρον ἐδυστύχησαν, ἢ ζωὴν αἰσχίστην διάγοντες θανάτου ταύτην βαρυτέραν ἐπέγνωσαν, καὶ οἷον ἰσομέτρους ταῖς ἀδικίαις τὰς τιμωρίας ἐκομίσαντο. τοσοῦτον γὰρ ἕκαστος εὕρατο συμφορῶν, ὅσον τις καὶ καταπολεμῆσαι τὸν θεῖον ὡς ᾤετο νόμον ὑπ’ ἀλογίας προήχθη, ὥστ’ αὐτοῖς μὴ παρὰ τὴν ζωὴν εἶναι βαρέα μόνον, ἀλλὰ καὶ τῶν ὑπὸ γῆς κολαστηρίων χαλεπώτερον προσδοκᾶσθαι τὸν φόβον.

XXVIII. Τοιαύτης δὴ καὶ οὕτω βαρείας δυσσεβείας τὰ ἀνθρώπεια κατεχούσης, καὶ τῶν κοινῶν οἷον ὑπὸ νόσου λοιμώδους τινὸς ἄρδην διαφθαρῆναι κινδυνευόντων καὶ θεραπείας σωτηρίου πολλῆς χρῃζόντων, τίνα τὸ θεῖον ἐπινοεῖ κουφισμόν, τίνα τῶν δεινῶν ἀπαλλαγήν; ἐκεῖνο δὲ πάντως νοητέον θεῖον, ὃ μόνον τε καὶ ὡς ὄντως ἔστι καὶ διαρκῆ κατὰ παντὸς ἔχει τοῦ χρόνου τὴν δύναμιν. πάντως δὲ οὐ κόμπος τὸ τὴν παρὰ τοῦ κρείττονος εὐποιίαν ὁμολογοῦντα σεμνολογεῖσθαι. τὴν ἐμὴν ὑπηρεσίαν πρὸς τὴν ἑαυτοῦ βούλησιν ἐπιτηδείαν ἐζήτησέν τε καὶ ἔκρινεν, ὃς ἀπὸ τῆς πρὸς Βρεττανοῖς ἐκείνης θαλάσσης ἀρξάμενος καὶ τῶν μερῶν, ἔνθα δύεσθαι τὸν ἥλιον ἀνάγκῃ τινὶ τέτακται κρείττονι, ἀπωθούμενος καὶ διασκεδαννὺς τὰ κατέχοντα πάντα δεινά, ἵν’ ἅμα μὲν ἀνακαλοῖτο τὸ ἀνθρώπειον γένος τὴν περὶ τὸν σεμνότατον νόμον θεραπείαν τῇ παρ’ ἐμοῦ παιδευόμενον ὑπουργίᾳ, ἅμα δὲ ἡ μακαριστὴ πίστις αὔξοιτο ὑπὸ χειραγωγῷ τῷ κρείττονι XXIX. (οὐδέποτε γὰρ ἂν ἀγνώμων περὶ τὴν ὀφειλομένην γενοίμην χάριν, ταύτην ἀρίστην διακονίαν, τοῦτο κεχαρισμένον ἐμαυτῷ δῶρον πιστεύσας), μέχρι καὶ τῶν ἑῴων πρόειμι χωρίων, ἃ βαρυτέραις κατεχόμενα συμφοραῖς μείζονα καὶ τὴν παρ’ ἡμῶν θεραπείαν ἐπεβοᾶτο. πάντως δὲ καὶ ψυχὴν ὅλην καὶ πᾶν ὅ τί περ ἀναπνέω, καὶ ὅλως εἴ τι τῆς διανοίας ἐνδοτάτω στρέφεται, τοῦτο τῷ μεγίστῳ θεῷ ὀφείλεσθαι παρ’ ἡμῶν ὅλον ἀσφαλῶς πεπίστευκα.

Οἶδα μὲν οὖν ἀκριβῶς, ὡς οὐδὲν τῆς παρ’ ἀνθρώπων εὐνοίας χρῄζοιεν ἂν οἱ τὴν οὐράνιον ὀρθῶς μεταδιώξαντες ἐλπίδα καὶ ταύτην ἐξαίρετόν τε καὶ ἀσφαλῶς ἐπὶ τῶν θείων καθιδρυσάμενοι τόπων τοσούτῳ τε τιμῶν ἀπολαύοντες μειζόνων, ὅσῳ περ σφᾶς αὐτοὺς τῶν γηίνων ἐλαττωμάτων τε καὶ δεινῶν ἐχώρισαν. τὰς ἀνάγκας δὲ ὅμως τὰς πρὸς καιρὸν ἐπενεχθείσας αὐτοῖς καὶ τὰς οὐ προσηκούσας βασάνους ἀπὸ τῶν οὐδὲν αἰτίων οὐδὲ ὑπευθύνων ὡς πορρωτάτω ἀνείργειν ἡμᾶς οἶμαι προσήκειν· ἢ γένοιτ’ ἂν ἀτοπώτερον, ὑπὸ μὲν τοῖς διῶξαι τοὺς ἄνδρας προθυμηθεῖσιν τῆς περὶ τὸ θεῖον ἕνεκα θεραπείας τὸ καρτερικὸν καὶ στερρὸν τῆς ψυχῆς αὐτῶν ἱκανῶς διαγνωσθῆναι, ὑπὸ δὲ τῷ θεράποντι τοῦ θεοῦ μὴ οὐκ εἰς λαμπρότερον καὶ μακαριστότερον σχῆμα τὴν δόξαν ἀρθῆναι.

XXX. Ἅπαντες τοίνυν, εἴτε τινὲς μετοικίαν ἀντὶ τῆς ἐνεγκούσης ἠλλάξαντο, ὅτι μὴ τὴν πρὸς τὸ θεῖον παρεῖδον πίστιν, ᾗπερ ὅλαις ψυχαῖς σφᾶς αὐτοὺς καθιέρωσαν, γνώσεσιν δικαστῶν ἀπηνέσιν ὑποβληθέντες, καθ’ οὓς ἔτυχον ἕκαστοι χρόνους, εἴτε τινὲς βουλευτικοῖς συγκατηριθμήθησαν καταλόγοις, τὸν τούτων πρότερον ἀριθμὸν οὐ πληροῦντες, χωρίοις τε πατρῴοις ἀποκαταστάντες καὶ σχολῇ τῇ συνήθει τῷ πάντων ἐλευθερωτῇ θεῷ χαριστήρια φερόντων· εἴτε τινὲς τῶν ὄντων ἐστέροντο καὶ πάσης τῆς ὑπαρχούσης οὐσίας ἀποβολῇ καταπεπληγότες κατηφέστατον εἰς δεῦρο διῆγον βίον, οἰκήσεσιν τε ταῖς ἀρχαίαις καὶ γένεσιν καὶ περιουσίαις ἀποδοθέντες τῆς παρὰ τοῦ κρείττονος εὐποιίας χαίροντες ἀπολαύοιεν.

XXXI. Οὐ μὴν ἀλλὰ καὶ ὅσους οὐ βουλομένους νῆσοι κατέχουσιν, τῆς προμηθείας ταύτης ἀπολαῦσαι προστάττομεν, ὅπως ὀρῶν τε δυσχωρίαις καὶ περιρρύτῳ περικεκλεισμένοι θαλάσσῃ τῆς σκυθρωπῆς τε καὶ ἀπανθρώπου ἐρημίας ἐλευθερωθέντες τοῖς φιλτάτοις σφᾶς αὐτοὺς ἀποδοῖεν, τὸν εὐκταῖον πόθον πληρώσαντες· οἳ πενιχρὰν ἐπὶ πολὺν χρόνον ζωὴν μετά τινος προστροπαίου ῥύπου διῆγον, οἷον ἅρπαγμά τι τὴν ἐπάνοδον ποιησάμενοι, καὶ τῶν φροντίδων εἰς τὸ λοιπὸν ἀπηλλαγμένοι. μετὰ φόβου γὰρ ὑφ’ ἡμῖν βιοῦν, οἳ θεοῦ θεράποντες εἶναι αὐχοῦμέν τε καὶ πιστεύομεν, καὶ εἰς ἀκοὴν ἐλθεῖν μόνον εἴη τῶν ἀτοπωτάτων ἄν, μήτι γε δὴ καὶ πιστεῦσαι· οἳ καὶ τὰς ἀλλοτρίας ἁμαρτίας διορθοῦν πεφύκαμεν.

XXXII. Ὅσοι γε μὴν ἢ μοχθηραῖς μεταλλείαις ἐμπονεῖν κατεγνώσθησαν ἢ τὰς πρὸς τοῖς δημοσίοις ἔργοις ὑπηρεσίας πληροῦν, τῶν διαρκῶν μόχθων τὴν γλυκεῖαν σχολὴν ἀμειψάμενοι κουφότερον καὶ τὸν μετ’ ἐξουσίας ἤδη βιούντων βίον, τὰς ἀμέτρους τῶν πόνων ἀηδίας εἰς πραεῖαν ἄνεσιν καταλύσαντες. εἰ δὲ καὶ τῆς κοινῆς παρρησίας ἀποπεσόντες ὑπάρχοιέν τινες καὶ δυστυχήσαντες ἀτιμίαν, μετ’ εὐφροσύνης τῆς προσηκούσης, οἷον ἀποδημίᾳ τινὶ χρονίῳ ἐχωρίσθησαν, τὴν προτέραν ἀξίαν ἀναλαβόντες ἐπὶ τὰς αὐτῶν ἐπειγέσθωσαν πατρίδας.

XXXIII. Οὐ μὴν ἀλλὰ καὶ τοῖς ἐξετασθεῖσι μὲν ἐν στρατιωτικαῖς ἀξίαις ποτέ, τούτων δὲ διὰ τὴν ἀπηνῆ τε καὶ ἄδικον πρόφασιν ἐκπεσοῦσιν, ὅτι τὸ γινώσκειν τὸ κρεῖττον ὁμολογοῦντες προτιμότερον ἧς εἶχον ἀξίας ἦγον, ἔστω πρὸς βούλησιν ἢ τὰ στρατιωτικὰ στέργουσιν ἐφ’ οὗπερ ἦσαν σχήματος μένειν, ἢ μετὰ ἀφέσεως ἐντίμου ἐλευθέραν ἄγειν σχολήν· πρέπον γὰρ ἂν εἴη καὶ ἀκόλουθον τὸν τοσαύτην μεγαλοψυχίαν καὶ καρτερίαν πρὸς τοὺς ἐπενεχθέντας κινδύνους ἐπιδειξάμενον καὶ σχολῆς, εἰ βούλοιτο, καὶ τιμῆς πρὸς τὴν αἵρεσιν ἀπολαύειν.

XXXIV. Καὶ μὴν καὶ ὅσοι τῆς εὐγενείας πρὸς βίαν στερόμενοι τοιουτότροπόν τινα γνῶσιν δικαστῶν ὑπέστησαν, ὥστε ἢ γυναικείοις ἢ λινοϋφίοις ἐμβληθέντες [ἀήθη] καὶ ἄθλιον ὑπομένειν πόνον ἢ οἰκέται νομίζεσθαι τοῦ ταμιείου, οὐδὲν αὐτοῖς τῆς προτέρας ἐπαρκεσάσης γενέσεως, οὗτοι τιμῶν τε ὧν ἀπέλαυον πρόσθεν καὶ τοῖς τῆς ἐλευθερίας καλοῖς ἐνευφραινόμενοι, ἀνακαλεσάμενοι τὰς συνήθεις ἀξίας, μετὰ πάσης λοιπὸν εὐφροσύνης βιούτωσαν. καὶ ὁ δουλείαν μὲν ἐλευθερίας ἀλλαξάμενος ἀθεμίτῳ τινὶ καὶ ἀπανθρώπῳ δήπου ἀπονοίᾳ, πολλάκις τε τὰς ἀήθεις διακονίας ἀποδυράμενος, καὶ οἷον αἰφνίδιον οἰκέτην ἑαυτὸν ἀντ’ ἐλευθέρου γνούς, ἐλευθερίας τῆς πρόσθεν καθ’ ἡμέτερον λαβόμενος πρόσταγμα, ἀποδιδότω τε τοῖς γεννήτορσιν ἑαυτὸν καὶ πόνους τοὺς ἐλευθέρῳ πρέποντας μετίτω, ἃς προεμόχθησεν οὐκ οἰκείας διακονίας ἐκβαλὼν τῆς μνήμης.

XXXV. Παρεατέον δὲ οὐδὲ τὸ τῶν οὐσιῶν, ὧν ἕκαστοι κατὰ διαφόρους ἐστερήθησαν προφάσεις. ἀλλ’ εἴτε τινὲς τὸν ἄριστόν τε καὶ θεῖον ὑποστάντες ἀγῶνα τοῦ μαρτυρίου ἀφόβῳ τε καὶ θαρραλέᾳ τῇ γνώμῃ τῶν ὄντων ἐστερήθησαν, εἴτε τινὲς ὁμολογηταὶ καταστάντες τὴν αἰώνιον ἐλπίδα παρεσκεύασαν ἑαυτοῖς, ὅσοι τε μετοικῆσαι καταναγκασθέντες, ὅτι μὴ τοῖς διώξασιν εἶξαν παριδόντες τὴν πίστιν, τῶν ὄντων ἐστέροντο καὶ αὐτοί, ἢ εἴ γέ τινες οὐδὲ καταγνωσθέντες θάνατον στέρησιν ἐδυστύχησαν τῶν ὄντων, τούτων τοῖς πρὸς γένους προσνέμεσθαι τοὺς κλήρους προστάττομεν. πάντως δὲ διαγορευόντων τῶν νόμων τῶν ἀγχιστέων τοῖς ἐγγυτέρω, ῥᾴδιον διαγινώσκειν οἷς προσήκουσιν οἱ κλῆροι, καὶ ὅτι οὗτοι κατὰ λόγον ἐπὶ τὴν διαδοχὴν ἔλθοιεν ἄν, οἵπερ ἦσαν οἰκειότεροι καὶ αὐτομάτῳ χρησαμένων ἐκείνων τῷ τέλει, XXXVI. εἰ δὲ τῶν ἀγχιστέων μηδεὶς ὑπολείποιτο μηδενὸς τῶν προειρημένων κατὰ λόγον ἂν γενόμενος κληρονόμος, μήτε τῶν μαρτύρων φημί, μήτε τῶν ὁμολογησάντων, μήτε τῶν μετοίκων μέντοι τῶν ἐπὶ τοιαύτῃ μεταστάντων προφάσει, ἡ καθ’ ἑκάστους ἀεὶ τοὺς τόπους ἐκκλησία διαδέχεσθαι τετάχθω τὸν κλῆρον· οὐκ ἔσται δὲ τοῦτο πάντως οὐδὲ τοῖς ἀπελθοῦσι βαρύ, εἴπερ ἧς ἕνεκα πάντας ὑπέστησαν πόνους κληρονόμον εὐτυχοῖεν ταύτην. προσκεῖσθαί γε μὴν ἀναγκαῖον καὶ τόδε, ὡς εἰ τῶν προειρημένων τινὲς ἐδωρήσαντό τι τῶν ὄντων οἷς ἐβούλοντο, τούτοις τὴν δεσποτείαν εὔλογον κυρίαν μένειν.

XXXVII. Ὅπως δὲ μηδὲ πλάνη τις ἐμφαίνοιτο τῷ προστάγματι, ἀλλ’ ἕτοιμον ᾖ τὸ δίκαιον ἅπασι γινώσκειν, εἰδέτωσαν ἅπαντες, εἴτε χωρίον εἴτε οἰκίαν εἴτε κῆπον εἴτε ἕτερόν τι τῶν προειρημένων κατέχοιεν, καλὸν καὶ λυσιτελοῦν αὐτοῖς εἶναι καὶ ὁμολογεῖν [αὐτοὺς] καὶ ἀποκαθιστάναι σὺν ἁπάσῃ ταχυτῆτι. εἰ γὰρ καὶ τὰ μάλιστα φανεῖεν ἐξ αὐτῶν τινες ἀπὸ τῆς οὐ δικαίας δεσποτείας πολλὰ καρπωσάμενοι, καὶ γίνεσθαι τούτων τὴν ἀπαίτησιν ἡμεῖς οὐ δικαίαν κρίνομεν, ὅμως γε μὴν αὐτοὶ ὁπόσα τε καὶ ὁπόθεν συνέλεξαν ἐπιγνόντες, τῷ ἁμαρτήματι τούτῳ συγχώρησιν γενέσθαι παρ’ ἡμῶν δεηθήτωσαν, ὅπως ἅμα μὲν τῇ τοιαύτῃ διορθώσει ἡ φθάσασα ἰαθῇ πλεονεξία, ἅμα δὲ ὁ μέγιστος θεός, οἷον ἀντὶ μεταμελείας τινὸς τοῦτο προσιέμενος, εὐμενὴς ἐπὶ τοῖς ἁμαρτηθεῖσι γένοιτο. XXXVIII. ἐροῦσι μὲν γὰρ ἴσως ἀντ’ ἀπολογίας προϊσχόμενοι οἱ τῶν τοιούτων οὐσιῶν καταστάντες δεσπόται, εἴ γε τοῦτο κρατεῖν ἐπ’ αὐτῶν ἄξιον ἢ δυνατὸν τὸ πρόσρημα, ὡς οὐκ ἦν οἷόν τε ἀποθέσθαι τὸ τηνικαῦτα, ἡνίκα πολύτροπος ἁπάντων τῶν δεινῶν ἦν θέα, ὠμῶς ἀπελαυνόμενοι, ἀφειδῶς ἀπολλύμενοι, ἀμελῶς ἐρριμμένοι, δημεύσεις τῶν οὐδὲν αἰτίων συχναί, διώξεις ἀκόρεστοι, τῶν ὄντων διαπράσεις· εἰ δὲ τοῖς τοιούτοις διισχυρίζοιντο λόγοις τινὲς καὶ ταῖς ἀπλήστοις ἐπιμένοιεν προαιρέσεσιν, οὐκ ἀτιμώρητον ἑαυτοῖς τὸ τοιοῦτον αἰσθήσονται, καὶ μάλιστα ὁπότε οὕτω τὰ παρ’ ἡμῶν τῷ μεγίστῳ διακονεῖται θεῷ. ὅσα πρότερον ἡ ὀλέθριος ἀνάγκη συνηνάγκαζε λαμβάνειν, νῦν κατέχειν ἐπισφαλὲς ὑπάρχει· ἄλλως τε παντὶ τρόπῳ τὰς ἀπληστίας λογισμοῖς καὶ παραδείγμασιν ἐλαττοῦν ἀναγκαῖον.

XXXIX. Οὐδὲ τὸ ταμιεῖον, εἴ τι κατέχοι τῶν προειρημένων, βεβαίως κατέχειν συγχωρηθήσεται, ἀλλ’ οἷον οὐδὲ ἀντιφθέγξασθαι πρὸς τὰς ἱερὰς ἐκκλησίας τολμῆσαν, ὧν ἐπὶ χρόνον οὐ δικαίως κατέσχεν, τούτων ἐκστήσεται δικαίως ταῖς ἐκκλησίαις *** ἅπαντα δ’ ὅσα ταῖς ἐκκλησίαις προσήκειν ὀρθῶς ἂν φανείη, εἴτε οἰκίαι τὸ κτῆμα τυγχάνοιεν εἴτε ἀγροί τινες καὶ κῆποι εἴτε ὁποῖα δή ποτε ἕτερά τινα, οὐδενὸς τῶν εἰς τὴν δεσποτείαν ἐλαττουμένου δικαίου ἀλλ’ ἀκεραίων πάντων μενόντων, ἀποκαθίστασθαι προστάττομεν.

XL. Καὶ μὴν καὶ τοὺς τόπους αὐτούς, οἳ τοῖς σώμασι τῶν μαρτύρων τετίμηνται καὶ τῆς ἀναχωρήσεως τῆς ἐνδόξου ὑπομνήματα καθεστᾶσιν, τίς ἂν ἀμφιβάλοι μὴ οὐχὶ ταῖς ἐκκλησίαις προσήκειν, ἢ οὐχὶ καὶ προστάξειεν ἄν; ἡνίκα μήτε δῶρον ἄμεινον μήτε κάματος χαριέστερος καὶ πολλὴν ἔχων τὴν ὠφέλειαν ἕτερος ἂν γένοιτο, ἢ τοῦ θείου προτρέποντος νεύματος τὴν περὶ τῶν τοιούτων ποιεῖσθαι σπουδήν, καὶ ἃ μετὰ πονηρῶν ἐξῃρέθη προφάσεων τῶν ἀδίκων καὶ μοχθηροτάτων ἀνδρῶν, ἀποκατασταθέντα δικαίως ταῖς εὐαγέσιν αὖθις ἐκκλησίαις ἀποσωθῆναι.

XLI. Ἐπειδὴ δὲ ὁλοκλήρου προνοίας ἂν εἴη μηδὲ τούτους σιωπῇ παρελθεῖν, ὅσοιπερ ἢ ὠνῆς δικαίῳ ἐπρίαντό τι παρὰ τοῦ ταμιείου ἢ κατὰ δωρεὰν κατέσχον συγχωρηθέν, μάτην καὶ ἐπὶ τὰ τοιαῦτα τὰς ἀπλήστους ἐπιθυμίας ἐκτείνοντες, γινωσκέτωσαν, ὡς οἱ τοιοῦτοι, εἰ καὶ ὅτι μάλιστα οἷς ἐτόλμησαν πρίασθαι ἀλλοτρίαν τὴν παρ’ ἡμῶν εἰς αὐτοὺς ἐπειράθησαν καταστῆσαι φιλανθρωπίαν, ὅμως ταύτης εἰς τὸν δυνατὸν καὶ πρέποντα τρόπον οὐκ ἀτυχήσουσιν. ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἀνήχθω.

XLII. Ἐπειδὴ δὲ ἀποδείξεσιν ἐναργεστάταις καὶ σαφεστάταις ἐξεφάνη ἀρετῇ τε τοῦ πάντα δυνατοῦ θεοῦ καὶ παραινέσεσιν ἅμα καὶ βοηθείαις, ἃς ὑπὲρ ἐμοῦ συχνὰς ἀξιοῖ ποιεῖσθαι, τὴν πρότερον κατέχουσαν πάντα τὰ ἀνθρώπεια δυσχέρειαν ἐκ πάσης ἐληλάσθαι τῆς ὑφ’ ἡλίῳ, οἱ καθ’ ἕνα τε καὶ σύμπαντες ἐσπουδασμέναις καθορᾶτε φροντίσιν, τίς ἐκείνη καθέστηκεν ἐξουσία, τίς χάρις, ἣ τῶν μὲν πονηροτάτων καὶ μοχθηροτάτων τὸ ὡς εἰπεῖν σπέρμα ἠφάνισέν τε καὶ διέφθειρεν, τῶν δὲ ἀγαθῶν τὴν εὐφροσύνην ἀνακληθεῖσαν ἐπὶ πάσας ἐκτείνει τὰς χώρας ἀφθόνως, καὶ αὖθις αὐτόν τε τὸν θεῖον νόμον τὰ εἰκότα μετὰ παντὸς σεβάσματος θεραπεύεσθαι, τούς τε τούτῳ σφᾶς αὐτοὺς καθιερώσαντας τὰ προσήκοντα σέβειν, ἐξουσίαν δίδωσιν ἅπασαν. οἳ καθάπερ ἔκ τινος σκότους βαθυτάτου ἀνακύψαντες καὶ λαμπρὰν τῶν πραγμάτων λαβόντες γνῶσιν, θεραπείαν τε τὴν προσήκουσαν τοῦ λοιποῦ περὶ αὐτὸν καὶ τιμὴν σύμφωνον ἐπιδείξονται.

Προτεθήτω ἐν τοῖς ἡμετέροις ἀνατολικοῖς μέρεσιν.

XLIII. Τὸ μὲν δὴ πρῶτον ὡς ἡμᾶς καταπεμφθὲν βασιλέως γράμμα ταῦτα διετάττετο. αὐτίκα δὲ δι’ ἔργων ἐχώρει τὰ πρὸς τοῦ νόμου διηγορευμένα, καὶ πάντ’ ἐπράττετο τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμότητος τετολμημένοις, ἀπήλαυόν τε βασιλικῶν δωρεῶν οἷς ταῦτα νενομοθέτητο.

XLIV. Μεταβὰς δ’ ἐκ τούτων βασιλεὺς πραγμάτων ἐνεργῶν ἥπτετο. καὶ πρῶτα μὲν τοῖς κατ’ ἐπαρχίας διῃρημένοις ἔθνεσιν ἡγεμόνας κατέπεμπε, τῇ σωτηρίῳ πίστει καθωσιωμένους τοὺς πλείους, ὅσοι δ’ ἑλληνίζειν ἐδόκουν, τούτοις θύειν ἀπείρητο. ὁ δ’ αὐτὸς ἦν νόμος καὶ ἐπὶ τῶν ὑπερκειμένων τὰς ἡγεμονικὰς ἀρχὰς ἀξιωμάτων, ἐπί τε τῶν ἀνωτάτω καὶ τὴν ἔπαρχον διειληφότων ἐξουσίαν. ἢ γὰρ Χριστιανοῖς οὖσιν ἐμπρέπειν ἐδίδου τῇ προσηγορίᾳ, ἢ διακειμένοις ἑτέρως τὸ μὴ εἰδωλολατρεῖν παρήγγελλεν.

XLV. Εἶθ’ ἑξῆς δύο κατὰ τὸ αὐτὸ ἐπέμποντο νόμοι, ὁ μὲν εἴργων τὰ μυσαρὰ τῆς κατὰ πόλεις καὶ χώρας τὸ παλαιὸν συντελουμένης εἰδωλολατρίας, ὡς μήτ’ ἐγέρσεις ξοάνων ποιεῖσθαι τολμᾶν, μήτε μαντείαις καὶ ταῖς ἄλλαις περιεργίαις ἐπιχειρεῖν, μήτε μὴν θύειν καθόλου μηδένα, ὁ δὲ τῶν εὐκτηρίων οἴκων τὰς οἰκοδομὰς ὑψοῦν αὔξειν τε εἰς πλάτος καὶ μῆκος τὰς ἐκκλησίας τοῦ θεοῦ διαγορεύων, ὡσανεὶ μελλόντων τῷ θεῷ σχεδὸν εἰπεῖν ἁπάντων ἀνθρώπων τοῦ λοιποῦ προσοικειοῦσθαι τῆς πολυθέου μανίας ἐκποδὼν ἠρμένης. τοιαῦτα γὰρ φρονεῖν τε καὶ γράφειν τοῖς κατὰ τόπον ἄρχουσι βασιλέα ἡ αὐτοῦ περὶ τὸν θεὸν ἐνῆγεν ὁσία, χρημάτων δὲ μὴ φείδεσθαι δόσεως, ἀλλ’ ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν τὰς ἐπισκευὰς ποιεῖσθαι περιεῖχεν ὁ νόμος. ἐγράφετο δὲ καὶ τοῖς κατὰ πάντα τόπον τῶν ἐκκλησιῶν προέδροις τοιαῦτα, ὁποῖα καὶ ἡμῖν ἐπιστέλλειν ἠξίου, πρώτην ταύτην εἰς ἡμέτερον πρόσωπον γραφὴν διαπεμψάμενος.

XLVI. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννίδος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε. νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοικήσεως θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δ’ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἁμαρτήμασί τισι περιπεσόντας ἐπιγνόντας τε τὸ ὄντως ὂν ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατάστασιν. ὅσων τοίνυν ἢ αὐτὸς προίστασαι ἐκκλησιῶν ἢ ἄλλους τοὺς κατὰ τόπον προισταμένους ἐπισκόπους πρεσβυτέρους τε ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπανορθοῦσθαι τὰ ὄντα ἢ εἰς μείζονα αὔξειν ἢ ἔνθα ἂν χρεία ἀπαιτῇ καινὰ ποιεῖν. αἰτήσεις δὲ καὶ αὐτὸς καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγκαῖα παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως. τούτοις γὰρ ἐπεστάλη πάσῃ προθυμίᾳ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις.

Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.

Ταῦτα μὲν οὖν καθ’ ἕκαστον ἔθνος ἐγράφετο τοῖς τῶν ἐκκλησιῶν προεστῶσι, τὰ ἀκόλουθά τε τούτοις πράττειν οἱ τῶν ἐθνῶν ἡγεμόνες ἐκελεύοντο, σὺν πολλῷ τε τάχει δι’ ἔργων ἐχώρει τὰ νενομοθετημένα.

XLVII. Ἐπιτείνας δ’ ἔτι μᾶλλον {ὁ} βασιλεὺς τὴν πρὸς τὸν θεὸν ὁσίαν διδασκαλίαν ἀπελεγκτικὴν τῆς εἰδωλολάτρου πλάνης τῶν πρὸ αὐτοῦ κεκρατηκότων τοῖς κατὰ πᾶν ἔθνος ἐπαρχιώταις κατέπεμπε, λογιώτερον τοὺς ἀρχομένους προτρέπων τὸν ἐπὶ πάντων θεὸν γνωρίζειν αὐτόν τε τὸν Χριστὸν αὐτοῦ διαρρήδην ἐπιγράφεσθαι σωτῆρα. καὶ ταύτην δὲ τὴν γραφήν, αὐτόγραφον οὖσαν αὐτοῦ μεταληφθεῖσαν δ’ ἐκ τῆς Ῥωμαίων φωνῆς, ἀπολαβεῖν ἀναγκαῖον τῷ παρόντι λόγῳ, ὡς ἂν δοκοῖμεν αὐτοῦ βασιλέως ἐπακούειν ταῖς πάντων ἀνθρώπων ἀκοαῖς τοῦτον ἐκβοῶντος τὸν τρόπον.

XLVIII. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς ἐπαρχιώταις ἀνατολικοῖς.

Πάντα μὲν ὅσα τοῖς κυριωτάτοις τῆς φύσεως περιέχεται νόμοις, τῆς κατὰ τὴν θείαν διάταξιν προνοίας τε καὶ θεωρίας ἱκανὴν αἴσθησιν τοῖς πᾶσι παρέχει, οὐδὲ ἔστι τις ἀμφιβολία οἷς κατ’ εὐθεῖαν γνώσεως ὁδὸν ἡ διάνοια ἐπ’ ἐκεῖνον ἄγεται τὸν σκοπόν, ὡς ἡ τοῦ ὑγιοῦς λογισμοῦ καὶ τῆς ὄψεως αὐτῆς ἡ ἀκριβὴς κατάληψις μιᾷ ῥοπῇ τῆς ἀληθοῦς ἀρετῆς ἐπὶ τὴν γνῶσιν ἀναφέρει τοῦ θεοῦ. διόπερ πᾶς συνετὸς ἀνὴρ οὐκ ἄν ποτε ταραχθείη τοὺς πολλοὺς ὁρῶν ἐναντίαις προαιρέσεσι φερομένους. ἀνόητος γὰρ ἂν ἡ τῆς ἀρετῆς ἐλάνθανε χάρις, εἰ μὴ καταντικρὺ τὸν τῆς διεστραμμένης ἀπονοίας βίον ἡ κακία προὐβέβλητο. διὸ τῇ μὲν ἀρετῇ στέφανος πρόκειται, τῆς δὲ κρίσεως αὐθεντεῖ ὁ ὕψιστος θεός. ἐγὼ δ’ ὡς ἔνι μάλιστα φανερῶς περὶ τῶν κατ’ ἐμαυτὸν ἐλπίδων πᾶσιν ὑμῖν ὁμολογῆσαι πειράσομαι.

XLIX. Ἔσχον ἔγωγε τοὺς πρὸ τούτου γενομένους αὐτοκράτορας διὰ τὸ τῶν τρόπων ἄγριον ἀποσκλήρους, μόνος δ’ ὁ πατὴρ ὁ ἐμὸς ἡμερότητος ἔργα μετεχειρίζετο, μετὰ θαυμαστῆς εὐλαβείας ἐν πάσαις ταῖς ἑαυτοῦ πράξεσι τὸν σωτῆρα θεὸν ἐπικαλούμενος. ὅσοι δὲ λοιποί, οὐχ ὑγιαίνοντες τὰς φρένας ἀγριότητος μᾶλλον ἢ πραότητος ἐπεμέλοντο, καὶ ταύτην ἔτρεφον ἀφθόνως, ἐπὶ τῶν ἰδίων καιρῶν τὸν ἀληθῆ λόγον διαστρέφοντες, τῆς δὲ πονηρίας αὐτοῖς ἡ δεινότης εἰς τοσοῦτον ἐξήπτετο, ὡς πάντων ὁμοῦ τῶν θείων τε καὶ ἀνθρωπίνων πραγμάτων εἰρηνευομένων ἐμφυλίους ὑπ’ ἐκείνων πολέμους ἀναρριπίζεσθαι.

L. Τὸν Ἀπόλλω τὸ τηνικαῦτα ἔφασαν ἐξ ἄντρου τινὸς καὶ σκοτίου μυχοῦ οὐχὶ δ’ ἐξ οὐρανοῦ χρῆσαι, ὡς ἄρα οἱ ἐπὶ τῆς γῆς δίκαιοι ἐμπόδιον εἶεν τοῦ ἀληθεύειν αὐτόν, καὶ διὰ τοῦτο ψευδεῖς τῶν τριπόδων τὰς μαντείας ποιεῖσθαι. τοῦτο γάρ τοι ἡ ἱέρεια αὐτοῦ, κατηφεῖς τοὺς πλοκάμους ἀνεῖσα ὑπὸ μανίας τ’ ἐλαυνομένη, τὸ ἐν ἀνθρώποις κακὸν ἀπωδύρετο. ἀλλ’ ἴδωμεν ταῦτα εἰς ὁποῖον τέλος ἐξώκειλε. LI. σὲ νῦν τὸν ὕψιστον θεὸν καλῶ· ἠκροώμην τότε κομιδῆ παῖς ἔτι ὑπάρχων, πῶς ὁ κατ’ ἐκεῖνο καιροῦ παρὰ τοῖς Ῥωμαίων αὐτοκράτορσιν ἔχων τὰ πρωτεῖα, δείλαιος, ἀληθῶς δείλαιος, πλάνῃ τὴν ψυχὴν ἠπατημένος, παρὰ τῶν δορυφορούντων αὐτόν, τίνες ἄρα εἶεν οἱ πρὸς τῇ γῇ δίκαιοι, πολυπραγμονῶν ἐπυνθάνετο, καί τις τῶν περὶ αὐτὸν θυηπόλων ἀποκριθείς, Χριστιανοὶ δήπουθεν, ἔφη. ὁ δὲ τὴν ἀπόκρισιν ὥσπερ τι καταβροχθίσας μέλι τὰ κατὰ τῶν ἀδικημάτων εὑρεθέντα ξίφη κατὰ τῆς ἀνεπιλήπτου ὁσιότητος ἐξέτεινεν. αὐτίκα δὴ οὖν διατάγματα λύθρων μιαιφόνοις ὡς εἰπεῖν ἀκωκαῖς συνέταττε, τοῖς τε δικασταῖς τὴν κατὰ φύσιν ἀγχίνοιαν εἰς εὕρεσιν κολαστηρίων καινοτέρων ἐκτείνειν παρεκελεύετο.

LII. Ἦν τότε, ἦν ἰδεῖν, μεθ’ ὅσης ἐξουσίας ἡ σεμνότης ἐκείνη τῆς θεοσεβείας τῇ τῆς ὠμότητος συνεχείᾳ οὐ τὰς τυχούσας ἐφ’ ἑκάστης ἡμέρας ὕβρεις ὑφίστατο, σωφροσύνη δ’, ἣν τῶν πολεμίων οὐδεὶς ἠδίκησε πώποτε, ὀργίλων πολιτῶν παροινίας πάρεργον ἐγίγνετο. ποῖον πῦρ ποῖαι βάσανοι ποῖον στρεβλωτηρίων εἶδος οὐχὶ παντὶ σώματι καὶ ἡλικίᾳ πάσῃ ἀδιακρίτως προσήγετο; τὸ τηνικαῦτα ἐδάκρυε μὲν ἀναμφιβόλως ἡ γῆ, ὁ δὲ τὰ σύμπαντα περιέχων κόσμος τῷ λύθρῳ χραινόμενος ἀπεκλάετο, ἥ γε μὴν ἡμέρα αὐτὴ τῷ πένθει τοῦ θεάματος ἐνεκαλύπτετο.

LIII. Ἀλλὰ τί ταῦτα; αὐχοῦσι νῦν ἐπ’ ἐκείνοις οἱ βάρβαροι οἱ τοὺς κατ’ ἐκεῖνο καιροῦ ἐξ ἡμῶν φεύγοντας ὑποδεδεγμένοι καὶ φιλανθρώπῳ τηρήσαντες αἰχμαλωσίᾳ, ὅτι οὐ μόνον τὴν σωτηρίαν ἀλλὰ καὶ τὰ τῆς σεμνότητος αὐτοῖς κατέστησαν ἐν ἀσφαλείᾳ ἔχειν. καὶ νῦν τὸ Ῥωμαίων γένος κηλῖδα ταύτην διηνεκῆ φέρει, ἣν οἱ κατ’ ἐκεῖνο καιροῦ τῆς Ῥωμαϊκῆς οἰκουμένης ἐλαυνόμενοι Χριστιανοὶ καὶ βαρβάροις προσφεύγοντες προσετρίψαντο.

LIV. Ἀλλὰ τί τῶν θρήνων ἐκείνων καὶ τοῦ κοινοῦ τῆς οἰκουμένης πένθους ἐπὶ πλέον μεμνῆσθαί με δεῖ; οἴχονται λοιπὸν καὶ ἐκεῖνοι οἱ τοῦ μύσους αὐθένται, πρὸς διηνεκῆ κόλασιν τοῖς Ἀχέροντος βαράθροις ἐκδοθέντες, σὺν αἰσχρῷ τέλει. πολέμοις γὰρ ἐμφυλίοις καταμιγέντες οὔτ’ ὄνομα οὔτε γένος αὐτῶν καταλελοίπασιν. ὃ δὴ οὐκ ἂν αὐτοῖς συμβεβήκει, εἰ μὴ ἡ ἀσεβὴς ἐκείνη τῶν τοῦ Πυθίου χρηστηρίων μαντεία κίβδηλον δύναμιν ἐσχήκει.

LV. Σὲ νῦν τὸν μέγιστον θεὸν παρακαλῶ· εἴης πρᾶός τε καὶ εὐμενὴς τοῖς σοῖς ἀνατολικοῖς, εἴης πᾶσι τοῖς σοῖς ἐπαρχιώταις ὑπὸ χρονίου συμφορᾶς συντριβεῖσι, δι’ ἐμοῦ τοῦ σοῦ θεράποντος ὀρέγων ἴασιν. καὶ ταῦτά γε αἰτῶ οὐκ ἀπεικότως, ὦ δέσποτα τῶν ὅλων, ἅγιε θεέ· ταῖς σαῖς γὰρ ὑφηγήσεσιν ἐνεστησάμην σωτηριώδη πράγματα καὶ διήνυσα, τὴν σὴν σφραγῖδα πανταχοῦ προβαλλόμενος καλλινίκου ἡγησάμην στρατοῦ· κἄν πού τις τῶν δημοσίων καλῇ χρεία, τοῖς αὐτοῖς τῆς σῆς ἀρετῆς ἑπόμενος συνθήμασιν ἐπὶ τοὺς πολεμίους πρόειμι. διὰ ταῦτά τοι ἀνέθηκά σοι τὴν ἐμαυτοῦ ψυχὴν ἔρωτι καὶ φόβῳ καθαρῶς ἀνακραθεῖσαν· τὸ μὲν γὰρ ὄνομά σου γνησίως ἀγαπῶ, τὴν δὲ δύναμιν εὐλαβοῦμαι, ἣν πολλοῖς τεκμηρίοις ἔδειξας καὶ τὴν ἐμὴν πίστιν βεβαιοτέραν εἰργάσω. ἐπείγομαι γοῦν καὶ τοὺς ὤμους αὐτὸς ὑποσχὼν τοὺς ἐμοὺς τὸν ἁγιώτατόν σου οἶκον ἀνανεώσασθαι, ὃν οἱ μυσαροὶ ἐκεῖνοι καὶ ἀσεβέστατοι τῷ ἀτοπήματι τῆς καθαιρέσεως ἐλυμήναντο.

LVI. Εἰρηνεύειν σου τὸν λαὸν καὶ ἀστασίαστον μένειν ἐπιθυμῶ ὑπὲρ τοῦ κοινοῦ τῆς οἰκουμένης καὶ τοῦ πάντων ἀνθρώπων χρησίμου. ὁμοίαν τοῖς πιστεύουσιν οἱ πλανώμενοι χαίροντες λαμβανέτωσαν εἰρήνης τε καὶ ἡσυχίας ἀπόλαυσιν. αὕτη γὰρ ἡ τῆς κοινωνίας γλυκύτης κἀκείνους ἐπανορθώσασθαι καὶ πρὸς τὴν εὐθεῖαν ἀγαγεῖν ὁδὸν ἰσχύσει. μηδεὶς τὸν ἕτερον παρενοχλείτω· ἕκαστος ὅπερ ἡ ψυχὴ βούλεται κατεχέτω, τούτῳ κατακεχρήσθω. τοὺς δ’ εὖ φρονοῦντας πεπεῖσθαι χρή, ὡς οὗτοι μόνοι ἁγίως καὶ καθαρῶς βιώσονται, οὓς αὐτὸς καλεῖς ἐπαναπαύεσθαι τοῖς σοῖς ἁγίοις νόμοις. οἱ δ’ ἑαυτοὺς ἀφέλκοντες ἐχόντων βουλόμενοι τὰ τῆς ψευδολογίας τεμένη· ἡμεῖς ἔχομεν τὸν φαιδρότατον τῆς σῆς ἀληθείας οἶκον, ὅνπερ κατὰ φύσιν δέδωκας. τοῦτο κἀκείνοις εὐχόμεθα, ἵνα δηλαδὴ διὰ τῆς κοινῆς ὁμονοίας καὶ αὐτοὶ τὴν θυμηδίαν ἀποφέρωνται. LVII. οὐδὲ γάρ ἐστι καινὸν οὐδέ τι νεώτερον τὸ καθ’ ἡμᾶς, ἀλλ’ ἐξ οὗπερ τὴν τῶν ὅλων διακόσμησιν παγίως γεγενῆσθαι πεπιστεύκαμεν, μετὰ τοῦ πρέποντός σοι σεβάσματος τοῦτο παρεκελεύσω, ἐσφάλη δὲ τὸ ἀνθρώπινον γένος πλάναις παντοίαις παρηγμένον· ἀλλὰ σύ γε διὰ τοῦ σοῦ υἱοῦ, ἵνα μὴ τὸ κακὸν ἐπὶ πλέον ἐπιβρίσῃ, καθαρὸν φῶς ἀνασχὼν ὑπέμνησας περὶ σεαυτοῦ τοὺς πάντας.

LVIII. Αἱ σαὶ πράξεις ταῦτα πιστοῦνται· τὸ σὸν κράτος ἀθῴους ἡμᾶς καὶ πιστοὺς ἐργάζεται, ἥλιος καὶ σελήνη ἔννομον ἔχουσι τὴν πορείαν, οὐδὲ τὰ ἄστρα ἄτακτον ἔχει τὴν τοῦ κοσμικοῦ κύκλου περιφοράν· αἱ τῶν καιρῶν ἀμοιβαὶ νομίμως ἀνακυκλοῦνται, ἡ τῆς γῆς ἑδραία στάσις τῷ σῷ λόγῳ συνέστηκε, καὶ τὸ πνεῦμα κατὰ τὸν ἐπιταχθέντα θεσμὸν ποιεῖται τὴν κίνησιν, ἥ τε τῶν ὑδάτων φορὰ θέουσα πρόεισιν ἀπλέτου ῥεύματος μέτρῳ, ἡ θάλασσα ὅροις ἐμπεριέχεται πεπηγόσι, καὶ ὅ τι ἂν τῇ γῇ καὶ τῷ ὠκεανῷ συμπαρεκτείνηται, τοῦτο πᾶν θαυμασταῖς τισι καὶ χρησίμοις τεχνάζεται πολυτελείαις. ὅπερ εἰ μὴ κατὰ κρίσιν τῆς σῆς βουλήσεως ἐπράττετο, ἀναμφιβόλως ἂν ἡ τοσαύτη διαφορὰ καὶ ἡ πολλὴ τῆς ἐξουσίας διάκρισις παντὶ τῷ βίῳ καὶ τοῖς πράγμασιν ἐλυμήνατο. οἱ γὰρ πρὸς ἑαυτοὺς μαχεσθέντες χαλεπώτερον ἂν τὸ ἀνθρώπινον κατέβλαψαν γένος· ὅπερ καὶ μὴ ὁρώμενοι πράττουσιν.

LIX. Ἀλλὰ χάρις σοι πλείστη, δέσποτα τῶν ἁπάντων, μέγιστε θεέ· ὅσον γὰρ διαφόροις σπουδάσμασιν ἡ ἀνθρωπότης γνωρίζεται, τοσούτῳ μᾶλλον τοῖς ὀρθότερον φρονοῦσι καὶ γνησίας ἐπιμελομένοις ἀρετῆς τὰ τοῦ θείου λόγου μαθήματα συνίσταται. πλὴν ὅστις αὐτὸν θεραπεύεσθαι κωλύει, ἄλλῳ τοῦτο μὴ λογιζέσθω· ἡ γὰρ ἰατρικὴ τῶν ἰαμάτων προκαθέζεται ἅπασιν εἰς τοὐμφανὲς προκειμένη. μόνον μή τις καταβλαπτέτω τοῦθ’, ὅπερ ἄχραντον εἶναι τὰ πράγματα παρεγγυᾷ. χρησώμεθα τοίνυν ἅπαντες ἄνθρωποι τῇ τοῦ δοθέντος ἀγαθοῦ συγκληρίᾳ, τουτέστι τῷ τῆς εἰρήνης καλῷ, χωρίζοντες δηλαδὴ τὴν συνείδησιν ἀπὸ παντὸς ἐναντίου. LX. πλὴν ἕκαστος ὅπερ πείσας ἑαυτὸν ἀναδέδεκται, τούτῳ τὸν ἕτερον μὴ καταβλαπτέτω· ὅπερ θάτερος εἶδέν τε καὶ ἐνενόησεν, τούτῳ τὸν πλησίον εἰ μὲν γενέσθαι δυνατὸν ὠφελείτω, εἰ δ’ ἀδύνατον παραπεμπέσθω. ἄλλο γάρ ἐστι τὸν ὑπὲρ ἀθανασίας ἆθλον ἑκουσίως ἐπαναιρεῖσθαι, ἄλλο τὸ μετὰ τιμωρίας ἐπαναγκάζειν. ταῦτα εἶπον, ταῦτα διεξῆλθον μακρότερον ἢ ὁ τῆς ἐμῆς ἐπιεικείας ἀπαιτεῖ σκοπός, ἐπειδὴ τὴν τῆς ἀληθείας ἀποκρύψασθαι πίστιν οὐκ ἐβουλόμην, μάλισθ’ ὅτι τινὲς ὡς ἀκούω φασὶ τῶν ναῶν περιῃρῆσθαι τὰ ἔθη καὶ τοῦ σκότους τὴν ἐξουσίαν· ὅπερ συνεβούλευσα ἂν πᾶσιν ἀνθρώποις, εἰ μὴ τῆς μοχθηρᾶς πλάνης ἡ βίαιος ἐπανάστασις ἐπὶ βλάβῃ τῆς κοινῆς σωτηρίας ἀμέτρως ταῖς ἐνίων ψυχαῖς ἐμπεπήγει.

LXI. Τοιαῦτα βασιλεὺς ὡσανεὶ θεοῦ μεγαλοφωνότατος κήρυξ τοῖς ἐπαρχιώταις ἅπασι δι’ οἰκείου προσεφώνει γράμματος, δαιμονικῆς μὲν ἀπείργων τοὺς ἀρχομένους πλάνης, τὴν δ’ ἀληθῆ μετιέναι θεοσέβειαν ἐγκελευόμενος. φαιδρυνομένῳ δ’ αὐτῷ ἐπὶ τούτοις φήμη τις διαγγέλλεται ἀμφὶ ταραχῆς οὐ σμικρᾶς τὰς ἐκκλησίας διαλαβούσης, ἐφ’ ᾗ τὴν ἀκοὴν πληγεὶς ἴασιν τῷ κακῷ περιενόει. τὸ δ’ ἦν ἄρα τοιόνδε. ἐσεμνύνετο μὲν ὁ τοῦ θεοῦ λεὼς ταῖς βασιλέως καλλωπιζόμενος πράξεσιν, οὐδ’ ἦν τις ἔξωθεν φόβος ταράττων, ὡς καὶ πρώην λαμπρᾶς καὶ βαθυτάτης εἰρήνης ἁπανταχόθεν τὴν ἐκκλησίαν θεοῦ χάριτι περιφραττούσης· φθόνος δ’ ἄρα καὶ τοῖς ἡμετέροις ἐφήδρευε καλοῖς, εἴσω μὲν εἰσδυόμενος, μέσος δ’ ἐν αὐτοῖς χορεύων τοῖς τῶν ἁγίων ὁμίλοις. συμβάλλει δῆτα τοὺς ἐπισκόπους, στάσιν ἐμβαλὼν ἐρεσχελίας θείων προφάσει δογμάτων, κἄπειθ’ ὡς ἀπὸ μικροῦ σπινθῆρος μέγα πῦρ ἐξεκάετο, ἄκρας μὲν ὥσπερ ἀπὸ κορυφῆς ἀρξάμενον τῆς Ἀλεξανδρέων ἐκκλησίας, διαδραμὸν δὲ τὴν σύμπασαν Αἴγυπτόν τε καὶ Λιβύην τήν τ’ ἐπέκεινα Θηβαΐδα, ἤδη δὲ καὶ τὰς λοιπὰς ἐπενέμετο ἐπαρχίας τε καὶ πόλεις, ὥστ’ οὐ μόνους ἦν ἰδεῖν τοὺς τῶν ἐκκλησιῶν προέδρους λόγοις διαπληκτιζομένους, ἀλλὰ καὶ τὰ πλήθη κατατεμνόμενα, τῶν μὲν ὡς τούσδε τῶν δὲ θατέροις ἐπικλινομένων. τοσοῦτον δὲ διήλαυνεν ἀτοπίας ἡ τῶν γινομένων θέα, ὥστ’ ἤδη ἐν αὐτοῖς μέσοις τοῖς τῶν ἀπίστων θεάτροις τὰ σεμνὰ τῆς ἐνθέου διδασκαλίας τὴν αἰσχίστην ὑπομένειν χλεύην.

LXII. Οἱ μὲν οὖν κατ’ αὐτὴν τὴν Ἀλεξάνδρειαν νεανικῶς περὶ τῶν ἀνωτάτω διεπληκτίζοντο, οἱ δ’ ἀμφὶ πᾶσαν τὴν Αἴγυπτον καὶ τὴν ἄνω Θηβαΐδα προϋποκειμένης παλαιοτέρας ὑποθέσεως χάριν διεστασίαζον, ὡς πανταχοῦ διῃρῆσθαι τὰς ἐκκλησίας. τούτοις δ’ ὥσπερ σώματος κεκακωμένου σύμπασα Λιβύη συνέκαμνε, συνενόσει δὲ καὶ τὰ λοιπὰ μέρη τῶν ἐκτὸς ἐπαρχιῶν. οἱ μὲν γὰρ ἀπὸ τῆς Ἀλεξανδρείας διεπρεσβεύοντο πρὸς τοὺς κατ’ ἐπαρχίαν ἐπισκόπους, οἱ δ’ εἰς θάτερον τεμνόμενοι μέρος τῆς ὁμοίας ἐκοινώνουν στάσεως.

LXIII. Ταῦτα δὲ πυθόμενος βασιλεὺς καὶ τὴν ψυχὴν ὑπεραλγήσας συμφοράν τε οἰκείαν τὸ πρᾶγμα θέμενος, παραχρῆμα τῶν ἀμφ’ αὐτὸν θεοσεβῶν ὃν εὖ ἠπίστατο βίῳ σώφρονι πίστεως τ’ ἀρετῇ δεδοκιμασμένον, ἄνδρα λαμπρυνόμενον εὖ μάλα ταῖς ὑπὲρ εὐσεβείας ὁμολογίαις κατὰ τοὺς ἔμπροσθεν χρόνους, βραβευτὴν εἰρήνης τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν διεστῶσιν ἐκπέμπει, γράμμα τ’ ἀναγκαιότατον δι’ αὐτοῦ τοῖς τῆς ἐρεσχελίας αἰτίοις ἐπιτίθησιν, ὃ δὴ καὶ αὐτὸ γνώρισμα περιέχον τῆς βασιλέως ἀμφὶ τὸν λαὸν τοῦ θεοῦ κηδεμονίας τῇ περὶ αὐτοῦ φέρεσθαι διηγήσει καλόν, ἔχον τοῦτον τὸν τρόπον.

LXIV. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Ἀλεξάνδρῳ καὶ Ἀρείῳ.

Διπλῆν μοι γεγενῆσθαι πρόφασιν τούτων, ὧν ἔργῳ τὴν χρείαν ὑπέστην, αὐτὸν ὡς εἰκὸς τὸν τῶν ἐμῶν ἐγχειρημάτων βοηθὸν καὶ σωτῆρα τῶν ὅλων θεὸν ποιοῦμαι μάρτυρα.

LXV. Πρῶτον μὲν γὰρ τὴν ἁπάντων τῶν ἐθνῶν περὶ τὸ θεῖον πρόθεσιν [εἰς] μίαν ἕξεως σύστασιν ἑνῶσαι, δεύτερον δὲ τὸ τῆς κοινῆς οἰκουμένης σῶμα καθάπερ χαλεπῷ τινι τραύματι πεπονηκὸς ἀνακτήσασθαι καὶ συναρμόσαι προὐθυμήθην. ἃ δὴ προσκοπῶν ἕτερον μὲν ἀπορρήτῳ τῆς διανοίας ὀφθαλμῷ συνελογιζόμην, ἕτερον δὲ τῇ τῆς στρατιωτικῆς χειρὸς ἐξουσίᾳ κατορθοῦν ἐπειρώμην, εἰδὼς ὡς εἰ κοινὴν ἅπασι τοῖς τοῦ θεοῦ θεράπουσιν ἐπ’ εὐχαῖς ταῖς ἐμαῖς ὁμόνοιαν καταστήσαιμι, καὶ ἡ τῶν δημοσίων πραγμάτων χρεία σύνδρομον ταῖς ἁπάντων εὐσεβέσι γνώμαις τὴν μεταβολὴν καρπώσεται. LXVI. μανίας γὰρ δήπουθεν οὐκ ἀνεκτῆς ἅπασαν τὴν Ἀφρικὴν ἐπιλαβούσης {καὶ} διὰ τοὺς ἀβούλῳ κουφότητι τὴν τῶν δήμων θρησκείαν εἰς διαφόρους αἱρέσεις σχίσαι τετολμηκότας, ταύτην ἐγὼ τὴν νόσον καταστεῖλαι βουληθείς, οὐδεμίαν ἑτέραν ἀρκοῦσαν τῷ πράγματι θεραπείαν ηὕρισκον, ἢ εἰ τὸν κοινὸν τῆς οἰκουμένης ἐχθρὸν ἐξελών, ὃς ταῖς ἱεραῖς ὑμῶν συνόδοις τὴν ἀθέμιτον ἑαυτοῦ γνώμην ἀντέστησεν, ἐνίους ὑμῶν πρὸς τὴν τῶν πρὸς ἀλλήλους διχονοούντων ὁμόνοιαν βοηθοὺς ἀποστείλαιμι.

LXVII. Ἐπειδὴ γὰρ ἡ τοῦ φωτὸς δύναμις καὶ ὁ τῆς ἱερᾶς θρησκείας νόμος, ὑπὸ τῆς τοῦ κρείττονος εὐεργεσίας οἷον ἔκ τινων τῆς ἀνατολῆς κόλπων ἐκδοθείς, ἅπασαν ὁμοῦ τὴν οἰκουμένην ἱερῷ λαμπτῆρι κατήστραψεν, εἰκότως ὑμᾶς, ὥσπερ τινὰς ἀρχηγοὺς τῆς τῶν ἐθνῶν σωτηρίας ὑπάρξειν πιστεύων, ὁμοῦ καὶ ψυχῆς νεύματι καὶ ὀφθαλμῶν ἐνεργείᾳ ζητεῖν ἐπειρώμην. ἅμα γοῦν τῇ μεγάλῃ νίκῃ καὶ τῇ κατὰ τῶν ἐχθρῶν ἀληθεῖ θριαμβείᾳ τοῦτο πρῶτον εἱλόμην ἐρευνᾶν, ὃ δὴ πρῶτόν μοι καὶ τιμιώτατον ἁπάντων ὑπάρχειν ἡγούμην.

LXVIII. Ἀλλ’, ὦ καλλίστη καὶ θεία πρόνοια, οἷόν μου τῆς ἀκοῆς μᾶλλον δὲ τῆς καρδίας αὐτῆς τραῦμα καίριον ἥψατο, πολλῷ χαλεπωτέραν τῶν ἐκεῖ καταλειφθέντων τὴν ἐν ὑμῖν γιγνομένην διχοστασίαν σημαῖνον, ὡς πλείονος ἤδη τὰ καθ’ ὑμᾶς μέρη θεραπείας δεῖσθαι, παρ’ ὧν τοῖς ἄλλοις τὴν ἴασιν ὑπάρξειν ἤλπισα. διαλογιζομένῳ δή μοι τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν τούτων ἄγαν εὐτελὴς καὶ οὐδαμῶς ἀξία τῆς τοσαύτης φιλονεικίας ἡ πρόφασις ἐφωράθη. διόπερ ἐπὶ τὴν τῆς ἐπιστολῆς ταύτης ἀνάγκην ἐπειχθείς, καὶ πρὸς τὴν ὁμόψυχον ὑμῶν ἀγχίνοιαν γράφων, τήν τε θείαν πρόνοιαν καλέσας ἀρωγὸν τῷ πράγματι, μέσον τῆς πρὸς ἀλλήλους ὑμῶν ἀμφισβητήσεως οἷον εἰρήνης πρύτανιν ἐμαυτὸν εἰκότως προσάγω. ὅπερ γὰρ δὴ συναιρομένου τοῦ κρείττονος, εἰ καὶ μείζων ἦν τις ἀφορμὴ διχονοίας, οὐ χαλεπῶς ἂν ἠδυνήθην, ὁσίαις τῶν ἀκουόντων γνώμαις ἐγχειρίζων τὸν λόγον, εἰς τὸ χρησιμώτερον ἕκαστον μεταστῆσαι, τοῦτο, μικρᾶς καὶ λίαν εὐτελοῦς ἀφορμῆς ὑπαρχούσης, ἣ πρὸς τὸ ὅλον ἐμποδὼν ἵσταται, πῶς οὐκ εὐχερεστέραν καὶ πολλῷ ῥᾳδιωτέραν μοι τοῦ πράγματος τὴν ἐπανόρθωσιν μνηστεύσει;

LXIX. Μανθάνω τοίνυν ἐκεῖθεν ὑπῆρχθαι τοῦ παρόντος ζητήματος τὴν καταβολήν. ὅτε γὰρ σύ, ὦ Ἀλέξανδρε, παρὰ τῶν πρεσβυτέρων ἐζήτεις, τί δήποτε αὐτῶν ἕκαστος ὑπέρ τινος τόπου τῶν ἐν τῷ νόμῳ γεγραμμένων, μᾶλλον δ’ ὑπὲρ ματαίου τινὸς ζητήσεως μέρους ᾐσθάνετο, σύ {τε}, ὦ Ἄρειε, τοῦθ’, ὅπερ ἢ μηδὲ τὴν ἀρχὴν ἐνθυμηθῆναι ἢ ἐνθυμηθέντα σιωπῇ παραδοῦναι προσῆκον ἦν, ἀπροόπτως ἀντέθηκας, ὅθεν τῆς ἐν ὑμῖν διχονοίας ἐγερθείσης ἡ μὲν σύνοδος ἠρνήθη, ὁ δὲ ἁγιώτατος λαὸς εἰς ἀμφοτέρους σχισθεὶς ἐκ τῆς τοῦ κοινοῦ σώματος ἁρμονίας ἐχωρίσθη. οὐκοῦν ἑκάτερος ὑμῶν, ἐξ ἴσου τὴν συγγνώμην παρασχών, ὅπερ ἂν ὑμῖν ὁ συνθεράπων ὑμῶν δικαίως παραινῇ δεξάσθω. τί δὲ τοῦτό ἐστιν; οὔτε ἐρωτᾶν ὑπὲρ τῶν τοιούτων ἐξ ἀρχῆς προσῆκον ἦν, οὔτε ἐρωτώμενον ἀποκρίνασθαι. τὰς γὰρ τοιαύτας ζητήσεις, ὁπόσας μὴ νόμου τινὸς ἀνάγκη προστάττει ἀλλ’ ἀνωφελοῦς ἀργίας ἐρεσχελία προτίθησιν, εἰ καὶ φυσικῆς τινος γυμνασίας ἕνεκα γίγνοιτο, ὅμως ὀφείλομεν εἴσω τῆς διανοίας ἐγκλείειν καὶ μὴ προχείρως εἰς δημοσίας συνόδους ἐκφέρειν, μηδὲ ταῖς τῶν δήμων ἀκοαῖς ἀπρονοήτως πιστεύειν. πόσος γάρ ἐστιν ἕκαστος, ὡς πραγμάτων οὕτω μεγάλων καὶ λίαν δυσχερῶν δύναμιν ἢ πρὸς τὸ ἀκριβὲς συνιδεῖν ἢ κατ’ ἀξίαν ἑρμηνεῦσαι; εἰ δὲ καὶ τοῦτό τις εὐχερῶς ποιεῖν νομισθείη, πόσον δήπου μέρος τοῦ δήμου πείσει; ἢ τίς ταῖς τῶν τοιούτων ζητημάτων ἀκριβείαις ἔξω τῆς ἐπικινδύνου παρολισθήσεως ἀντισταίη; οὐκοῦν ἐφεκτέον ἐστὶν ἐν τοῖς τοιούτοις τὴν πολυλογίαν, ἵνα μήπως, ἢ ἡμῶν ἀσθενείᾳ φύσεως τὸ προταθὲν ἑρμηνεῦσαι μὴ δυνηθέντων, ἢ τῶν ἀκροατῶν βραδυτέρᾳ συνέσει πρὸς ἀκριβῆ τοῦ ῥηθέντος κατάληψιν ἐλθεῖν μὴ χωρησάντων, ἐξ ὁποτέρου τούτων ἢ βλασφημίας ἢ σχίσματος εἰς ἀνάγκην ὁ δῆμος περισταίη.

LXX. Διόπερ καὶ ἐρώτησις ἀπροφύλακτος καὶ ἀπόκρισις ἀπρονόητος ἴσην ἀλλήλαις ἀντιδότωσαν ἐφ’ ἑκάτερα συγγνώμην. οὐδὲ γὰρ ὑπὲρ τοῦ κορυφαίου τῶν ἐν τῷ νόμῳ παραγγελμάτων ὑμῖν ἡ τῆς φιλονεικίας ἐξήφθη πρόφασις, οὐδὲ καινή τις ὑμῖν ὑπὲρ τῆς τοῦ θεοῦ θρησκείας αἵρεσις ἀντεισήχθη, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν ἔχετε λογισμόν, ὡς πρὸς τὸ τῆς κοινωνίας σύνθημα δύνασθαι συνελθεῖν. LXXI. ὑμῶν γὰρ ἐν ἀλλήλοις ὑπὲρ μικρῶν καὶ λίαν ἐλαχίστων φιλονεικούντων, τοσοῦτον τοῦ θεοῦ λαόν, ὃν ὑπὸ ταῖς ὑμετέραις φρεσὶν εὐθύνεσθαι προσήκει, διχονοεῖν οὔτε πρέπον οὔθ’ ὅλως θεμιτὸν εἶναι πιστεύεται. ἵνα δὲ μικρῷ παραδείγματι τὴν ὑμετέραν σύνεσιν ὑπομνήσαιμι, ἴστε δήπου καὶ τοὺς φιλοσόφους αὐτοὺς ὡς ἑνὶ μὲν ἅπαντες δόγματι συντίθενται, πολλάκις δὲ ἐπειδὰν ἔν τινι τῶν ἀποφάσεων μέρει διαφωνῶσιν, εἰ καὶ τῇ τῆς ἐπιστήμης ἀρετῇ χωρίζονται, τῇ μέντοι τοῦ δόγματος ἑνώσει πάλιν εἰς ἀλλήλους συμπνέουσιν. εἰ δὴ τοῦτό ἐστι, πῶς οὐ πολλῷ δικαιότερον ἡμᾶς τοὺς τοῦ μεγάλου θεοῦ θεράποντας καθεστῶτας ἐν τοιαύτῃ προαιρέσει θρησκείας ὁμοψύχους ἀλλήλοις εἶναι; ἐπισκεψώμεθα δὴ λογισμῷ μείζονι καὶ πλείονι συνέσει τὸ ῥηθέν, εἴπερ ὀρθῶς ἔχει δι’ ὀλίγας καὶ ματαίας ῥημάτων ἐν ὑμῖν φιλονεικίας ἀδελφοὺς ἀδελφοῖς ἀντικεῖσθαι καὶ τὸ τῆς συνόδου τίμιον ἀσεβεῖ διχονοίᾳ χωρίζεσθαι δι’ ἡμῶν, οἳ πρὸς ἀλλήλους ὑπὲρ μικρῶν οὕτω καὶ μηδαμῶς ἀναγκαίων φιλονεικοῦμεν. δημώδη ταῦτά ἐστι καὶ παιδικαῖς ἀνοίαις ἁρμόττοντα μᾶλλον ἢ τῇ τῶν ἱερέων καὶ φρονίμων ἀνδρῶν συνέσει προσήκοντα. ἀποστῶμεν ἑκόντες τῶν διαβολικῶν πειρασμῶν. ὁ μέγας ἡμῶν θεός, ὁ σωτὴρ ἁπάντων, κοινὸν ἅπασι τὸ φῶς ἐξέτεινεν· ὑφ’ οὗ τῇ προνοίᾳ ταύτην ἐμοὶ τῷ θεραπευτῇ τοῦ κρείττονος τὴν σπουδὴν εἰς τέλος ἐνεγκεῖν συγχωρήσατε, ὅπως αὐτοὺς τοὺς ἐκείνου δήμους ἐμῇ προσφωνήσει καὶ ὑπηρεσίᾳ καὶ νουθεσίας ἐνστάσει πρὸς τὴν τῆς συνόδου κοινωνίαν ἐπαναγάγοιμι. ἐπειδὴ γάρ, ὡς ἔφην, μία τίς ἐστιν ἐν ἡμῖν πίστις καὶ μία τῆς καθ’ ἡμᾶς αἱρέσεως σύνεσις, τό τε τοῦ νόμου παράγγελμα τοῖς δι’ ἑαυτοῦ μέρεσιν εἰς μίαν ψυχῆς πρόθεσιν τὸ ὅλον συγκλείει, τοῦτο ὅπερ ὀλίγην ἐν ὑμῖν ἀλλήλοις φιλονεικίαν ἤγειρεν, ἐπειδὴ μὴ πρὸς τὴν τοῦ παντὸς νόμου δύναμιν ἀνήκει, χωρισμόν τινα καὶ στάσιν ὑμῖν μηδαμῶς ἐμποιείτω. καὶ λέγω ταῦτα, οὐχ ὡς ἀναγκάζων ὑμᾶς ἐξ ἅπαντος τῇ λίαν εὐήθει, καὶ οἵα δήποτέ ἐστιν ἐκείνη, ζητήσει συντίθεσθαι. δύναται γὰρ καὶ τὸ τῆς συνόδου τίμιον ὑμῖν ἀκεραίως σῴζεσθαι καὶ μία καὶ ἡ αὐτὴ κατὰ πάντων κοινωνία τηρεῖσθαι, κἂν τὰ μάλιστά τις ἐν μέρει πρὸς ἀλλήλους ὑμῖν ὑπὲρ ἐλαχίστου διαφωνία γένηται, ἐπειδὴ μηδὲ πάντες ἐν ἅπασι ταὐτὸν βουλόμεθα, μηδὲ μία τις ἐν ἡμῖν φύσις ἢ γνώμη πολιτεύεται. περὶ μὲν οὖν τῆς θείας προνοίας μία τις ἐν ὑμῖν ἔστω πίστις μία σύνεσις μία συνθήκη τοῦ κρείττονος, ἃ δ’ ὑπὲρ τῶν ἐλαχίστων τούτων ζητήσεων ἐν ἀλλήλοις ἀκριβολογεῖσθε, κἂν μὴ πρὸς μίαν γνώμην συμφέρησθε, μένειν εἴσω λογισμοῦ προσήκει, τῷ τῆς διανοίας ἀπορρήτῳ τηρούμενα. τὸ μέντοι τῆς κοινῆς φιλίας ἐξαίρετον καὶ ἡ τῆς ἀληθείας πίστις ἥ τε περὶ τὸν θεὸν καὶ τὴν τοῦ νόμου θρησκείαν τιμὴ μενέτω παρ’ ὑμῖν ἀσάλευτος· ἐπανέλθετε δὴ πρὸς τὴν ἀλλήλων φιλίαν τε καὶ χάριν, ἀπόδοτε τῷ λαῷ ξύμπαντι τὰς οἰκείας περιπλοκάς, ὑμεῖς τε αὐτοὶ καθάπερ τὰς ἑαυτῶν ψυχὰς ἐκκαθήραντες αὖθις ἀλλήλους ἐπίγνωτε. ἡδίων γὰρ πολλάκις φιλία γίνεται μετὰ τὴν τῆς ἔχθρας [ἀπόθεσιν] αὖθις εἰς καταλλαγὴν ἐπανελθοῦσα.

LXXII. Ἀπόδοτε οὖν μοι γαληνὰς μὲν ἡμέρας νύκτας δ’ ἀμερίμνους, ἵνα κἀμοί τις ἡδονὴ καθαροῦ φωτὸς καὶ βίου λοιπὸν ἡσύχου εὐφροσύνη σῴζηται· εἰ δὲ μή, στένειν ἀνάγκη καὶ δακρύοις δι’ ὅλου συγχεῖσθαι καὶ μηδὲ τὸν τοῦ ζῆν αἰῶνα πράως ὑφίστασθαι. τῶν γάρ τοι τοῦ θεοῦ λαῶν, τῶν συνθεραπόντων λέγω τῶν ἐμῶν, οὕτως ἀδίκῳ καὶ βλαβερᾷ πρὸς ἀλλήλους φιλονεικίᾳ κεχωρισμένων, ἐμὲ πῶς ἐγχωρεῖ τῷ λογισμῷ συνεστάναι λοιπόν; ἵνα δὲ τῆς ἐπὶ τούτῳ λύπης τὴν ὑπερβολὴν αἴσθησθε· πρώην ἐπιστὰς τῇ Νικομηδέων πόλει παραχρῆμα πρὸς τὴν ἑῴαν ἠπειγόμην τῇ γνώμῃ. σπεύδοντι δή μοι ἤδη πρὸς ὑμᾶς καὶ τῷ πλείονι μέρει σὺν ὑμῖν ὄντι ἡ τοῦδε τοῦ [πράγματος] ἀγγελία πρὸς τὸ ἔμπαλιν τὸν λογισμὸν ἀνεχαίτισεν, ἵνα μὴ τοῖς ὀφθαλμοῖς ὁρᾶν ἀναγκασθείην, ἃ μηδὲ ταῖς ἀκοαῖς προαισθέσθαι δυνατὸν ἡγούμην. ἀνοίξατε δή μοι λοιπὸν ἐν τῇ καθ’ ὑμᾶς ὁμονοίᾳ τῆς ἑῴας τὴν ὁδόν, ἣν ταῖς πρὸς ἀλλήλους φιλονεικίαις ἀπεκλείσατε, καὶ συγχωρήσατε θᾶττον ὑμᾶς τε ὁμοῦ καὶ τοὺς ἄλλους ἅπαντας δήμους ἐπιδεῖν χαίροντα, καὶ τὴν ὑπὲρ τῆς κοινῆς ἁπάντων ὁμονοίας καὶ ἐλευθερίας ὀφειλομένην χάριν ἐπ’ εὐφήμοις λόγων συνθήμασιν ὁμολογῆσαι τῷ κρείττονι.

LXXIII. Ὁ μὲν δὴ θεοφιλὴς ὧδε τὰ πρὸς εἰρήνην τῆς ἐκκλησίας τοῦ θεοῦ διὰ τῆς καταπεμφθείσης προὐνόει γραφῆς. διηκονεῖτο δὲ οὐ τῇ γραφῇ μόνον συμπράττων, ἀλλὰ καὶ τῷ τοῦ καταπέμψαντος νεύματι καλῶς κἀγαθῶς, καὶ ἦν τὰ πάντα θεοσεβὴς ἀνήρ, ὡς εἴρηται. τὸ δ’ ἦν ἄρα κρεῖττον ἢ κατὰ τὴν τοῦ γράμματος διακονίαν, ὡς αὐξηθῆναι μὲν ἐπὶ μεῖζον τὴν τῶν διαμαχομένων ἔριν, χωρῆσαι δ’ εἰς ἁπάσας τὰς ἀνατολικὰς ἐπαρχίας τοῦ κακοῦ τὴν νομήν. ταῦτα μὲν οὖν φθόνος τις καὶ πονηρὸς δαίμων τοῖς τῆς ἐκκλησίας βασκαίνων ἀγαθοῖς κατειργάζετο.


Λόγος γ´
Κεφάλαια τοῦ τρίτου λόγου

Σύγκρισις εὐσεβείας Κωνσταντίνου καὶ τῆς τῶν διωκτῶν παρανομίας.

Ἔτι περὶ τῆς εὐσεβείας Κωνσταντίνου ἐμπαρρησιαζομένου τῷ τοῦ σταυροῦ σημείῳ.

Περὶ εἰκόνος αὐτοῦ, ἐν ᾗ ὑπερέκειτο μὲν ὁ σταυρὸς πέπληκτο δὲ κάτω ὁ δράκων.

Ἔτι περὶ τῶν διὰ Ἄρειον ἐν Αἰγύπτῳ ζητημάτων.

Περὶ τῆς διὰ τὸ πάσχα διχονοίας.

Ὅπως σύνοδον ἐν Νικαίᾳ γενέσθαι προσέταξεν.

Περὶ οἰκουμενικῆς συνόδου, εἰς ἣν ἐκ πάντων ἐθνῶν παρῆσαν ἐπίσκοποι.

Ὅτι, ὡς ἐν ταῖς πράξεσι τῶν ἀποστόλων, ἐκ διαφόρων συνῆλθον ἐθνῶν.

Περὶ ἀρετῆς καὶ ἡλικίας τῶν διακοσίων πεντήκοντα ἐπισκόπων.

Σύνοδος ἐν παλατίῳ, οἷς {ὁ} Κωνσταντῖνος εἰσελθὼν συνεκαθέσθη.

Ἡσυχία συνόδου μετὰ τὸ εἰπεῖν τι Εὐσέβιον τὸν ἐπίσκοπον.

Κωνσταντίνου πρὸς τὴν σύνοδον περὶ εἰρήνης.

Ὅπως τοὺς ἀμφισβητοῦντας τῶν ἐπισκόπων εἰς ὁμόνοιαν συνῆψεν.

Περὶ πίστεως καὶ τοῦ πάσχα τῆς συνόδου σύμφωνος ἔκθεσις.

Ὅπως τοῖς ἐπισκόποις συνειστιάθη Κωνσταντῖνος τῆς εἰκοσαετηρίδος οὔσης.

Χαρίσματα ἐπισκόποις καὶ γράμματα πρὸς τοὺς πάντας.

Κωνσταντίνου πρὸς τὰς ἐκκλησίας περὶ τῆς ἐν Νικαίᾳ συνόδου.

Τοῦ αὐτοῦ περὶ συμφωνίας τῆς τοῦ πάσχα ἑορτῆς καὶ κατὰ Ἰουδαίων.

Παραίνεσις ἐξακολουθεῖν μᾶλλον τῷ πλείστῳ τῆς οἰκουμένης μέρει.

Παραίνεσις τοῖς ὑπὸ τῆς συνόδου γραφεῖσι πεισθῆναι.

Συμβουλία πρὸς τοὺς ἐπισκόπους ὑποστρέφοντας περὶ ὁμονοίας.

Ὅπως οὓς μὲν προέπεμψεν, οἷς δὲ ἔγραψε, καὶ χρημάτων διαδόσεις.

Ὅπως περὶ εἰρήνης Αἰγυπτίοις ἔγραψέ τε καὶ παρῄνεσεν.

Ὅτι καὶ ἐπισκόποις καὶ λαοῖς εὐλαβῶς πολλάκις ἔγραψεν.

Ὅπως ἐν Ἱεροσολύμοις ἐπὶ τῷ ἁγίῳ τόπῳ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως ναὸν προσευκτήριον οἰκοδομεῖσθαι προσέταξεν.

Ὅτι τὸ θεῖον μνῆμα χώμασι καὶ εἰδώλοις ἀπέκρυψαν οἱ ἄθεοι.

Ὅπως Κωνσταντῖνος τοῦ εἰδωλείου τὰς ὕλας καὶ τὰ χώματα μακράν που ῥιφῆναι προσέταξεν.

Φανέρωσις τοῦ ἁγίου μνήματος.

Ὅπως περὶ τῆς οἰκοδομῆς καὶ πρὸς ἄρχοντας καὶ πρὸς Μακάριον τὸν ἐπίσκοπον ἔγραψεν.

Κωνσταντίνου πρὸς Μακάριον περὶ τῆς τοῦ μαρτυρίου τοῦ σωτῆρος οἰκοδομῆς, τῶν ἐν τῇ οἰκουμένῃ πασῶν ἐκκλησιῶν οἰκοδομηθῆναι καλλίονα τοίχοις καὶ κίοσι καὶ μαρμάροις, ἔτι καὶ περὶ τοῦ κάλλους τῆς κόγχης καὶ ἐργατῶν καὶ ὑλῶν δηλῶσαι τοῖς ἄρχουσι.

Ὅπως ἡ προφητευθεῖσα καινὴ Ἰερουσαλὴμ ἐκκλησία τοῦ σωτῆρος ᾠκοδόμητο.

Ἔκφρασις οἰκοδομῆς τοῦ παναγίου μνήματος.

Ἔκφρασις αἰθρίου καὶ στοῶν.

Ἔκφρασις τοῦ ναοῦ {τῆς ἐκκλησίας} τοίχων καὶ δωματουργίας κάλλους τε καὶ χρυσώσεως.

Ἔκφρασις διπλῶν στοῶν ἑκατέρωθεν καὶ πυλῶν ἀνατολικῶν τριῶν.

Ἔκφρασις ἡμισφαιρίου καὶ κιόνων δώδεκα καὶ κρατήρων.

Ἔκφρασις μεσαυλίου καὶ ἐξεδρῶν καὶ προπύλων.

Περὶ πλήθους ἀναθημάτων.

Περὶ οἰκοδομῆς ἐκκλησιῶν ἐν Βηθλεὲμ καὶ τῷ ὄρει τῶν ἐλαιῶν.

Ὅτι Ἑλένη βασιλὶς ἡ Κωνσταντίνου μήτηρ εἰς εὐχὴν παραγενομένη ταύτας ᾠκοδόμησεν.

Ἔτι περὶ ἐκκλησίας ἐν Βηθλεέμ.

Περὶ μεγαλοψυχίας καὶ εὐποιίας τῆς Ἑλένης.

Ὅπως εὐλαβῶς ἐν ταῖς ἐκκλησίαις συνήγετο Ἑλένη.

Ὅπως ὀγδοηκοντοῦτις οὖσα καὶ διαθεμένη ἐτελεύτα.

Ὅπως τὴν μητέρα Κωνσταντῖνος κατέθετο, καὶ πρὸ τούτου δὲ ζῶσαν ἐτίμησεν.

Ὅπως ἐν Κωνσταντίνου πόλει μαρτύρια μὲν ᾠκοδόμησε, πᾶσαν δὲ εἰδωλολατρίαν περιεῖλεν.

Σταυροῦ σημεῖον ἐν παλατίῳ καὶ Δανιὴλ ἐν κρήναις.

Ὅτι καὶ ἐν Νικομηδείᾳ καὶ ἐν ἄλλαις πόλεσιν ᾠκοδόμησεν ἐκκλησίας.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ ᾠκοδομηθείσης ἐκκλησίας.

Ὅτι καὶ ἐν τῇ Μαμβρῇ προσέταξεν ἐκκλησίαν γενέσθαι.

Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ τῆς Μαμβρῆ.

Ὅτι ὁ σωτὴρ ὤφθη αὐτόθι τῷ Ἀβραάμ.

Εἰδωλείων καὶ ξοάνων πανταχοῦ κατάλυσις.

Τοῦ ἐν Ἀφάκοις τῆς Φοινίκης εἰδωλείου καὶ τῆς ἀκολασίας περιαίρεσις.

Ἀσκληπιοῦ τοῦ ἐν Αἰγαῖς κατάλυσις.

Πῶς οἱ Ἕλληνες καταγνόντες τῶν εἰδώλων ἐπέστρεφον εἰς θεογνωσίαν.

Ὅπως ἐν Ἡλίου πόλει τὴν Ἀφροδίτην καθελὼν ᾠκοδόμησε πρῶτος ἐκκλησίαν.

Περὶ τῆς ἐν Ἀντιοχείᾳ δι’ Εὐστάθιον ταραχῆς.

Ὅπως εἰρηνεύων Κωνσταντῖνος ἔγραψε περὶ τούτων.

Κωνσταντίνου πρὸς Ἀντιοχέας μὴ ἀποσπᾶν Εὐσέβιον Καισαρείας ἀλλ’ ἕτερον ζητῆσαι.

Κωνσταντίνου πρὸς Εὐσέβιον ἐπαινοῦντος τὴν παραίτησιν Ἀντιοχείας.

Κωνσταντίνου πρὸς τὴν σύνοδον, μὴ ἀποσπᾶσθαι Καισαρείας Εὐσέβιον.

Ὅπως τὰς αἱρέσεις ἐκτεμεῖν ἐσπούδασεν.

Κωνσταντίνου διάταγμα πρὸς τοὺς αἱρετικούς.

Περὶ ἀφαιρέσεως τόπων συνάξεων τῶν αἱρετικῶν.

Ὅπως βιβλίων ἀθεμίτων παρ’ αὐτοῖς εὑρεθέντων πολλοὶ τῶν αἱρετικῶν εἰς τὴν καθολικὴν ἐκκλησίαν ὑπέστρεψαν.

Λόγος γ´
I. Ὁ μὲν δὴ μισόκαλος φθόνος ὧδέ πῃ τοῖς τῆς ἐκκλησίας βασκαίνων καλοῖς χειμῶνας αὐτῇ καὶ ταράχους ἐμφυλίους εἰρήνης ἐν καιρῷ καὶ θυμηδίας εἰργάζετο. οὐ μὴν βασιλεὺς ὁ τῷ θεῷ φίλος τῶν αὐτῷ πρεπόντων κατωλιγώρει, πάντα δὲ πράττων τἀναντία τοῖς μικρὸν ἔμπροσθεν ὑπὸ τῆς τυραννικῆς ὠμότητος τετολμημένοις παντὸς ἦν ἐχθροῦ καὶ πολεμίου κρείττων. αὐτίκα δ’ οὖν οἱ μὲν θεοὺς τοὺς μὴ ὄντας παντοίαις ἀνάγκαις ἐβιάζοντο σέβειν τοῦ ὄντος ἀφεστῶτες, ὁ δὲ τοὺς μὴ ὄντας ὅτι μὴ εἰσὶν ἔργοις καὶ λόγοις ἀπελέγχων τὸν μόνον ὄντα παρεκάλει γνωρίζειν. εἶθ’ οἱ μὲν βλασφήμοις τὸν Χριστὸν τοῦ θεοῦ διεχλεύαζον φωναῖς, ὁ δὲ ἐφ’ ᾧ μάλιστα οἱ ἄθεοι τὰς βλασφημίας ἐκίνουν τοῦτ’ αὐτὸ νικητικὸν ἐπεγράφετο φυλακτήριον, τῷ τοῦ πάθους σεμνυνόμενος τροπαίῳ. οἱ μὲν ἤλαυνον ἀοίκους καὶ ἀνεστίους καθιστῶντες τοὺς θεράποντας τοῦ θεοῦ, ὁ δὲ ἀνεκαλεῖτο τοὺς πάντας καὶ ταῖς οἰκείαις ἀπεδίδου ἑστίαις. οἱ μὲν ἀτιμίαις περιέβαλλον, ὁ δὲ ἐντίμους καὶ ζηλωτοὺς καθίστη τοῖς ἅπασιν. οἱ μὲν ἐδήμευον ἀδίκως τῶν θεοσεβῶν ἀφαρπάζοντες τοὺς βίους, ὁ δὲ ἀπεδίδου πλείστοις ἐπιδαψιλευόμενος χαρίσμασιν. οἱ μὲν διατάγμασιν ἐγγράφοις [τὰς] κατὰ τῶν προέδρων ἐδημοσίευον [συκοφαντίας], ὁ δὲ ἔμπαλιν ἐπαίρων καὶ ἀνυψῶν τῇ παρ’ αὐτῷ τιμῇ τοὺς ἄνδρας προγράμμασι καὶ νόμοις διαφανεστέρους ἐποίει. οἱ μὲν ἐκ βάθρων τοὺς εὐκτηρίους οἴκους καθῄρουν, ἄνωθεν ἐξ ὕψους καταστρωννύντες εἰς ἔδαφος, ὁ δὲ τὰς οὔσας ὑψοῦσθαι καινοτέρας τ’ ἀνίστασθαι μεγαλοπρεπῶς ἐξ αὐτῶν τῶν βασιλικῶν θησαυρῶν ἐνομοθέτει. οἱ μὲν τὰ θεόπνευστα λόγια ἀφανῆ ποιεῖσθαι πυρὶ φλεχθέντα προσέταττον, ὁ δὲ καὶ ταῦτα πληθύνειν ἐκ βασιλικῶν θησαυρῶν μεγαλοπρεπεῖ κατασκευῇ πολυπλασιαζόμενα διεκελεύετο. οἱ μὲν συνόδους ἐπισκόπων μηδαμῆ μηδαμῶς τολμᾶν προσέταττον ποιεῖσθαι, ὁ δὲ τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν παρ’ ἑαυτῷ συνεκρότει, βασιλείων τ’ εἴσω παρεῖναι καὶ μέχρι τῶν ἐνδοτάτω χωρεῖν ἑστίας [τε] καὶ τραπέζης βασιλικῆς κοινωνοὺς γενέσθαι ἠξίου. οἱ μὲν ἐτίμων ἀναθήμασι τοὺς δαίμονας, ὁ δὲ ἀπεγύμνου τὴν πλάνην, τὴν ἄχρηστον τῶν ἀναθημάτων ὕλην τοῖς χρῆσθαι δυνατοῖς διηνεκῶς νέμων. οἱ μὲν τοὺς νεὼς φιλοτίμως κοσμεῖν ἐκέλευον, ὁ δὲ ἐκ βάθρων καθῄρει τούτων αὐτῶν τὰ μάλιστα παρὰ τοῖς δεισιδαίμοσι πολλοῦ ἄξια. οἱ μὲν τοὺς τοῦ θεοῦ μάρτυρας αἰσχίσταις ὑπέβαλλον τιμωρίαις, ὁ δὲ αὐτοὺς μὲν τοὺς ταῦτα δεδρακότας μετῄει σωφρονίζων τῇ πρεπούσῃ τοῦ θεοῦ κολάσει, τῶν δ’ ἁγίων μαρτύρων τοῦ θεοῦ τὰς μνήμας τιμῶν οὐ διελίμπανεν. οἱ μὲν τῶν βασιλικῶν ἤλαυνον οἴκων τοὺς θεοσεβεῖς ἄνδρας, ὁ δ’ αὐτοῖς μάλιστα τούτοις διετέλει θαρρῶν, {τοὺς} εὔνους αὐτῷ καὶ πιστοὺς ἁπάντων μᾶλλον τούτους εἶναι γινώσκων. οἱ μὲν χρημάτων ἥττους ὑπῆρχον Τανταλείῳ πάθει τὴν ψυχὴν δεδουλωμένοι, ὁ δὲ βασιλικῇ μεγαλοπρεπείᾳ πάντας ἀναπετάσας θησαυροὺς πλουσίᾳ καὶ μεγαλοψύχῳ δεξιᾷ τὰς μεταδόσεις ἐποιεῖτο. οἱ μὲν μυρίους κατειργάζοντο φόνους ἐφ’ ἁρπαγῇ καὶ δημεύσει τῆς τῶν ἀναιρουμένων οὐσίας, Κωνσταντίνου δ’ ἐπὶ πάσῃ τῇ βασιλείᾳ πᾶν ξίφος [ὡς] ἄχρηστον τοῖς δικασταῖς ἀπῃώρητο, τῶν κατ’ ἔθνος δήμων τε καὶ πολιτευτῶν ἀνδρῶν πατρονομουμένων μᾶλλον ἢ ἐπ’ ἀνάγκαις ἀρχομένων. εἰς ἃ δὴ ἀποβλέψας εἶπεν ἄν τις εἰκότως νεαρόν τινα καὶ νεοπαγῆ βίον ἄρτι τότε φανῆναι δοκεῖν, ξένου φωτὸς ἀθρόου ἐκ σκότους τῷ θνητῷ καταλάμψαντος γένει, θεοῦ τε τὸ πᾶν ἔργον εἶναι ὁμολογεῖν, τῆς τῶν ἀθέων πληθύος ἀντίπαλον τὸν θεοφιλῆ βασιλέα προβεβλημένου. II. ἐπειδὴ γὰρ οἱ μὲν οἷοι μηδένες ἄλλοι πώποτ’ ὤφθησαν καὶ οἷα μηδ’ ἐξ αἰῶνος ἀκοῇ παρείληπται κατὰ τῆς ἐκκλησίας τετολμήκασιν, εἰκότως ὁ θεὸς αὐτὸς ξένον τι χρῆμα προστησάμενος τὰ μήτ’ ἀκοῇ γνωσθέντα μήτ’ ὄψει παραδοθέντα δι’ αὐτοῦ κατειργάζετο. καὶ τί νεώτερον [ἢ] τὸ θαῦμα τῆς βασιλέως ἀρετῆς ἐκ θεοῦ σοφίας τῷ θνητῷ γένει δεδωρημένον; τοιγάρτοι τὸν Χριστὸν τοῦ θεοῦ σὺν παρρησίᾳ τῇ πάσῃ πρεσβεύων εἰς πάντας διετέλει, μηδ<ὲν> ἐγκαλυπτόμενος τὴν σωτήριον ἐπηγορίαν, σεμνολογούμενος δ’ ἐπὶ τῷ πράγματι· φανερὸν ἑαυτὸν καθίστη, νῦν μὲν τὸ πρόσωπον τῷ σωτηρίῳ κατασφραγιζόμενος σημείῳ, νῦν δ’ ἐναβρυνόμενος τῷ νικητικῷ τροπαίῳ, III. [ὃ] {μὲν} δὴ καὶ ἐν {γραφῆς} ὑψηλοτάτῳ πίνακι πρὸ τῶν βασιλικῶν προθύρων ἀνακειμένῳ τοῖς πάντων ὀφθαλμοῖς ὁρᾶσθαι προὐτίθει, τὸ μὲν σωτήριον <σημεῖον> ὑπερκείμενον τῆς αὑτοῦ κεφαλῆς τῇ γραφῇ παραδούς, τὸν δ’ ἐχθρὸν καὶ πολέμιον θῆρα τὸν τὴν ἐκκλησίαν τοῦ θεοῦ διὰ τῆς τῶν ἀθέων πολιορκήσαντα τυραννίδος κατὰ βυθοῦ φερόμενον ποιήσας ἐν δράκοντος μορφῇ. δράκοντα γὰρ αὐτὸν καὶ σκολιὸν ὄφιν ἐν προφητῶν θεοῦ βίβλοις ἀνηγόρευε τὰ λόγια. διὸ καὶ βασιλεὺς ὑπὸ τοῖς αὐτοῦ τε καὶ τῶν αὐτοῦ παίδων ποσὶ βέλει πεπαρμένον κατὰ μέσου τοῦ κύτους βυθοῖς τε θαλάττης ἀπερριμμένον διὰ τῆς κηροχύτου γραφῆς ἐδείκνυ τοῖς πᾶσι τὸν δράκοντα, ὧδέ πῃ τὸν ἀφανῆ τοῦ τῶν ἀνθρώπων γένους πολέμιον αἰνιττόμενος, ὃν καὶ δυνάμει τοῦ ὑπὲρ κεφαλῆς ἀνακειμένου σωτηρίου τροπαίου κατὰ βυθῶν ἀπωλείας κεχωρηκέναι ἐδήλου. ἀλλὰ ταῦτα μὲν ἄνθη χρωμάτων ᾐνίττετο διὰ τῆς εἰκόνος· ἐμὲ δὲ θαῦμα τῆς βασιλέως κατεῖχε μεγαλονοίας, ὡς ἐμπνεύσει θείᾳ ταῦτα διετύπου, ἃ δὴ φωναὶ προφητῶν ὧδέ που περὶ τοῦδε τοῦ θηρὸς ἐβόων, «ἐπάξειν τὸν θεόν» λέγουσαι «τὴν μάχαιραν τὴν μεγάλην καὶ φοβερὰν ἐπὶ τὸν δράκοντα ὄφιν τὸν σκολιόν, ἐπὶ τὸν δράκοντα ὄφιν τὸν φεύγοντα, καὶ ἀνελεῖν τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ.» εἰκόνας δὴ τούτων διετύπου βασιλεύς, ἀληθῶς ἐντιθεὶς μιμήματα τῇ σκιαγραφίᾳ.

IV. Ταῦτα μὲν οὖν αὐτῷ καταθυμίως συνετελεῖτο, τὰ δέ γε τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησίας τοῦ θεοῦ συνταράττοντα καὶ τὸ Θηβαίων τε καὶ Αἰγυπτίων σχισματικὸν κακὸν οὐ σμικρῶς αὐτὸν ἐκίνει, προσρηγνυμένων καθ’ ἑκάστην πόλιν ἐπισκόπων ἐπισκόποις, δήμων τε δήμοις ἐπανισταμένων καὶ μόνον οὐχὶ συμπληγάσι κατακοπτόντων ἀλλήλους, ὥστ’ ἤδη φρενῶν ἐκστάσει τοὺς ἀπεγνωσμένους ἀνοσίοις ἐγχειρεῖν καὶ ταῖς βασιλέως τολμᾶν ἐνυβρίζειν εἰκόσιν, οὐ μὴν ὥστ’ εἰς ὀργὴν ἐγείρειν τὸν βασιλέα μᾶλλον ἢ πρὸς πόνον ψυχῆς, ὑπεραλγοῦντα τῆς τῶν φρενοβλαβῶν ἀπονοίας.

V. Προϋπῆρχε δ’ ἄρα καὶ ἄλλη τις τούτων προτέρα νόσος ἀργαλεωτάτη τὰς ἐκκλησίας ἐκ μακροῦ διενοχλοῦσα, ἡ τῆς σωτηρίου ἑορτῆς διαφωνία, τῶν μὲν ἕπεσθαι δεῖν τῇ Ἰουδαίων συνηθείᾳ φασκόντων, τῶν δὲ προσήκειν τὴν ἀκριβῆ τοῦ καιροῦ παραφυλάττειν ὥραν μηδὲ πλανωμένους ἕπεσθαι τοῖς τῆς εὐαγγελικῆς ἀλλοτρίοις χάριτος. κἀν τούτῳ τοιγαροῦν μακροῖς ἤδη χρόνοις τῶν ἁπανταχοῦ λαῶν διενηνεγμένων θεσμῶν τε θείων συγχεομένων, ὡς ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς ἑορτῆς τὴν τοῦ καιροῦ παρατροπὴν μεγίστην διάστασιν ἐμποιεῖν τοῖς τὴν ἑορτὴν ἄγουσι, τῶν μὲν ἀσιτίαις καὶ κακοπαθείαις ἐνασκουμένων, τῶν δ’ ἀνέσει τὴν σχολὴν ἀνατιθέντων, οὐδεὶς οἷός τ’ ἦν ἀνθρώπων θεραπείαν εὕρασθαι τοῦ κακοῦ, ἰσοστασίου τῆς ἔριδος τοῖς διεστῶσιν ὑπαρχούσης, μόνῳ δ’ ἄρα τῷ παντοδυνάμῳ θεῷ καὶ ταῦτ’ ἰᾶσθαι ῥᾴδιον ἦν, ἀγαθῶν δ’ ὑπηρέτης αὐτῷ μόνος τῶν ἐπὶ γῆς κατεφαίνετο Κωνσταντῖνος. ὃς ἐπειδὴ τὴν τῶν λεχθέντων διέγνω ἀκοὴν τό τε καταπεμφθὲν αὐτῷ γράμμα τοῖς κατὰ τὴν Ἀλεξάνδρειαν ἄπρακτον ἑώρα, τότε τὴν αὐτὸς ἑαυτοῦ διάνοιαν ἀνακινήσας, ἄλλον τουτονὶ καταγωνιεῖσθαι δεῖν ἔφη τὸν κατὰ τοῦ ταράττοντος τὴν ἐκκλησίαν ἀφανοῦς ἐχθροῦ πόλεμον.

VI. Εἶθ’ ὥσπερ ἐπιστρατεύων αὐτῷ φάλαγγα θεοῦ σύνοδον οἰκουμενικὴν συνεκρότει, σπεύδειν ἁπανταχόθεν τοὺς ἐπισκόπους γράμμασι τιμητικοῖς προκαλούμενος. οὐκ ἦν [δ’] ἁπλοῦν τὸ ἐπίταγμα, συνήργει δὲ καὶ αὐτῇ πράξει τὸ βασιλέως νεῦμα, οἷς μὲν ἐξουσίαν δημοσίου παρέχον δρόμου, οἷς δὲ νωτοφόρων ὑπηρεσίας ἀφθόνους. ὥριστο δὲ καὶ πόλις ἐμπρέπουσα τῇ συνόδῳ, νίκης ἐπώνυμος, κατὰ τὸ Βιθυνῶν ἔθνος ἡ Νίκαια. ὡς οὖν ἐφοίτα πανταχοῦ τὸ παράγγελμα, οἷά τινος ἀπὸ νύσσης οἱ πάντες ἔθεον σὺν προθυμίᾳ τῇ πάσῃ. εἷλκε γὰρ αὐτοὺς ἀγαθῶν ἐλπίς, ἥ τε τῆς εἰρήνης μετουσία, τοῦ τε ξένου θαύματος τῆς τοῦ τοσούτου βασιλέως ὄψεως ἡ θέα. ἐπειδὴ οὖν συνῆλθον οἱ πάντες, ἔργον ἤδη θεοῦ τὸ πραττόμενον ἐθεωρεῖτο. οἱ γὰρ μὴ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασι καὶ χώραις καὶ τόποις καὶ ἔθνεσι πορρωτάτω διεστῶτες ἀλλήλων ὁμοῦ συνήγοντο, καὶ μία τοὺς πάντας ὑπεδέχετο πόλις· ἦν οὖν ὁρᾶν μέγιστον ἱερέων στέφανον οἷόν τινα ἐξ ὡραίων ἀνθέων καταπεποικιλμένον.

VII. Τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ θεοῦ λειτουργῶν τὰ ἀκροθίνια, εἷς τ’ οἶκος εὐκτήριος ὥσπερ ἐκ θεοῦ πλατυνόμενος ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους ἅμα καὶ Κίλικας, Φοίνικάς τε καὶ Ἀραβίους καὶ Παλαιστινούς, ἐπὶ τούτοις Αἰγυπτίους, Θηβαίους, Λίβυας, τούς τ’ ἐκ μέσης τῶν ποταμῶν ὁρμωμένους· ἤδη καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας, Πόντος τε καὶ Γαλατία, Καππαδοκία τε καὶ Ἀσία, Φρυγία τε καὶ Παμφυλία τοὺς παρ’ αὐτοῖς παρεῖχον ἐκκρίτους· ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες, Ἀχαιοί τε καὶ Ἠπειρῶται, τούτων θ’ οἱ ἔτι προσωτάτω οἰκοῦντες ἀπήντων, αὐτῶν τε Σπάνων ὁ πάνυ βοώμενος εἷς ἦν τοῖς πολλοῖς ἅμα συνεδρεύων. τῆς δέ γε βασιλευούσης πόλεως ὁ μὲν προεστὼς διὰ γῆρας ὑστέρει, πρεσβύτεροι δ’ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐπλήρουν. τοιοῦτον μόνος ἐξ αἰῶνος εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῆρι τῆς κατ’ ἐχθρῶν καὶ πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ’ ἡμᾶς συστησάμενος.

VIII. Ἐπεὶ καὶ κατ’ ἐκείνους συνῆχθαι λόγος «ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν» «ἄνδρας εὐλαβεῖς» ἐν οἷς ἐτύγχανον «Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, οἵ τ’ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες», πλὴν ὅσον ἐκείνοις ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας· ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἦν πεντήκοντα καὶ διακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων [τε] πλείστων ὅσων ἑτέρων οὐδ’ ἦν ἀριθμὸς εἰς κατάληψιν.

IX. Τῶν δὲ τοῦ θεοῦ λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. ἦσαν δὲ τούτων οἱ μὲν χρόνου μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δ’ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον· οἷς δὴ πᾶσι βασιλεὺς ἐφ’ ἑκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι διετέτακτο.

X. Ἐπεὶ δ’ ἡμέρας ὁρισθείσης τῇ συνόδῳ, καθ’ ἣν ἐχρῆν λύσιν ἐπιθεῖναι τοῖς ἀμφισβητουμένοις, παρῆν ἕκαστος ταύτην ἄγων, ἐν αὐτῷ δὴ τῷ μεσαιτάτῳ οἴκῳ τῶν βασιλείων, ὃς δὴ καὶ ὑπερφέρειν ἐδόκει μεγέθει τοὺς πάντας, βάθρων τ’ ἐν τάξει πλειόνων ἐφ’ ἑκατέραις τοῦ οἴκου πλευραῖς διατεθέντων, εἴσω παρῄεσαν οἱ κεκλημένοι καὶ τὴν προσήκουσαν ἕδραν οἱ πάντες ἀπελάμβανον. ἀλλ’ ὅτε δὴ σὺν κόσμῳ τῷ πρέποντι ἡ πᾶσα καθῆστο σύνοδος, σιγὴ μὲν τοὺς πάντας εἶχε προσδοκίᾳ τῆς βασιλέως παρόδου, εἰσῄει δέ τις πρῶτος κἄπειτα δεύτερος καὶ τρίτος τῶν ἀμφὶ βασιλέα. ἡγοῦντο δὲ καὶ ἄλλοι οὐ τῶν συνήθων ὁπλιτῶν τε καὶ δορυφόρων, μόνων δὲ τῶν πιστῶν φίλων. πάντων δ’ ἐξαναστάντων ἐπὶ συνθήματι, ὃ τὴν βασιλέως εἴσοδον ἐδήλου, αὐτὸς δὴ λοιπὸν διέβαινε μέσος οἷα θεοῦ τις οὐράνιος ἄγγελος, λαμπρὰν μὲν ὥσπερ φωτὸς μαρμαρυγαῖς ἐξαστράπτων περιβολήν, ἁλουργίδος δὲ πυρωποῖς καταλαμπόμενος ἀκτῖσι, χρυσοῦ τε καὶ λίθων πολυτελῶν διαυγέσι φέγγεσι κοσμούμενος. ταῦτα μὲν οὖν ἀμφὶ τὸ σῶμα. τὴν δὲ ψυχὴν θεοῦ φόβῳ καὶ εὐλαβείᾳ δῆλος ἦν κεκαλλωπισμένος· ὑπέφαινον δὲ καὶ ταῦτ’ ὀφθαλμοὶ κάτω νεύοντες, ἐρύθημα προσώπου, περιπάτου κίνησις, τό τ’ ἄλλο εἶδος, τὸ μέγεθός τε ὑπερβάλλον μὲν τοὺς ἀμφ’ αὐτὸν ἅπαντας <***> τῷ τε κάλλει τῆς ὥρας καὶ τῷ μεγαλοπρεπεῖ τῆς τοῦ σώματος εὐπρεπείας ἀλκῇ τε ῥώμης ἀμάχου, ἃ δὴ τρόπων ἐπιεικείᾳ πραότητί τε βασιλικῆς ἡμερότητος ἐγκεκραμένα τὸ τῆς διανοίας ὑπερφυὲς παντὸς κρεῖττον ἀπέφαινον λόγου. ἐπεὶ δὲ παρελθὼν ἐπὶ τὴν πρώτην τῶν ταγμάτων ἀρχὴν μέσος ἔστη, σμικροῦ τινος αὐτῷ καθίσματος ὕλης χρυσοῦ πεποιημένου προτεθέντος, οὐ πρότερον ἢ τοὺς ἐπισκόπους ἐπινεῦσαι ἐκάθιζε. ταὐτὸν δ’ ἔπραττον οἱ πάντες μετὰ βασιλέως.

XI. Τῶν δ’ ἐπισκόπων ὁ τοῦ δεξιοῦ τάγματος πρωτεύων διαναστὰς μεμετρημένον ἀπεδίδου λόγον, προσφωνῶν τῷ βασιλεῖ τῷ τε παντοκράτορι θεῷ χαριστήριον ἐπ’ αὐτῷ ποιούμενος ὕμνον. ἐπειδὴ δὲ καὶ αὐτὸς καθῆστο, σιγὴ μὲν ἐγίγνετο πάντων ἀτενὲς εἰς βασιλέα βλεπόντων, ὁ δὲ φαιδροῖς ὄμμασι τοῖς πᾶσι γαληνὸν ἐμβλέψας κἄπειτα συναγαγὼν αὐτὸς πρὸς ἑαυτὸν τὴν διάνοιαν ἡσύχῳ καὶ πραείᾳ φωνῇ τοῖον ἀπέδωκε λόγον·

XII. «Εὐχῆς μὲν ἐμοὶ τέλος ἦν, ὦ φίλοι, τῆς ὑμετέρας ἀπολαῦσαι χορείας, τούτου δὲ τυχὼν εἰδέναι τῷ βασιλεῖ τῶν ὅλων τὴν χάριν ὁμολογῶ, ὅτι μοι πρὸς τοῖς ἄλλοις ἅπασι καὶ τοῦτο κρεῖττον ἀγαθοῦ παντὸς ἰδεῖν ἐδωρήσατο, φημὶ δὴ τὸ συνηγμένους ὁμοῦ πάντας ἀπολαβεῖν μίαν τε κοινὴν ἁπάντων ὁμόφρονα γνώμην θεάσασθαι. μὴ δὴ οὖν βάσκανός τις ἐχθρὸς τοῖς ἡμετέροις λυμαινέσθω καλοῖς, μηδὲ τῆς τῶν τυράννων θεομαχίας ἐκποδὼν ἀρθείσης θεοῦ σωτῆρος δυνάμει ἑτέρως ὁ φιλοπόνηρος δαίμων τὸν θεῖον νόμον βλασφημίαις περιβαλλέτω· ὡς ἔμοιγε παντὸς πολέμου καὶ μάχης [δεινῆς] καὶ χαλεπωτέρα ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐμφύλιος νενόμισται στάσις καὶ μᾶλλον ταῦτα τῶν ἔξωθεν λυπηρὰ καταφαίνεται. ὅτε γοῦν τὰς κατὰ τῶν πολεμίων νίκας νεύματι καὶ συνεργίᾳ τοῦ κρείττονος ἠράμην, οὐδέν [γε] λείπειν ἐνόμιζον ἢ θεῷ μὲν γινώσκειν τὴν χάριν, συγχαίρειν δὲ καὶ τοῖς [ὑπ’] αὐτοῦ δι’ ἡμῶν ἠλευθερωμένοις. ἐπειδὴ δὲ τὴν ὑμετέραν διάστασιν παρ’ ἐλπίδα πᾶσαν ἐπυθόμην, οὐκ ἐν δευτέρῳ τὴν ἀκοὴν ἐθέμην, τυχεῖν δὲ καὶ τοῦτο θεραπείας δι’ ἐμῆς εὐξάμενος ὑπηρεσίας τοὺς πάντας ἀμελλήτως μετεστειλάμην. καὶ χαίρω μὲν ὁρῶν τὴν ὑμετέραν ὁμήγυριν, τότε δὲ μάλιστα κρίνω κατ’ εὐχὰς ἐμαυτὸν πράξειν, ἐπειδὰν ταῖς ψυχαῖς ἀνακραθέντας ἴδοιμι τοὺς πάντας μίαν τε κοινὴν βραβεύουσαν τοῖς πᾶσιν εἰρηνικὴν συμφωνίαν, ἣν καὶ ἑτέροις ὑμᾶς πρέπον ἂν εἴη πρεσβεύειν τοὺς τῷ θεῷ καθιερωμένους. μὴ δὴ οὖν μέλλετε, ὦ φίλοι δὴ λειτουργοὶ θεοῦ καὶ τοῦ κοινοῦ πάντων ἡμῶν δεσπότου τε καὶ σωτῆρος ἀγαθοὶ θεράποντες, τὰ τῆς ἐν ὑμῖν διαστάσεως αἴτια ἐντεῦθεν ἤδη φέρειν εἰς μέσον ἀρξάμενοι, πάντα σύνδεσμον ἀμφιλογίας νόμοις εἰρήνης ἐπιλύσασθαι. οὕτω γὰρ καὶ τῷ ἐπὶ πάντων θεῷ τὰ ἀρεστὰ διαπεπραγμένοι εἴητε ἄν, κἀμοὶ τῷ ὑμετέρῳ συνθεράποντι ὑπερβάλλουσαν δώσετε τὴν χάριν.»

XIII. Ὁ μὲν δὴ ταῦτ’ εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις. ἐντεῦθεν δ’ οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ’ ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο. πλείστων [δῆτα] ὑφ’ ἑκατέρου τάγματος προτεινομένων πολλῆς τ’ ἀμφιλογίας τὰ πρῶτα συνισταμένης, ἀνεξικάκως ἐπηκροᾶτο βασιλεὺς τῶν πάντων σχολῇ τ’ εὐτόνῳ τὰς προτάσεις ὑπεδέχετο, ἐν μέρει τ’ ἀντιλαμβανόμενος τῶν παρ’ ἑκατέρου τάγματος λεγομένων, ἠρέμα συνήγαγε τοὺς φιλονείκως ἐνισταμένους. πράως τε ποιούμενος τὰς πρὸς ἕκαστον ὁμιλίας ἑλληνίζων τε τῇ φωνῇ, ὅτι μηδὲ ταύτης ἀμαθῶς εἶχε, γλυκερός τις ἦν καὶ ἡδύς, τοὺς μὲν [συμπείθων], τοὺς δὲ καταδυσωπῶν τῷ λόγῳ, τοὺς δ’ εὖ λέγοντας ἐπαινῶν, πάντας τ’ εἰς ὁμόνοιαν ἐλαύνων, εἰσόθ’ ὁμογνώμονας καὶ ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι κατεστήσατο, XIV. ὡς ὁμόφωνον μὲν κρατῆσαι τὴν πίστιν, τῆς σωτηρίου δ’ ἑορτῆς τὸν αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν. ἐκυροῦτο δ’ ἤδη καὶ ἐν γραφῇ δι’ ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. ὧν δὴ πραχθέντων, δευτέραν ταύτην νίκην ἄρασθαι εἰπὼν βασιλεὺς κατὰ τοῦ τῆς ἐκκλησίας ἐχθροῦ ἐπινίκιον ἑορτὴν τῷ θεῷ συνετέλει.

XV. Κατὰ τὸ αὐτὸ δὲ αὐτῷ καὶ τῆς βασιλείας εἰκοσαετὴς ἐπληροῦτο χρόνος. ἐφ’ ᾧ πάνδημοι μὲν ἤγοντο πανηγύρεις τοῖς λοιποῖς ἔθνεσι, τοῖς δέ γε τοῦ θεοῦ λειτουργοῖς εὐωχίας αὐτὸς ἐξῆρχε βασιλεύς, συμποσιάζων εἰρηνεύσασι καὶ οἱονεὶ θυσίαν ταύτην ἀποδιδοὺς ἐμπρέπουσαν τῷ θεῷ δι’ αὐτῶν· οὐδ’ ἀπελείπετό τις ἐπισκόπων βασιλικῆς ἑστιάσεως. κρεῖττον δ’ ἦν παντὸς λόγου τὸ γιγνόμενον· δορυφόροι μὲν γὰρ καὶ ὁπλῖται γυμναῖς ταῖς τῶν ξιφῶν ἀκμαῖς ἐν κύκλῳ τὰ πρόθυρα τῶν βασιλείων ἐφρούρουν, μέσοι δὲ τούτων ἀδεεῖς οἱ τοῦ θεοῦ διέβαινον ἄνθρωποι ἐνδοτάτω τ’ ἀνακτόρων ἐχώρουν. εἶθ’ οἱ μὲν [αὐτῷ] συνανεκλίνοντο, οἱ δ’ ἀμφὶ τὰς ἑκατέρων προσανεπαύοντο κλινάδας. Χριστοῦ βασιλείας ἔδοξεν ἄν τις φαντασιοῦσθαι εἰκόνα, ὄναρ τ’ εἶναι ἀλλ’ οὐχ ὕπαρ τὸ γιγνόμενον.

XVI. Ἐπεὶ δὲ λαμπρῶς τὰ τῆς εὐωχίας προὐχώρει, ἔτι καὶ τοῦτο βασιλεὺς δεξιούμενος τοὺς παρόντας προσετίθει, μεγαλοψύχως ἕκαστον κατὰ τὴν πρέπουσαν ἀξίαν τοῖς παρ’ αὐτοῦ τιμῶν ξενίοις. τῆς δὲ συνόδου ταύτης καὶ τοῖς μὴ παροῦσι τὴν μνήμην δι’ οἰκείου παρεδίδου γράμματος, ὃ δὴ καὶ αὐτὸ ὥσπερ ἐν στήλῃ τῇδε τῇ περὶ αὐτοῦ συνάψω διηγήσει, τοῦτον ἔχον τὸν τρόπον.

XVII. Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις.

Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας, ὅση τῆς θείας δυνάμεως πέφυκε χάρις, τοῦτόν <γε> πρὸ {γε} πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπόν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε περὶ τὸν παγκρατῆ θεὸν εὐσέβεια τηρῆται. ἀλλ’ ἐπειδὴ τοῦτο οὐχ οἷόν τ’ ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάντων ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων (καὶ αὐτὸς δὲ καθάπερ εἷς ἐξ ὑμῶν ἐτύγχανον συμπαρών· οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ’ ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι.

XVIII. Ἔνθα καὶ περὶ τῆς τοῦ πάσχα ἁγιωτάτης ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν. τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ’ ἧς τὴν τῆς ἀθανασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν. ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθνους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει, ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας ἄχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐκτείνεσθαι. μηδὲν τοίνυν ἔστω ὑμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου. εἰλήφαμεν γὰρ παρὰ τοῦ σωτῆρος ἑτέραν ὁδόν, πρόκειται δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων. τούτου συμφώνως ἀντιλαμβανόμενοι τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι. ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτατον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ εἴημεν ἱκανοί. τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσονται, οἳ μετὰ τὴν κυριοκτονίαν τε καὶ πατροκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν ἄγονται οὐ λογισμῷ τινι ἀλλ’ ὁρμῇ ἀκατασχέτῳ, ὅπῃ δ’ ἂν αὐτοὺς ἡ ἔμφυτος αὐτῶν ἀγάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ πάσχα ἐπιτελεῖν. τίνος οὖν χάριν τούτοις ἑπόμεθα, οὓς δεινὴν πλάνην νοσεῖν ὡμολόγηται; δεύτερον γὰρ τὸ πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα. ἀλλ’ εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμετέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι’ εὐχῆς ἔχειν πάντοτε, ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν δοκεῖν ἀνθρώπων ἔθεσι παγκάκων.

<Πρὸς> τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγματι καὶ τοιαύτῃ θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέμιτον. μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστιν τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε σωτήρ, καὶ μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται, ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλοὺς καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ’ ὅμως [ἑνὶ] πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται. λογισάσθω δ’ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολάζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν, καὶ μετὰ τὰς τοῦ πάσχα ἡμέρας ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις. διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾶν.

XIX. Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τοῦ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων ἔθνους εἶναι κοινόν, ἔστι δὲ τάξις εὐπρεπής, ἣν πᾶσαι αἱ τῶν δυτικῶν τε καὶ μεσημβρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλησίαι καί τινες τῶν κατὰ τὴν ἑῴαν τόπων, οὗ ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν’ ὅπερ δ’ ἂν κατὰ τὴν Ῥωμαίων πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν, Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττεται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λόγος ἀπαιτεῖν δοκεῖ καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν.

Ἵνα δὲ τὸ κεφαλαιωδέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει τὴν ἁγιωτάτην τοῦ πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι. οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν, καὶ κάλλιον ἕπεσθαι τῇ γνώμῃ ταύτῃ, ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία.

XX. Τούτων οὖν οὕτως ἐχόντων, ἀσμένως δέχεσθε τὴν οὐρανίαν χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν· πᾶν γὰρ [ὅ]τι δ’ ἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν. διὸ πᾶσι τοῖς ἀπαγητοῖς ἡμῶν ἀδελφοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε, ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ’ ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ’ ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν [ἡμετέρων] πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ἡμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

Ταύτης βασιλεὺς τῆς ἐπιστολῆς ἰσοδυναμοῦσαν γραφὴν ἐφ’ ἑκάστης ἐπαρχίας διεπέμπετο, ἐνοπτρίζεσθαι τῆς αὐτοῦ διανοίας τὸ καθαρώτατον τῆς πρὸς τὸ θεῖον ὁσίας παρέχων τοῖς ἐντυγχάνουσιν.

XXI. Ἐπειδὴ δὲ λοιπὸν ἡ σύνοδος ἀναλύειν ἤμελλε, συντακτικὴν μὲν τοῖς ἐπισκόποις παρεῖχεν ὁμιλίαν, ὁμοῦ μὲν ἅπαντας ὑπὸ μίαν συγκαλέσας ἡμέραν, παροῦσι δὲ τὴν πρὸς ἀλλήλους ὑποθέμενος εἰρήνην περισπούδαστον ποιεῖσθαι, τὰς δὲ φιλονείκους ἔριδας ἐκτρέπεσθαι, μηδὲ βασκαίνειν, εἴ τις εὐδοκιμῶν ἐν ἐπισκόποις φαίνοιτο σοφίας ἐν λόγῳ, κοινὸν δ’ ἡγεῖσθαι τἀγαθὸν τῆς ἑνὸς ἀρετῆς, μηδὲ μὴν τῶν μετριωτέρων κατεπαίρεσθαι τοὺς κρείττους, θεοῦ γὰρ εἶναι τὸ κριτήριον τῶν ἀληθεῖ λόγῳ κρειττόνων, καὶ τοῖς ἀσθενεστέροις δὲ δεῖν ὑποκατακλίνεσθαι λόγῳ συγγνώμης, τῷ τὸ τέλειον ἁπανταχοῦ σπάνιον τυγχάνειν. διὸ καὶ ἀλλήλοις δεῖν τὰ σμικρὰ πταίουσι συγγνώμην νέμειν χαρίζεσθαί τε καὶ συγχωρεῖν ὅσα ἀνθρώπινα, πάντων περὶ πολλοῦ τιμωμένων τὴν σύμφωνον ἁρμονίαν, ὡς ἂν μὴ πρὸς ἀλλήλους στασιαζόντων χλεύης αἰτία παρέχηται τοῖς τὸν θεῖον βλασφημεῖν νόμον παρεσκευασμένοις, ὧν μάλιστα κήδεσθαι δεῖν τὰ πάντα, σωθῆναι δυναμένων, εἰ τὰ καθ’ ἡμᾶς αὐτοῖς ζηλωτὰ φαίνοιτο, κἀκεῖνο δὲ μὴ ἀμφιγνοεῖν ὡς οὐ τοῖς πᾶσιν ἡ ἐκ λόγων ὠφέλεια συντελεῖ. οἱ μὲν γὰρ τὰ πρὸς τροφὴν χαίρουσιν ἐπικουρούμενοι, οἱ δὲ τὰς προστασίας ὑποτρέχειν εἰώθασιν, ἄλλοι τοὺς δεξιώσεσι φιλοφρονουμένους ἀσπάζονται, καὶ ξενίοις τιμώμενοι ἀγαπῶσιν ἕτεροι, βραχεῖς δ’ οἱ λόγων ἀληθῶν ἐρασταί, καὶ σπάνιος αὖ ὁ τῆς ἀληθείας φίλος. διὸ πρὸς πάντας ἁρμόττεσθαι δεῖν, ἰατροῦ δίκην ἑκάστῳ τὰ λυσιτελῆ πρὸς σωτηρίαν ποριζομένους, ὥστ’ ἐξ ἅπαντος τὴν σωτήριον παρὰ τοῖς πᾶσι δοξάζεσθαι διδασκαλίαν.

Τοιαῦτα μὲν ἐν πρώτοις παρῄνει, τέλος δ’ ἐπετίθει τὰς ὑπὲρ αὐτοῦ πρὸς τὸν θεὸν ἱκετηρίας ἐσπουδασμένως ποιεῖσθαι. οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανιέναι ἠφίει· οἱ δ’ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη παρ’ αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συναπτομένων ὥσπερ ὑφ’ ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων.

XXII. Χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δεδώρητο δι’ ἐπιστολῶν, λαοῖς θ’ ἅπασι τοῖς τε κατ’ ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσαετοῦς βασιλείας.

XXIII. Ἀλλὰ γὰρ ἁπάντων εἰρηνευομένων μόνοις Αἰγυπτίοις ἄμικτος ἦν ἡ πρὸς ἀλλήλους φιλονεικία, ὡς καὶ αὖθις ἐνοχλεῖν βασιλέα, οὐ μὴν καὶ πρὸς ὀργὴν ἐγείρειν. οἷα γοῦν πατέρας ἢ καὶ μᾶλλον προφήτας θεοῦ πάσῃ περιέπων τιμῇ καὶ δεύτερον ἐκάλει καὶ πάλιν ἐμεσίτευε τοῖς αὐτοῖς ἀνεξικάκως, καὶ δώροις ἐτίμα πάλιν, ἐδήλου τε τὴν δίαιταν δι’ ἐπιστολῆς, καὶ τὰ τῆς συνόδου δόγματα κυρῶν ἐπεσφραγίζετο, παρεκάλει τε συμφωνίας ἔχεσθαι μηδὲ διασπᾶν καὶ κατατέμνειν τὴν ἐκκλησίαν, τῆς δὲ τοῦ θεοῦ κρίσεως ἐν νῷ τὴν μνήμην λαμβάνειν. καὶ ταῦτα δὲ βασιλεὺς δι’ οἰκείας ἐπέστελλε γραφῆς.

XXIV. Καὶ ἄλλα δὲ τούτοις ἔγραφεν ἀδελφὰ μυρία πλείστας θ’ ὅσας ἐπιστολὰς διετύπου, ἐν μέρει μὲν ἐπισκόποις ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ θεοῦ τὰ πρόσφορα διαταττόμενος, ἤδη δὲ καὶ αὐτοῖς προσεφώνει τοῖς πλήθεσιν, ἀδελφοὺς ἀποκαλῶν καὶ συνθεράποντας ἑαυτοῦ τοὺς τῆς ἐκκλησίας λαοὺς ὁ τρισμακάριος. σχολῆς δ’ ἂν γένοιτο ταῦτα ἐπ’ οἰκείας ὑποθέσεως συναγαγεῖν, ὡς ἂν μὴ τὸ σῶμα τῆς παρούσης ἡμῖν διακόπτοιτο ἱστορίας.

XXV. Τούτων δ’ ὧδ’ ἐχόντων, μνήμης <ἄξιον> ἄλλο τι μέγιστον ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ὁ θεοφιλὴς εἰργάζετο. τί δ’ ἦν τοῦτο; τὸν ἐν τοῖς Ἱεροσολύμοις τῆς σωτηρίου ἀναστάσεως μακαριστότατον τόπον ἐδόκει δεῖν αὐτῷ προφανῆ καὶ σεπτὸν ἀποφῆναι τοῖς πᾶσιν. αὐτίκα γοῦν οἶκον εὐκτήριον συστήσασθαι διεκελεύετο, οὐκ ἀθεεὶ τοῦτ’ ἐν διανοίᾳ βαλὼν ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ σωτῆρος ἀνακινηθεὶς τῷ πνεύματι. XXVI. ἄνδρες μὲν γάρ ποτε δυσσεβεῖς, μᾶλλον δὲ πᾶν τὸ δαιμόνων διὰ τούτων γένος, σπουδὴν ἔθεντο σκότῳ καὶ λήθῃ παραδοῦναι τὸ θεσπέσιον ἐκεῖνο τῆς ἀθανασίας μνῆμα, παρ’ ᾧ φῶς ἐξαστράπτων ὁ καταβὰς οὐρανόθεν ἄγγελος ἀπεκύλισε τὸν λίθον τῶν τὰς διανοίας λελιθωμένων καὶ τὸν ζῶντα μετὰ τῶν νεκρῶν ἔθ’ ὑπάρχειν ὑπειληφότων, τὰς γυναῖκας εὐαγγελιζόμενος τόν τε τῆς ἀπιστίας λίθον τῆς αὐτῶν διανοίας ἐπὶ δόξῃ τῆς τοῦ ζητουμένου ζωῆς ἀφαιρούμενος. τοῦτο μὲν οὖν τὸ σωτήριον ἄντρον ἄθεοί τινες καὶ δυσσεβεῖς ἀφανὲς ἐξ ἀνθρώπων ποιήσασθαι διανενόηντο, ἄφρονι λογισμῷ τὴν ἀλήθειαν ταύτῃ πη κρύψαι λογισάμενοι. καὶ δὴ πολὺν εἰσενεγκάμενοι μόχθον, γῆν ἔξωθέν ποθεν εἰσφορήσαντες τὸν πάντα καλύπτουσι τόπον, κἄπειτ’ εἰς ὕψος αἰωρήσαντες λίθῳ τε καταστρώσαντες κάτω που τὸ θεῖον ἄντρον ὑπὸ πολλῷ τῷ χώματι κατακρύπτουσιν. εἶθ’ ὡς οὐδενὸς αὐτοῖς λειπομένου, τῆς γῆς ὕπερθε δεινὸν ὡς ἀληθῶς ταφεῶνα ψυχῶν ἐπισκευάζουσι νεκρῶν εἰδώλων, σκότιον Ἀφροδίτης ἀκολάστῳ δαίμονι μυχὸν οἰκοδομησάμενοι, κἄπειτα μυσαρὰς ἐνταυθοῖ θυσίας ἐπὶ βεβήλων καὶ ἐναγῶν βωμῶν ἐπισπένδοντες· ταύτῃ γὰρ μόνως καὶ οὐκ ἄλλως τὸ σπουδασθὲν εἰς ἔργον ἄξειν ἐνόμιζον, εἰ διὰ τοιούτων ἐναγῶν μυσαγμάτων τὸ σωτήριον ἄντρον κατακρύψειαν. οὐ γὰρ οἷοί τ’ ἦσαν συνιέναι οἱ δείλαιοι, ὡς οὐκ εἶχε φύσιν τὸν κατὰ τοῦ θανάτου βραβεῖα ἀναδησάμενον κρύφιον καταλιπεῖν τὸ κατόρθωμα, οὐδὲ τὴν σύμπασαν τῶν ἀνθρώπων οἰκουμένην λαθεῖν λάμπων ὑπὲρ γῆς γενόμενος ὁ ἥλιος καὶ τὸν οἰκεῖον ἐν οὐρανῷ διιππεύων δρόμον· τούτου γὰρ κρειττόνως ψυχὰς ἀνθρώπων ἀλλ’ οὐ σώματα ἡ σωτήριος καταυγάζουσα δύναμις τῶν οἰκείων τοῦ φωτὸς μαρμαρυγῶν τὸν σύμπαντα κατεπλήρου κόσμον.

Πλὴν ἀλλὰ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τὰ κατὰ τῆς ἀληθείας μηχανήματα μακροῖς παρετείνετο χρόνοις, οὐδείς τε τῶν πώποτε, οὐχ ἡγουμένων, οὐ στρατηγῶν, οὐκ αὐτῶν βασιλέων, ἐπὶ καθαιρέσει τῶν τετολμημένων εὕρηται ἐπιτήδειος ἢ μόνος εἷς ὁ τῷ παμβασιλεῖ θεῷ φίλος. πνεύματι γοῦν κάτοχος θείῳ χῶρον αὐτὸν ἐκεῖνον τὸν δεδηλωμένον πάσαις οὐ καθαραῖς ὕλαις ἐχθρῶν ἐπιβουλαῖς κατακεκρύφθαι λήθῃ τε καὶ ἀγνοίᾳ παραδεδομένον οὐ παριδών, οὐδὲ τῇ τῶν αἰτίων παραχωρήσας κακίᾳ, θεὸν τὸν αὐτοῦ συνεργὸν ἐπικαλεσάμενος καθαίρεσθαι προστάττει, αὐτὴν δὴ μάλιστα τὴν ὑπὸ τῶν ἐχθρῶν μεμιασμένην ἀπολαῦσαι δεῖν οἰόμενος τῆς τοῦ παναγάθου δι’ αὐτοῦ μεγαλουργίας. ἅμα δὲ προστάγματι τὰ τῆς ἀπάτης μηχανήματα εἰς ἔδαφος ἄνωθεν ἀφ’ ὑψηλοῦ κατερρίπτετο, ἐλύετό τε καὶ καθῃρεῖτο αὐτοῖς ξοάνοις καὶ δαίμοσι τὰ τῆς πλάνης οἰκοδομήματα. XXVII. οὐ μὴν δ’ ἐν τούτοις τὰ τῆς σπουδῆς ἵστατο, ἀλλὰ πάλιν βασιλεὺς αἴρεσθαι καὶ πορρωτάτω τῆς χώρας ἀπορρίπτεσθαι τῶν καθαιρουμένων τὴν ἐν λίθοις καὶ ξύλοις ὕλην προστάττει. ἔργον δὲ καὶ τῷδε παρηκολούθει τῷ λόγῳ. ἀλλ’ οὐδ’ ἐπὶ τοῦτο μόνον προελθεῖν ἀπήρκει, πάλιν δ’ ἐπιθειάσας βασιλεὺς τοὔδαφος αὐτό, πολὺ τοῦ χώρου βάθος ἀνορύξαντας, αὐτῷ χοῒ πόρρω που καὶ ἐξωτάτω λύθροις ἅτε δαιμονικοῖς ἐρρυπωμένον ἐκφορεῖσθαι παρακελεύεται. XXVIII. παραχρῆμα δ’ ἐπετελεῖτο καὶ τοῦτο. ὡς δ’ ἕτερον ἀνθ’ ἑτέρου στοιχεῖον ὁ κατὰ βάθους τῆς γῆς ἀνεφάνη χῶρος, αὐτὸ δὴ λοιπὸν τὸ σεμνὸν καὶ πανάγιον τῆς σωτηρίου ἀναστάσεως μαρτύριον παρ’ ἐλπίδα πᾶσαν ἀνεφαίνετο, καὶ τό [γε] ἅγιον τῶν ἁγίων ἄντρον τὴν ὁμοίαν τῆς τοῦ σωτῆρος ἀναβιώσεως ἀπελάμβανεν εἰκόνα. διὸ μετὰ τὴν ἐν σκότῳ κατάδυσιν αὖθις ἐπὶ τὸ φῶς προῄει καὶ τοῖς ἐπὶ θέαν ἀφικνουμένοις ἐναργῆ παρεῖχεν ὁρᾶν τῶν αὐτόθι πεπραγμένων θαυμάτων τὴν ἱστορίαν, ἔργοις ἁπάσης γεγωνοτέροις φωνῆς τὴν τοῦ σωτῆρος ἀνάστασιν [μαρτυρόμενον].

XXIX. Τούτων δ’ ὧδε πραχθέντων, αὐτίκα βασιλεὺς νόμων εὐσεβῶν διατάξεσι χορηγίαις τε ἀφθόνοις οἶκον εὐκτήριον θεοπρεπῆ ἀμφὶ τὸ σωτήριον ἄντρον ἐγκελεύεται πλουσίᾳ καὶ βασιλικῇ δείμασθαι πολυτελείᾳ, ὡς ἂν ἐκ μακροῦ τοῦτο προτεθειμένος καὶ τὸ μέλλον ἔσεσθαι κρείττονι προμηθείᾳ τεθεαμένος. τοῖς μὲν δὴ τῶν ἐθνῶν τῶν ἐπὶ τῆς ἑῴας ἄρχουσιν ἀφθόνοις καὶ δαψιλέσι χορηγίαις ὑπερφυές τε καὶ μέγα καὶ πλούσιον ἀποδεικνύναι τὸ ἔργον διεκελεύετο, τῷ δὲ τῆς ἐκκλησίας ἐπισκόπῳ τῷ τηνικαῦτα τῆς ἐν Ἱεροσολύμοις προεστῶτι τοιάνδε κατέπεμπε γραφήν, δι’ ἧς τὸ φιλόθεον τῆς αὐτοῦ ψυχῆς τό τε καθαρὸν τῆς εἰς τὸν σωτήριον λόγον πίστεως ἐναργέσι φωναῖς παρίστη, τοῦτον γράφων τὸν τρόπον.

XXX. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ.

Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις, ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν· τὸ γὰρ γνώρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάντων ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀναλάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει. εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ’ ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται. ἐπὶ τοσούτῳ πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει, ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέστηκεν εἶναι δυνατώτερα. διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος μοι σκοπός, ἵν’ ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύμασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτω καὶ αἱ ψυχαὶ πάντων ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ πάσῃ καὶ ὁμογνώμονι προθυμίᾳ σπουδαιότεραι γίγνωνται. ὅπερ δ’ οὖν πᾶσιν εἶναι νομίζω φανερόν, ἐκεῖνο μάλιστά <σε> πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει, ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ προστάγματι [αἰσχίστης] εἰδώλου [προσθήκης] ὥσπερ τινὸς ἐπικειμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δ’ ἀποφανθέντα ἀφ’ οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν.

XXXI. Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτω διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλικὴν τῶν ἁπανταχοῦ βελτίονα ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γίνεσθαι, ὡς πάντα τὰ ἐφ’ ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι. καὶ περὶ μὲν τῆς τῶν τοίχων ἐγέρσεώς τε καὶ καλλιεργίας Δρακιλλιανῷ τῷ ἡμετέρῳ φίλῳ, τῷ διέποντι τὰ τῶν λαμπροτάτων [ἐπάρχων] μέρη, καὶ τῷ τῆς ἐπαρχίας ἄρχοντι παρ’ ἡμῶν ἐγκεχειρίσθαι τὴν φροντίδα γίνωσκε. κεκέλευσται γὰρ ὑπὸ τῆς ἐμῆς εὐσεβείας καὶ τεχνίτας καὶ ἐργάτας καὶ πάνθ’, ὅσα περ εἰς τὴν οἰκοδομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι. περὶ δὲ τῶν κιόνων εἴτ’ οὖν μαρμάρων, ἃ δ’ ἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδασον, ἵν’ ὅσων δ’ ἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ· τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ’ ἀξίαν φαιδρύνεσθαι δίκαιον. XXXII. τὴν δὲ τῆς βασιλικῆς καμάραν πότερον λακωναρίαν ἢ δι’ ἑτέρας τινὸς ἐργασίας γενέσθαι σοι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι. εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι. τὸ λειπόμενον, ἵν’ ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ, ὅσων τ’ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλωμάτων χρεία, καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπουδάσῃ οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακωναριῶν, εἴγε τοῦτο κάλλιον ἐπικρίνειεν.

Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.

XXXIII. Ταῦτα μὲν ἔγραφε βασιλεύς· ἅμα δὲ λόγῳ δι’ ἔργων ἐχώρει τὰ προστεταγμένα, καὶ δὴ κατ’ αὐτὸ τὸ σωτήριον μαρτύριον ἡ νέα κατεσκευάζετο Ἰερουσαλήμ, ἀντιπρόσωπος τῇ πάλαι βοωμένῃ, ἣ μετὰ τὴν κυριοκτόνον μιαιφονίαν ἐρημίας ἐπ’ ἔσχατα περιτραπεῖσα δίκην ἔτισε δυσσεβῶν οἰκητόρων. ταύτης δ’ οὖν ἄντικρυς βασιλεὺς τὴν κατὰ τοῦ θανάτου σωτήριον νίκην πλουσίαις καὶ δαψιλέσιν ἀνύψου φιλοτιμίαις, τάχα που ταύτην οὖσαν τὴν διὰ προφητικῶν θεσπισμάτων κεκηρυγμένην καινὴν καὶ νέαν Ἰερουσαλήμ, ἧς πέρι μακροὶ λόγοι μυρία δι’ ἐνθέου πνεύματος θεσπίζοντες ἀνυμνοῦσι· καὶ δὴ τοῦ παντὸς ὥσπερ τινὰ κεφαλὴν πρῶτον ἁπάντων τὸ ἱερὸν ἄντρον ἐκόσμει· μνῆμα δ’ ἦν αἰωνίου μνήμης γέμον, τοῦ μεγάλου σωτῆρος τὰ κατὰ τοῦ θανάτου περιέχον τρόπαια, μνῆμα θεσπέσιον, παρ’ ᾧ φῶς ἐξαστράπτων ποτ’ ἄγγελος τὴν διὰ τοῦ σωτῆρος ἐνδεικνυμένην παλιγγενεσίαν τοῖς πᾶσιν εὐηγγελίζετο.

XXXIV. Τοῦτο μὲν οὖν πρῶτον ὡσανεὶ τοῦ παντὸς κεφαλὴν ἐξαιρέτοις κίοσι κόσμῳ τε πλείστῳ κατεποίκιλλεν ἡ βασιλέως φιλοτιμία, παντοίοις καλλωπίσμασι τὸ σεμνὸν ἄντρον φαιδρύνουσα. XXXV. διέβαινε δ’ ἑξῆς ἐπὶ παμμεγέθη χῶρον εἰς καθαρὸν [αἰθέρα] ἀναπεπταμένον, ὃν δὴ λίθος λαμπρὸς κατεστρωμένος ἐπ’ ἐδάφους ἐκόσμει, μακροῖς περιδρόμοις στοῶν ἐκ τριπλεύρου περιεχόμενον. XXXVI. τῷ γὰρ καταντικρὺ πλευρῷ τοῦ ἄντρου, ὃ δὴ πρὸς ἀνίσχοντα ἥλιον ἑώρα, ὁ βασίλειος συνῆπτο νεώς, ἔργον ἐξαίσιον εἰς ὕψος ἄπειρον ἠρμένον μήκους τε καὶ πλάτους ἐπὶ πλεῖστον εὐρυνόμενον· οὗ τὰ μὲν εἴσω {τῆς οἰκοδομίας} ὕλης μαρμάρου ποικίλης διεκάλυπτον πλακώσεις, ἡ δ’ ἐκτὸς τῶν τοίχων ὄψις ξεστῷ λίθῳ ταῖς πρὸς ἕκαστον ἁρμογαῖς συνημμένῳ λαμπρυνομένη ὑπερφυές τι χρῆμα κάλλους τῆς ἐκ μαρμάρου προσόψεως οὐδὲν ἀποδέον παρεῖχεν. ἄνω δὲ πρὸς αὐτοῖς ὀρόφοις τὰ μὲν ἐκτὸς δώματα μολίβου περιέφραττεν ὕλη, ὄμβρων ἀσφαλὲς ἔρυμα χειμερίων, τὰ δὲ τῆς εἴσω στέγης γλυφαῖς φατνωμάτων ἀπηρτισμένα καὶ ὥσπερ τι μέγα πέλαγος καθ’ ὅλου τοῦ βασιλείου οἴκου συνεχέσι ταῖς πρὸς ἀλλήλας συμπλοκαῖς ἀνευρυνόμενα, χρυσῷ τε διαυγεῖ δι’ ὅλου κεκαλλυμμένα, φωτὸς οἷα μαρμαρυγαῖς τὸν πάντα νεὼν ἐξαστράπτειν ἐποίει.

XXXVII. Ἀμφὶ δ’ ἑκάτερα τὰ πλευρὰ διττῶν στοῶν, ἀναγείων τε καὶ καταγείων, δίδυμοι παραστάδες τῷ μήκει τοῦ νεὼ συνεξετείνοντο, χρυσῷ καὶ αὗται τοὺς ὀρόφους πεποικιλμέναι· ὧν αἱ μὲν ἐπὶ προσώπου τοῦ οἴκου κίοσι παμμεγέθεσιν ἐπηρείδοντο, αἱ δ’ εἴσω τῶν ἔμπροσθεν ὑπὸ πεσσοῖς ἀνηγείροντο πολὺν τὸν ἔξωθεν περιβεβλημένοις κόσμον. πύλαι δὲ τρεῖς πρὸς αὐτὸν ἀνίσχοντα ἥλιον εὖ διακείμεναι τὰ πλήθη τῶν εἴσω φερομένων ὑπεδέχοντο. XXXVIII. τούτων δ’ ἄντικρυς τὸ κεφάλαιον τοῦ παντὸς ἡμισφαίριον ἦν ἐπ’ ἄκρου τοῦ βασιλείου οἴκου τεταγμένον, ὃ δὴ δυοκαίδεκα κίονες ἐστεφάνουν, τοῖς τοῦ σωτῆρος ἀποστόλοις ἰσάριθμοι, κρατῆρσι μεγίστοις ἐξ ἀργύρου πεποιημένοις τὰς κορυφὰς κοσμούμενοι, οὓς δὴ βασιλεὺς αὐτὸς ἀνάθημα κάλλιστον ἐδωρεῖτο τῷ αὐτοῦ θεῷ. XXXIX. ἔνθεν δὲ προϊόντων ἐπὶ τὰς πρὸ τοῦ νεὼ κειμένας εἰσόδους αἴθριον διελάμβανεν ἄλλο. ἐξέδραι δ’ ἦσαν ἐνταυθοῖ παρ’ ἑκάτερα, καὶ αὐλὴ πρώτη στοαί τ’ ἐπὶ ταύτῃ, καὶ ἐπὶ πᾶσιν αἱ αὔλειοι πύλαι, μεθ’ ἃς ἐπ’ αὐτῆς μέσης πλατείας {ἀγορᾶς} τὰ τοῦ παντὸς προπύλαια φιλοκάλως ἠσκημένα τοῖς τὴν ἐκτὸς πορείαν ποιουμένοις καταπληκτικὴν παρεῖχον τὴν τῶν ἔνδον [ὁρωμένων] θέαν.

XL. Τόνδε μὲν οὖν τὸν νεὼν σωτηρίου ἀναστάσεως ἐναργὲς ἀνίστη μαρτύριον βασιλεύς, πλουσίᾳ καὶ βασιλικῇ κατασκευῇ τὸν σύμπαντα καταφαιδρύνας, ἐκόσμει δ’ αὐτὸν ἀδιηγήτοις κάλλεσι πλείστων ὅσων ἀναθημάτων, χρυσοῦ καὶ ἀργύρου καὶ λίθων πολυτελῶν ἐν διαλλαττούσαις ὕλαις, ὧν τὴν κατὰ μέρος ἐπισκευὴν φιλοτέχνως εἰργασμένην μεγέθει τε καὶ πλήθει καὶ ποικιλίαις οὐ σχολὴ νῦν ἐπεξιέναι τῷ λόγῳ.

XLI. Ἀπολαβὼν δ’ ἐνταυθοῖ χώρας ἑτέρας δυσὶν ἄντροις μυστικοῖς τετιμημένας, πλουσίαις καὶ ταῦτα φιλοτιμίαις ἐκόσμει· τῷ μὲν τῆς πρώτης τοῦ σωτῆρος θεοφανείας ἄντρῳ, ἔνθα δὴ καὶ τὰ τῆς ἐνσάρκου γενέσεως ὑπέστη, τὰς καταλλήλους νέμων τιμάς, τῷ δὲ τῆς εἰς οὐρανοὺς ἀναλήψεως τὴν ἐπὶ τῆς ἀκρωρείας μνήμην σεμνύνων. καὶ ταῦτα δὲ φιλοκάλως ἐτίμα, τῆς αὐτοῦ μητρός, ἣ τοσοῦτον ἀγαθὸν τῷ τῶν ἀνθρώπων διηκονήσατο βίῳ, διαιωνίζων τὴν μνήμην. XLII. ἐπειδὴ γὰρ αὕτη τῷ παμβασιλεῖ θεῷ τὸ τῆς εὐσεβοῦς διαθέσεως ἀποδοῦναι χρέος ἔργον ἐποιήσατο, ἐφ’ υἱῷ τε βασιλεῖ τοσούτῳ παισί τε αὐτοῦ καίσαρσι θεοφιλεστάτοις, ἑαυτῆς ἐκγόνοις, τὰ χαριστήρια δεῖν ᾤετο δι’ εὐχῶν ἀποπληρῶσαι, ἧκε δὴ σπεύδουσα νεανικῶς ἡ πρέσβυς, ὑπερβαλλούσῃ φρονήσει τὴν ἀξιάγαστον ἀνιστορήσουσα γῆν ἔθνη τε τὰ ἑῷα καὶ δήμους ὁμοῦ καὶ λαοὺς βασιλικῇ προμηθείᾳ ἐποψομένη. ὡς δὲ τοῖς βήμασι τοῖς σωτηρίοις τὴν πρέπουσαν ἀπεδίδου προσκύνησιν, ἀκολούθως προφητικῷ λόγῳ, φάντι «προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ», τῆς οἰκείας εὐσεβείας καρπὸν καὶ τοῖς μετέπειτα παραχρῆμα κατελίμπανεν.

XLIII. Αὐτίκα δ’ οὖν τῷ προσκυνηθέντι θεῷ δύο νεὼς ἀφιέρου, τὸν μὲν πρὸς τῷ τῆς γεννήσεως ἄντρῳ, τὸν δ’ ἐπὶ τοῦ τῆς ἀναλήψεως ὄρους. καὶ γὰρ καὶ γέννησιν ὑπομεῖναι ὁ μεθ’ ἡμῶν θεὸς δι’ ἡμᾶς ἠνέσχετο, καὶ τόπος αὐτοῦ τῆς ἐνσάρκου γεννήσεως ὀνομαστὶ παρ’ Ἑβραίοις ἡ Βηθλεὲμ ἐκηρύττετο. διὸ δὴ βασιλὶς ἡ θεοσεβεστάτη τῆς θεοτόκου τὴν κύησιν μνήμασι θαυμαστοῖς κατεκόσμει, παντοίως τὸ τῇδε ἱερὸν ἄντρον φαιδρύνουσα, βασιλεὺς δὲ μικρὸν ὕστερον βασιλικοῖς ἀναθήμασι καὶ ταύτην ἐτίμα, τοῖς ἐξ ἀργύρου καὶ χρυσοῦ κειμηλίοις περιπετάσμασί τε ποικίλοις τὰς τῆς μητρὸς ἐπαύξων φιλοκαλίας. πάλιν δ’ ἡ μὲν βασιλέως μήτηρ τῆς εἰς οὐρανοὺς πορείας τοῦ τῶν ὅλων σωτῆρος ἐπὶ τοῦ τῶν ἐλαιῶν ὄρους τὴν μνήμην ἐπηρμέναις οἰκοδομίαις ἀνύψου, ἄνω πρὸς ταῖς ἀκρωρείαις παρὰ τὴν τοῦ παντὸς ὄρους κορυφὴν ἱερὸν οἶκον ἐκκλησίας ἀνεγείρασα, νεών τε κἀνταῦθα προσευκτήριον τῷ τὰς αὐτόθι διατριβὰς ἑλομένῳ σωτῆρι συστησαμένη, ἐπεὶ κἀνταῦθα λόγος ἀληθὴς κατέχει ἐν αὐτῷ ἄντρῳ τοὺς αὐτοῦ θιασώτας μυεῖν τὰς ἀπορρήτους τελετὰς τὸν τῶν ὅλων σωτῆρα. βασιλεὺς δὲ κἀνταῦθα παντοίοις ἀναθήμασί τε καὶ κόσμοις τὸν μέγαν ἐγέραιρε βασιλέα.

Καὶ δὴ δύο ταῦτα μνήμης ἐπάξια αἰωνίου σεμνὰ καὶ περικαλλῆ καθιερώματα ἐπὶ δύο μυστικῶν ἄντρων Ἑλένη αὐγούστα θεῷ τῷ αὐτῆς σωτῆρι, θεοφιλοῦς βασιλέως θεοφιλὴς μήτηρ, εὐσεβοῦς τεκμήρια διαθέσεως ἵδρυτο, δεξιὰν αὐτῇ βασιλικῆς ἐξουσίας τοῦ παιδὸς παρασχομένου. καρπὸν δ’ ἐπάξιον ἡ πρέσβυς οὐκ εἰς μακρὸν ἀπελάμβανεν, ἀγαθοῖς μὲν ἅπασι τὸν πάντα τῆς ζωῆς χρόνον ἐπ’ αὐτῷ γήραος οὐδῷ διαπεραναμένη, λόγοις δὲ καὶ ἔργοις τῶν σωτηρίων παραγγελμάτων εὐθαλεῖς παρασχομένη βλαστούς, κἄπειθ’ οὕτω βίον εὐσταλῆ καὶ ἄλυπον σώματος ὁμοῦ καὶ ψυχῆς ἐν ἐρρωμένῳ φρονήματι διανύσασα, ἐφ’ οἷς καὶ τέλος εὐσεβείας ἐπάξιον ἀγαθήν τε παρὰ θεοῦ ἀμοιβὴν κἀπὶ τοῦ παρόντος εὕρατο βίου.

XLIV. Τὴν γάρ τοι σύμπασαν ἑῴαν μεγαλοπρεπείᾳ βασιλικῆς ἐξουσίας ἐμπεριελθοῦσα, μυρία μὲν ἀθρόως τοῖς κατὰ πόλιν ἐδωρεῖτο δήμοις ἰδίᾳ τε τῶν προσιόντων ἑκάστῳ, μυρία δὲ καὶ τοῖς στρατιωτικοῖς τάγμασι δεξιᾷ μεγαλοπρεπεῖ διένεμε, πλεῖστά θ’ ὅσα πένησι γυμνοῖς καὶ ἀπεριστάτοις ἐδίδου, τοῖς μὲν χρημάτων δόσεις ποιουμένη, τοῖς δὲ τὰ πρὸς τὴν τοῦ σώματος σκέπην δαψιλῶς ἐπαρκοῦσα, ἑτέρους ἀπήλλαττε δεσμῶν μετάλλων τε κακοπαθείᾳ ταλαιπωρουμένους, ἠλευθέρου τε πλεονεκτουμένους, καὶ πάλιν ἄλλους ἐξορίας ἀνεκαλεῖτο. XLV. τοιούτοις δῆτα λαμπρυνομένη οὐδὲ τῆς ἄλλης πρὸς τὸν θεὸν ὁσίας κατωλιγώρει, φοιτῶσαν μὲν αὐτὴν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διὰ παντὸς ὁρᾶσθαι παρέχουσα, λαμπροῖς δὲ κατακοσμοῦσα κειμηλίοις τοὺς εὐκτηρίους οἴκους, μηδὲ τοὺς ἐν ταῖς βραχυτάταις πόλεσι παρορῶσα ναούς. ἦν γοῦν ὁρᾶν τὴν θαυμασίαν ἐν σεμνῇ καὶ εὐσταλεῖ περιβολῇ τῷ πλήθει συναγελαζομένην τήν τε πρὸς τὸ θεῖον εὐλάβειαν διὰ πάσης θεοφιλοῦς πράξεως ἐπιδεικνυμένην.

XLVI. Ἐπεὶ δὲ λοιπὸν τὰ τῆς αὐτάρκους διανύσασα ζωῆς ἐπὶ τὴν κρείττονα λῆξιν ἐκαλεῖτο, σχεδόν που τῆς ἡλικίας ἀμφὶ τοὺς ὀγδοήκοντα ἐνιαυτοὺς διαρκέσασα, πρὸς αὐτῷ γενομένη τῷ τέλει συνετάττετο καὶ διετίθετο, ἐπὶ μονογενεῖ υἱῷ βασιλεῖ μονάρχῳ κοσμοκράτορι παισί τε τούτου καίσαρσιν, ἑαυτῆς ἐκγόνοις, τὴν ὑστάτην βουλὴν διοριζομένη, διανέμουσά τε τῶν ἐκγόνων ἑκάστῳ τῆς οἰκείας ὑπάρξεως, ὅση τις αὐτῇ καθ’ ὅλης ὑπῆρξε τῆς οἰκουμένης. καὶ δὴ τοῦτον διαθεμένη τὸν τρόπον, λοιπὸν τὴν τοῦ βίου κατέλυε τελευτήν, παρόντος αὐτῇ καὶ παρεστῶτος υἱοῦ τοσούτου θεραπεύοντός τε καὶ τῶν χειρῶν ἐφαπτομένου, ὡς μὴ τεθνάναι εἰκότως τὴν τρισμακαρίαν τοῖς εὖ φρονοῦσι δοκεῖν, μεταβολὴν δὲ καὶ μετάθεσιν ἀληθεῖ λόγῳ τῆς γεώδους ζωῆς ἐπὶ τὴν οὐράνιον ὑπομεῖναι. ἀνεστοιχειοῦτο γοῦν αὐτῇ ψυχῇ ἐπὶ τὴν ἄφθαρτον καὶ ἀγγελικὴν οὐσίαν, πρὸς τὸν αὐτῆς ἀναλαμβανομένη σωτῆρα.

XLVII. Καὶ τὸ σκῆνος δὲ τῆς μακαρίας οὐ τῆς τυχούσης ἠξιοῦτο σπουδῆς· πλείστῃ γοῦν δορυφορίᾳ τιμώμενον ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἀνεκομίζετο, ἐνταυθοῖ τε ἠρίοις βασιλικοῖς ἀπετίθετο.

Ὧδε μὲν οὖν ἡ βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία γε μνήμης ἀλήστου τῶν τε αὐτῆς εἵνεκα θεοφιλῶν πράξεων τοῦ τ’ ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γειναμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα οὐκ οὖσαν πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ’ αὐτοῖς τε τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα. ἤδη δὲ καὶ βασιλικῶν θησαυρῶν παρεῖχε τὴν ἐξουσίαν, ὡς χρῆσθαι κατὰ προαίρεσιν καὶ διοικεῖν κατὰ γνώμην, ὅπως ἂν ἐθέλοι καὶ ὡς ἂν εὖ ἔχειν αὐτῇ νομίζοιτο ἕκαστα, τοῦ παιδὸς αὐτὴν κἀν τούτοις διαπρεπῆ καὶ ἀξιοζήλωτον πεποιημένου. διὸ τῶν εἰς αὐτοῦ μνήμην ἀναφερομένων καὶ ταῦτ’ εἰκότως ἡμῖν ἀνείληπται, ἃ δι’ εὐσεβείας ὑπερβολὴν μητέρα τιμῶν θεσμοὺς ἀπεπλήρου θείους ἀμφὶ γονέων τιμῆς τὰ πρέποντα διαταττομένους.

Τὰς μὲν οὖν λεχθείσας φιλοκαλίας βασιλεὺς πρὸς τῷ Παλαιστινῶν ἔθνει τόνδε συνίστη τὸν τρόπον, καὶ κατὰ πάσας δὲ τὰς ἐπαρχίας νεοπαγεῖς ἐκκλησίας ἐπισκευάζων μακρῷ τῶν προτέρων τιμιωτέρας ἀπέφαινε. XLVIII. τὴν δέ γ’ ἐπώνυμον αὐτοῦ πόλιν ἐξόχῳ τιμῇ γεραίρων εὐκτηρίοις πλείοσιν ἐφαίδρυνε μαρτυρίοις τε μεγίστοις καὶ περιφανεστάτοις οἴκοις, τοῖς μὲν πρὸ τοῦ ἄστεος τοῖς δ’ ἐν αὐτῷ τυγχάνουσι, δι’ ὧν ὁμοῦ καὶ τὰς τῶν μαρτύρων μνήμας ἐτίμα καὶ τὴν αὐτοῦ πόλιν τῷ τῶν μαρτύρων καθιέρου θεῷ. ὅλως δ’ ἐμπνέων θεοῦ σοφίας, ἣν τῆς ἐπηγορίας τῆς αὐτοῦ πόλιν ἐπώνυμον ἀποφῆναι ἔκρινε, καθαρεύειν εἰδωλολατρίας ἁπάσης ἐδικαίου, ὡς μηδαμοῦ φαίνεσθαι ἐν αὐτῇ τῶν δὴ νομιζομένων θεῶν ἀγάλματα ἐν ἱεροῖς θρησκευόμενα, ἀλλ’ οὐδὲ βωμοὺς λύθροις αἱμάτων μιαινομένους, οὐ θυσίας ὁλοκαυτουμένας πυρί, οὐ δαιμονικὰς ἑορτάς, οὐδ’ ἕτερόν τι τῶν συνήθων τοῖς δεισιδαίμοσιν.

XLIX. Εἶδες δ’ ἂν ἐπὶ [μέσον] ἀγορῶν κειμέναις κρήναις τὰ τοῦ καλοῦ ποιμένος σύμβολα, τοῖς ἀπὸ τῶν θείων λογίων ὁρμωμένοις γνώριμα, τόν τε Δανιὴλ σὺν αὐτοῖς λέουσιν ἐν χαλκῷ πεπλασμένον χρυσοῦ τε πετάλοις ἐκλάμποντα. τοσοῦτος δὲ θεῖος ἔρως τὴν βασιλέως κατειλήφει ψυχήν, ὡς ἐν αὐτοῖς τοῖς ἀνακτόροις τῶν βασιλείων, κατὰ τὸν πάντων ἐξοχώτατον οἶκον τῆς πρὸς τῷ ὀρόφῳ κεχρυσωμένης φατνώσεως κατὰ τὸ μεσαίτατον, μεγίστου πίνακος ἀνηπλωμένου μέσον ἐμπεπῆχθαι τὸ τοῦ σωτηρίου πάθους σύμβολον ἐκ ποικίλων συγκείμενον καὶ πολυτελῶν λίθων ἐν χρυσῷ πολλῷ κατειργασμένων. φυλακτήριον δὲ δοκεῖ τοῦτο αὐτῆς βασιλείας τῷ θεοφιλεῖ πεποιῆσθαι.

L. Τούτοις μὲν οὖν τὴν αὐτοῦ πόλιν ἐκαλλώπιζε. τὴν δὲ Βιθυνῶν ἄρχουσαν ὁμοίως ἀναθήματι μεγίστης καὶ ὑπερφυοῦς ἐκκλησίας ἐτίμα, ἐξ οἰκείων θησαυρῶν κἀνταῦθα τῷ αὐτοῦ σωτῆρι κατ’ ἐχθρῶν καὶ θεομάχων ἀνυψῶν νικητήρια. καὶ τῶν λοιπῶν δ’ ἐθνῶν τὰς μάλιστα κρατιστευούσας πόλεις ταῖς τῶν εὐκτηρίων φιλοκαλίαις ἐκπρέπειν ἐποίει, ὥσπερ οὖν καὶ {τὴν} ἐπὶ τῆς ἀνατολικῆς μητροπόλεως, ἣ τὴν ἐπώνυμον εἴληχεν Ἀντιόχου προσηγορίαν· ἐφ’ ἧς ὡς ἐπὶ κεφαλῆς τῶν τῇδε ἐθνῶν μονογενές τι χρῆμα ἐκκλησίας μεγέθους ἕνεκα καὶ κάλλους ἀφιέρου, μακροῖς μὲν ἔξωθεν περιβόλοις τὸν πάντα νεὼν περιλαβών, εἴσω δὲ τὸν εὐκτήριον οἶκον εἰς ἀμήχανον ἐπάρας ὕψος, ἐν ὀκταέδρου {μὲν} συνεστῶτα σχήματι, ἐν κύκλῳ ὑπερῴων τε καὶ καταγείων χωρημάτων ἁπανταχόθεν περιεστοιχισμένον, ὃν καὶ χρυσοῦ πλείονος ἀφθονίᾳ χαλκοῦ τε καὶ τῆς λοιπῆς πολυτελοῦς ὕλης ἐστεφάνου κάλλεσιν.

LI. Τάδε μὲν οὖν τὰ ἐξοχώτατα τῶν βασιλέως ἐτύγχανεν ἀφιερώματα. πυθόμενος [δέ] τοι ἕνα καὶ τὸ αὐτὸν σωτῆρα τὸν {τε} ἔναγχος ἐπιφανέντα τῷ βίῳ καὶ πρόπαλαι θεοφανείας πεποιῆσθαι φιλοθέοις ἀνδράσι τῆς Παλαιστίνης ἀμφὶ τὴν καλουμένην δρῦν Μαμβρῆ, κἀνταῦθα οἶκον εὐκτήριον ἀνεγεῖραι τῷ ὀφθέντι θεῷ διακελεύεται. τοῖς μὲν οὖν τῶν ἐθνῶν ἄρχουσιν αὐθεντία βασιλικὴ διὰ τῶν πρὸς ἕκαστον ἐπισταλθέντων γραμμάτων ἐπεφοίτα, εἰς πέρας ἀγαγεῖν τὸ προσταχθὲν διακελευομένη, ἡμῖν δὲ τοῖς τήνδε γράφουσι τὴν ἱστορίαν λογικωτέραν κατέπεμπε διδασκαλίαν, ἧς ἔμοιγε δοκεῖ τὸ ἴσον γράμμα τῷ παρόντι συνάψαι λόγῳ εἰς ἀκριβῆ διάγνωσιν τῆς τοῦ θεοφιλοῦς ἐπιμελείας. καταμεμψάμενος γοῦν ἡμῖν ἐφ’ οἷς ἐπύθετο πραττομένοις αὐτόθι τάδε κατὰ λέξιν ἔγραφε.

LII. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ καὶ λοιποῖς ἐπισκόποις Παλαιστίνης.

Ἓν καὶ τοῦτο μέγιστον τῆς ὁσιωτάτης μου κηδεστρίας γέγονεν εἰς ἡμᾶς εὐεργέτημα τὸ λανθάνουσαν μέχρι νῦν παρ’ ὑμῖν ἐναγῶν ἀνθρώπων ἀπόνοιαν διὰ τῶν πρὸς ἡμᾶς γνωρίσαι γραμμάτων, ὡς τῆς πρεπούσης ἐπανορθώσεως καὶ θεραπείας εἰ καὶ βραδέως ἀλλ’ ὅμως ἀναγκαίως δι’ ἡμῶν τὸ παροφθὲν ἁμάρτημα τυχεῖν. καὶ γάρ ἐστιν ὡς ἀληθῶς δυσσέβημα παμμέγεθες τοὺς ἁγίους τόπους ὑπὸ τῶν ἀνοσίων χραίνεσθαι μιασμάτων. τί οὖν ἐστιν, ἀδελφοὶ προσφιλέστατοι, ὃ τὴν ὑμετέραν παρελθὸν ἀγχίνοιαν ἡ προειρημένη διὰ τὴν πρὸς τὸ θεῖον εὐλάβειαν οὐχ οἵα τε γέγονεν ἀποσιωπῆσαι; LIII. τὸ χωρίον, ὅπερ παρὰ τὴν δρῦν τὴν Μαμβρῆ προσαγορεύεται, ἐν ᾧ τὸν Ἀβραὰμ τὴν ἑστίαν ἐσχηκέναι μανθάνομεν, παντοίως ὑπό τινων δεισιδαιμόνων μιαίνεσθαί φησιν· εἴδωλά τε γὰρ πάσης ἐξωλείας ἄξια παρ’ αὐτὴν ἱδρῦσθαι καὶ βωμὸν ἐδήλωσεν πλησίον ἑστάναι καὶ θυσίας ἀκαθάρτους συνεχῶς ἐπιτελεῖσθαι. ὅθεν ἐπειδὴ καὶ τῶν καιρῶν τῶν ἡμετέρων ἀλλότριον καὶ τῆς τοῦ τόπου ἁγιότητος ἀνάξιον καταφαίνεται, γινώσκειν ὑμῶν τὴν σεμνότητα βούλομαι δεδηλῶσθαι παρ’ ἡμῶν πρὸς Ἀκάκιον τὸν διασημότατον κόμητα καὶ φίλον ἡμέτερον γράμμα, ἵν’ ἄνευ τινὸς ὑπερθέσεως καὶ τὰ εἴδωλα ὅσα δ’ ἂν ἐπὶ τοῦ προειρημένου εὑρίσκοιτο τόπου πυρὶ παραδοθῇ, καὶ ὁ βωμὸς ἐκ βάθρων ἀνατραπῇ, καὶ ἁπλῶς εἰπεῖν, πάντων τῶν τοιούτων ἐκεῖθεν ἄρδην ἀφανισθέντων, παντὶ σθένει καὶ τρόπῳ τὸ περιέχον ὅλον ἐκκαθᾶραι σπουδάσῃ, καὶ μετὰ ταῦτα, καθὼς ἂν αὐτοὶ διατυπώσητε, ἀξίαν τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας βασιλικὴν ἀνοικοδομηθῆναι ἐπὶ τοῦ αὐτοῦ ποιῆσαι χωρίου. λοιπὸν ἔσται τῆς ὑμετέρας συνέσεώς τε καὶ εὐλαβείας, ἐπειδὰν πάντα ἐκεῖθεν τὰ μυσαρὰ παντελῶς ἀνῃρῆσθαι μάθητε, εἰς ταὐτὸ συνελθεῖν ἅμα τοῖς ἐκ Φοινίκης ἐπισκόποις, οὓς προσκαλέσασθαι ἐξ αὐθεντίας τοῦ γράμματος τούτου δυνήσεσθε, καὶ διαγράψαι βασιλικὴν τῆς ἐμῆς φιλοτιμίας ἀξίαν, ὅπως τοῖς προσταχθεῖσιν ἀκολούθως μετὰ πάσης ταχυτῆτος ἡ τοῦ ἔργου φαιδρότης κατ’ ἀξίαν τῆς τοῦ τόπου ἀρχαιότητός τε καὶ σεμνότητος προνοίᾳ τοῦ προειρημένου ἡμῶν κόμητος τελεσιουργηθῆναι δυνηθῇ. ἐκεῖνο δὲ πρό γε ἁπάντων παραφυλάξαι ὑμᾶς βούλομαι, ὅπως μηδεὶς πρὸς τοὐπιὸν τῶν ἐναγῶν ἐκείνων καὶ μυσαρῶν ἀνθρώπων τῷ τόπῳ πλησιάσαι τολμήσῃ· ἔστι γὰρ ὡς ἀληθῶς ἡμῖν ἀφόρητον καὶ πᾶσι τοῖς τολμῶσι τιμωρίας ἄξιον μετὰ τὴν ἡμετέραν κέλευσιν ἀσεβές τι ἐν τῷ τοιούτῳ τόπῳ πραχθῆναι, ὃν καθαρῷ βασιλικῆς οἰκοδομήματι κοσμεῖσθαι διετάξαμεν, ὅπως ἁγίων ἀνθρώπων ἄξιον συνέδριον ἀποδειχθῇ. εἰ δέ τι παρὰ τὸ προσταχθὲν γενέσθαι συμβαίη, χωρίς τινος μελλήσεως τῇ ἡμετέρᾳ ἡμερότητι δι’ ὑμετέρων δηλαδὴ γραμμάτων γνωρισθῆναι πρέπει, ἵνα τὸν ἁλισκόμενον ὡς παρανομήσαντα τὴν ἀνωτάτω κόλασιν ὑποστῆναι προστάξωμεν. οὐ γὰρ ἀγνοεῖτε ἐκεῖ πρῶτον τὸν τῶν ὅλων δεσπότην θεὸν καὶ ὦφθαι τῷ Ἀβραὰμ καὶ διειλέχθαι. ἐκεῖ μὲν οὖν πρῶτον ἡ τοῦ ἁγίου νόμου θρησκεία τὴν καταρχὴν εἴληφεν, ἐκεῖ πρῶτον ὁ σωτὴρ αὐτὸς μετὰ τῶν δύο ἀγγέλων τὴν ἑαυτοῦ ἐπιφάνειαν τῷ Ἀβραὰμ ἐπεδαψιλεύσατο, ἐκεῖ τοῖς ἀνθρώποις ὁ θεὸς ἤρξατο φαίνεσθαι, ἐκεῖ τῷ Ἀβραὰμ περὶ τοῦ μέλλοντος αὐτῷ σπέρματος προηγόρευσεν καὶ παραχρῆμά γε τὴν ἐπαγγελίαν ἐπλήρωσεν, ἐκεῖ πλείστων ὅσων ἐθνῶν ἔσεσθαι αὐτὸν πατέρα προεκήρυξεν.

Ὧν οὕτως ἐχόντων ἄξιόν ἐστιν, ὥς γέ μοι καταφαίνεται, διὰ τῆς ἡμετέρας φροντίδος καὶ καθαρὸν ἀπὸ παντὸς μιάσματος τὸν τόπον τοῦτον φυλάττεσθαι καὶ πρὸς τὴν ἀρχαίαν ἁγιότητα ἀνακαλέσασθαι, ὡς μηδὲν ἕτερον ἐπ’ αὐτοῦ πράττεσθαι, ἢ τὴν πρέπουσαν τῷ παντοκράτορι καὶ σωτῆρι ἡμῶν καὶ τῶν ὅλων δεσπότῃ θεῷ τελεῖσθαι θρησκείαν· ὅπερ μετὰ τῆς δεούσης προσῆκεν φυλάττειν ὑμᾶς φροντίδος, εἴ γέ μοι τὰ καταθύμια τῆς θεοσεβείας ἐξαιρέτως ἠρτημένα, ὥσπερ οὖν πέπεισμαι, ἡ ὑμετέρα σεμνότης πληροῦσθαι βούλεται.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

LIV. Πάντα μὲν δὴ ταῦτα συντελῶν εἰς δόξαν τῆς σωτηρίου δυνάμεως βασιλεὺς διεπράττετο. καὶ τὸν μὲν αὐτοῦ σωτῆρα θεὸν ὧδέ πη διετέλει γεραίρων, τὴν δέ γε τῶν ἐθνῶν δεισιδαίμονα πλάνην παντοίοις ἐξήλεγχε τρόποις. ἔνθεν εἰκότως ἐγυμνοῦτο μὲν αὐτοῖς τῶν κατὰ πόλεις νεῶν τὰ προπύλαια θυρῶν ἔρημα γινόμενα βασιλέως προστάγματι, ἑτέρων δ’ ἡ ἐπὶ τοῖς ὀρόφοις στέγη τῶν καλυπτήρων ἀφαιρουμένων ἐφθείρετο, ἄλλων τὰ σεμνὰ χαλκουργήματα, ἐφ’ οἷς ἡ τῶν παλαιῶν ἀπάτη μακροῖς ἐσεμνύνετο χρόνοις, ἔκδηλα τοῖς πᾶσιν ἐν ἀγοραῖς πάσαις τῆς βασιλέως πόλεως προὐτίθετο, ὡς εἰς ἀσχήμονα θέαν προκεῖσθαι τοῖς ὁρῶσιν ὧδε μὲν τὸν Πύθιον, ἑτέρωθι δὲ τὸν Σμίνθιον, ἐν αὐτῷ δ’ ἱπποδρομίῳ τοὺς ἐν Δελφοῖς τρίποδας, τὰς δ’ Ἑλικωνίδας Μούσας ἐν παλατίῳ. ἐπληροῦτο δὲ δι’ ὅλου πᾶσα ἡ βασιλέως ἐπώνυμος πόλις τῶν κατὰ πᾶν ἔθνος ἐντέχνοις χαλκοῦ φιλοκαλίαις ἀφιερωμένων, οἷς θεῶν ὀνόματι πλείστας ὅσας ἑκατόμβας ὁλοκαύτους τε θυσίας εἰς μάταιον ἀποδόντες μακροῖς αἰῶσιν οἱ τὴν πλάνην νενοσηκότες ὀψέ ποτε φρονεῖν ἔγνωσαν, τούτοις αὐτοῖς ἀθύρμασιν ἐπὶ γέλωτι καὶ παιδιᾷ τῶν ὁρώντων βασιλέως κεχρημένου. τὰ δέ γε χρύσεα τῶν ἀγαλμάτων ἄλλῃ πη μετήρχετο. ἐπειδὴ γὰρ συνεῖδε μάτην δειμαίνοντα νηπίων δίκην ἀφρόνων τὰ πλήθη τῆς πλάνης τὰ μορμολύκεια ὕλῃ χρυσοῦ καὶ ἀργύρου πεπλασμένα, καὶ ταῦτα ἐκποδὼν ᾤετο δεῖν ἄρασθαι ὥσπερ τινὰ λίθων ἐγκόμματα τοῖς ἐν σκότῳ βαδίζουσι πρὸ τῶν ποδῶν ἐρριμμένα, λείαν τε καὶ ὁμαλὴν τοῦ λοιποῦ τὴν βασιλικὴν τοῖς πᾶσιν ἀναπετάσαι πορείαν. ταῦτα δ’ οὖν διανοηθεὶς οὐχ ὁπλιτῶν αὐτῷ καὶ πλήθους στρατοπεδείας ἡγήσατο δεῖν πρὸς τὸν τούτων ἔλεγχον, εἷς δὲ μόνος αὐτῷ καὶ δεύτερος τῶν αὐτοῦ γνωρίμων πρὸς τὴν ὑπηρεσίαν ἀπήρκουν, οὓς ἑνὶ νεύματι κατὰ πᾶν ἔθνος διεπέμπετο. οἱ δὲ τῇ βασιλέως ἐπιθαρροῦντες εὐσεβείᾳ σφῶν τε αὐτῶν τῇ περὶ τὸ θεῖον εὐλαβείᾳ, μυριάνδρων δήμων τε καὶ λαῶν μέσοι παριόντες ἀνὰ πάσας πόλεις τε καὶ χώρας πολυχρονίου πλάνης ἐποιοῦντο φωράν, αὐτοὺς τοὺς ἱερωμένους σὺν πολλῷ γέλωτι καὶ σὺν αἰσχύνῃ παράγειν εἰς φῶς ἐκ σκοτίων μυχῶν τοὺς αὐτῶν θεοὺς ἐγκελευόμενοι, κἄπειτ’ ἀπογυμνοῦντες τοῦ φάσματος καὶ τὴν εἴσω τῆς ἐπικεχρωσμένης μορφῆς ἀμορφίαν τοῖς πάντων ὀφθαλμοῖς ἐνδεικνύμενοι. εἶτ’ ἀποξέοντες τὸ δοκοῦν χρήσιμον τῆς ὕλης, χωνείᾳ τε καὶ πυρὶ δοκιμάζοντες, τὸ μὲν λυσιτελὲς ὅσον αὐτοῖς ἀναγκαῖον ἐνομίζετο ἐν ἀσφαλεῖ τιθέμενοι συνεῖχον, τὸ δ’ ἄλλως περιττὸν καὶ ἄχρηστον εἰς μνήμην αἰσχύνης παρεχώρουν τοῖς δεισιδαίμοσιν. οἷον δὲ καὶ τόδ’ ἔρρεξε βασιλεὺς ὁ θαυμάσιος· ὡς γὰρ τῶν νεκρῶν εἰδώλων τὰ τῆς πολυτελοῦς ὕλης τὸν ἀποδοθέντα τρόπον ἐσκυλεύετο, τὰ λοιπὰ μετῄει ἀνδρείκελα χαλκοῦ πεποιημένα. δέσμιοι δῆτα καὶ οἵδε μύθων θεοὶ γεγηρακότων τριχῶν ὑφάσμασιν ἤγοντο περιβληθέντες.

LV. Ἐπὶ τούτοις βασιλεὺς ὥσπερ τινὰ πολυφεγγῆ πυρσὸν ἐξάψας, μή πη λανθάνοι κρύφιόν τι πλάνης λείψανον, ὄμματι βασιλικῷ περιεσκόπει· οἷα δέ τις οὐρανοπετὴς ἀετῶν ὀξυωπέστατος ἄνωθεν ἀφ’ ὑψηλοῦ τὰ πορρωτάτω διεστῶτα κατὰ γῆς ἴδοι, ὧδε καὶ οὗτος τῆς αὐτοῦ καλλιπόλεως τὴν βασιλικὴν ἀμφιπολεύων ἑστίαν δεινόν τι ψυχῶν θήρατρον ἐπὶ τοῦ Φοινίκων λανθάνον ἔθνους ἐξ ἀπόπτου συνεῖδεν. ἄλσος δὲ τοῦτ’ ἦν καὶ τέμενος, οὐκ ἐν μέσαις πόλεσιν οὐδ’ ἐν ἀγοραῖς καὶ πλατείαις, ὁποῖα τὰ πολλὰ κόσμου χάριν ταῖς πόλεσι φιλοτιμεῖται, τὸ δ’ ἦν ἔξω πάτου τριόδων τε καὶ λεωφόρων ἐκτὸς αἰσχρῷ δαίμονι Ἀφροδίτης ἐν ἀκρωρείας μέρει τοῦ Λιβάνου τῆς ἐν Ἀφάκοις ἱδρυμένον. σχολή τις ἦν αὕτη κακοεργίας πᾶσιν ἀκολάστοις πολλῇ τε ῥᾳστώνῃ διεφθορόσι τὰ σώματα. γύννιδες γοῦν τινες ἄνδρες οὐκ ἄνδρες τὸ σεμνὸν τῆς φύσεως ἀπαρνησάμενοι θηλείᾳ νόσῳ τὴν δαίμονα ἱλεοῦντο, γυναικῶν τ’ αὖ παράνομοι ὁμιλίαι κλεψίγαμοί τε φθοραί, ἄρρητοί τε καὶ ἐπίρρητοι πράξεις ὡς ἐν ἀνόμῳ καὶ [ἀπροστάτῃ] χώρῳ κατὰ τόνδε τὸν νεὼν ἐπεχειροῦντο. φώρ τ’ οὐδεὶς ἦν τῶν πραττομένων τῷ μηδένα σεμνῶν ἀνδρῶν αὐτόθι τολμᾶν παριέναι. ἀλλ’ οὐχὶ καὶ βασιλέα τὸν μέγαν οἷά τ’ ἦν τὰ τῇδε δρώμενα λανθάνειν, αὐτοπτήσας δὲ καὶ ταῦτα βασιλικῇ προμηθείᾳ οὐκ ἄξιον εἶναι ἡλίου αὐγῶν τὸν τοιόνδε νεὼν ἔκρινεν, αὐτοῖς δ’ ἀφιερώμασιν ἐκ βάθρων τὸ πᾶν ἀφανισθῆναι κελεύει· ἐλύετο δὴ αὐτίκα βασιλικῷ νεύματι τὰ τῆς ἀκολάστου πλάνης μηχανήματα, χείρ τε στρατιωτικὴ τῇ τοῦ τόπου καθάρσει διηκονεῖτο, σωφρονεῖν δ’ ἐμάνθανον ἀπειλῇ βασιλέως οἱ μέχρι τοῦδ’ ἀκόλαστοι, ὥσπερ οὖν καὶ τῶν δοκησισόφων Ἑλλήνων οἱ δεισιδαίμονες, οἳ καὶ αὐτοὶ τῆς σφῶν ματαιότητος ἔργῳ τὴν πεῖραν ἐμάνθανον.

LVI. Ἐπειδὴ γὰρ πολὺς ἦν ὁ τῶν δοκησισόφων περὶ τὸν Κιλίκων δαίμονα πλάνος, μυρίων ἐπτοημένων ἐπ’ αὐτῷ ὡς ἂν ἐπὶ σωτῆρι καὶ ἰατρῷ, ποτὲ μὲν ἐπιφαινομένῳ τοῖς ἐγκαθεύδουσι, ποτὲ δὲ τῶν τὰ σώματα καμνόντων ἰωμένῳ τὰς νόσους (ψυχῶν δ’ ἦν ὀλετὴρ ἄντικρυς οὗτος, τοῦ μὲν ἀληθοῦς ἀφέλκων σωτῆρος, ἐπὶ δὲ τὴν ἄθεον πλάνην κατασπῶν τοὺς πρὸς ἀπάτην εὐχερεῖς) εἰκότα δὴ πράττων, θεὸν ζηλωτὴν ἀληθῶς σωτῆρα προβεβλημένος, καὶ τοῦτον εἰς ἔδαφος φέρεσθαι τὸν νεὼν ἐκέλευσεν. ἑνὶ δὲ νεύματι κατὰ γῆς ἡπλοῦτο δεξιᾷ καταρριπτόμενον στρατιωτικῇ τὸ τῶν γενναίων φιλοσόφων βοώμενον θαῦμα καὶ ὁ τῇδε ἐνδομυχῶν οὐ δαίμων οὐδέ γε θεός, πλάνος δέ τις ψυχῶν μακροῖς καὶ μυρίοις ἐξαπατήσας χρόνοις. εἶθ’ ὁ κακῶν ἑτέρους ἀπαλλάξειν καὶ συμφορᾶς προϊσχόμενος οὐδὲν αὐτὸς ἑαυτῷ πρὸς ἄμυναν εὕρατο φάρμακον μᾶλλον ἢ ὅτε κεραυνῷ βληθῆναι μυθεύεται. ἀλλ’ οὐκ ἐν μύθοις ἦν τὰ τοῦ ἡμεδαποῦ βασιλέως θεῷ κεχαρισμένα κατορθώματα, δι’ ἐναργοῦς δέ γ’ ἀρετῆς τοῦ αὐτοῦ σωτῆρος αὐτόρριζος καὶ ὁ τῇδε νεὼς ἀνετρέπετο, ὡς μηδ’ ἴχνος αὐτόθι τῆς ἔμπροσθεν περιλελεῖφθαι μανίας.

LVII. Πάντες δ’ οἱ πρὶν δεισιδαίμονες, τὸν ἔλεγχον τῆς αὐτῶν πλάνης αὐταῖς ὄψεσιν ὁρῶντες τῶν θ’ ἁπανταχοῦ νεῶν τε καὶ ἱδρυμάτων ἔργῳ θεώμενοι τὴν ἐρημίαν, οἱ μὲν τῷ σωτηρίῳ προσέφευγον λόγῳ, οἱ δ’ εἰ καὶ τοῦτο μὴ ἔπραττον, τῆς γοῦν πατρῴας κατεγίνωσκον ματαιότητος ἐγέλων τε καὶ κατεγέλων τῶν πάλαι νομιζομένων αὐτοῖς θεῶν. καὶ πῶς γὰρ οὐκ ἔμελλον οὕτω φρονεῖν, τῆς ἔξωθεν τῶν ξοάνων φαντασίας πλείστην ὅσην μιαρίαν εἴσω κεκρυμμένην ὁρῶντες; ἢ γὰρ νεκρῶν σωμάτων ὑπῆν ὀστέα ξηρά τε κρανία γοήτων περιεργασίαις [ἐσκευωρημένα], ἢ ῥυπῶντα ῥάκη βδελυρίας αἰσχρᾶς ἔμπλεα, ἢ χόρτου καὶ καλάμης φορυτός. ἃ δὴ τῶν ἀψύχων ἐντὸς σεσωρευμένα θεώμενοι αὐτοῖς τε καὶ τοῖς αὐτῶν πατράσι πολλὴν λογισμοῦ κατεμέμφοντο ἀφροσύνην, ὅτε μάλιστ’ ἐνενόουν ὡς οὐδεὶς ἄρα ἦν ἐν τοῖς ἀδύτοις αὐτῶν μυχοῖς οὐδ’ ἐν αὐτοῖς ἀγάλμασιν ἔνοικος οὐ δαίμων οὐ χρησμῳδὸς οὐ θεὸς οὐ μάντις, οἷα δὴ τὸ πρὶν ὑπελάμβανον, ἀλλ’ οὐδ’ ἀμυδρόν τι ἢ σκιῶδες φάντασμα. διὸ δὴ προχείρως τοῖς ἐκ βασιλέως καταπεμφθεῖσι πᾶν σκοτεινὸν ἄντρον καὶ πᾶς ἀπόρρητος μυχὸς βατὸς ἦν, ἄβατά τε καὶ ἄδυτα ἱερῶν τε τὰ ἐνδοτάτω στρατιωτικοῖς κατεπατεῖτο βήμασιν, ὥστ’ ἐναργῆ τοῖς πᾶσιν ἐκ τῶνδε <καὶ> κατάφωρον γεγονέναι τὴν ἐξ αἰῶνος μακροῦ τῶν ἐθνῶν ἁπάντων κατακρατήσασαν διανοίας πήρωσιν.

LVIII. Καὶ ταῦτα δ’ ἄν τις τοῖς βασιλέως εἰκότως ἀναθείη κατορθώμασιν, ὥσπερ οὖν καὶ τὰ μερικῶς καθ’ ἕκαστον ἔθνος αὐτῷ διαταχθέντα· οἷον ἐπὶ τῆς Φοινίκων Ἡλιουπόλεως, ἐφ’ ἧς οἱ μὲν τὴν ἀκόλαστον ἡδονὴν τιμῶντες Ἀφροδίτης προσρήματι γαμεταῖς καὶ θυγατράσιν ἀνέδην ἐκπορνεύειν συνεχώρουν πρότερον. νυνὶ δὲ νόμος ἐφοίτα νέος τε καὶ σώφρων παρὰ βασιλέως μηδὲν τῶν πάλαι συνήθων τολμᾶν διαγορεύων, καὶ τούτοις δ’ ἐγγράφους πάλιν παρέθετο διδασκαλίας, ὡς ἂν ἐπ’ αὐτῷ τούτῳ πρὸς τοῦ θεοῦ προηγμένος ἐφ’ ᾧ πάντας ἀνθρώπους νόμοις σωφροσύνης παιδεύειν. διὸ οὐκ ἀπηξίου καὶ τούτοις δι’ οἰκείου προσομιλεῖν γράμματος, προὔτρεπέ τε σπεύδειν ἐπὶ τὴν τοῦ κρείττονος γνῶσιν. κἀνταῦθα δὲ τὰ ἔργα ἐπῆγε τοῖς λόγοις ἀδελφά, οἶκον εὐκτήριον ἐκκλησίας μέγιστον καὶ παρὰ τοῖσδε καταβαλλόμενος, ὡς τὸ μὴ ἐκ τοῦ παντός πω αἰῶνος ἀκοῇ γνωσθὲν νῦν τοῦτο πρῶτον ἔργου τυχεῖν, καὶ τὴν τῶν δεισιδαιμόνων πόλιν ἐκκλησίας θεοῦ πρεσβυτέρων τε καὶ διακόνων ἠξιῶσθαι τῷ τ’ ἐπὶ πάντων θεῷ ἱερώμενον ἐπίσκοπον τῶν τῇδε προκαθέζεσθαι. προνοῶν δὲ κἀνταῦθα βασιλεὺς ὅπως ἂν πλείους προσίοιεν τῷ λόγῳ, τὰ πρὸς ἐπικουρίαν τῶν πενήτων ἔκπλεα παρεῖχε, καὶ ταύτῃ προτρέπων ἐπὶ τὴν σωτήριον σπεύδειν διδασκαλίαν, μόνον οὐχὶ τῷ φάντι παραπλησίως εἰπὼν ἂν καὶ αὐτός· «εἴτε προφάσει εἴτ’ ἀληθείᾳ Χριστὸς καταγγελλέσθω.»

LIX. Ἀλλὰ γὰρ ἐπὶ τούτοις ἁπάντων ἐν θυμηδίαις τὴν ζωὴν διαγόντων τῆς τ’ ἐκκλησίας τοῦ θεοῦ πανταχοῦ κατὰ πάντα τρόπον καὶ παρὰ πᾶσιν ἔθνεσιν ὑψουμένης, αὖθις ὁ τοῖς καλοῖς ἐφεδρεύων φθόνος ἐπηλείφετο τῇ τῶν τοσούτων ἀγαθῶν εὐπραγίᾳ, τάχα ποτὲ καὶ αὐτὸν ἀλλοῖον ἔσεσθαι βασιλέα περὶ ἡμᾶς ἀποκναίσαντα ταῖς ἡμετέραις ταραχαῖς τε καὶ ἀκοσμίαις ἐλπίσας. μέγιστον δ’ οὖν ἐξάψας πυρσὸν τὴν Ἀντιοχέων ἐκκλησίαν τραγικαῖς διελάμβανε συμφοραῖς, ὡς μικροῦ τὴν πᾶσαν ἐκ βάθρων ἀνατραπῆναι πόλιν, εἰς δύο μὲν τμήματα διαιρεθέντων τῶν τῆς ἐκκλησίας λαῶν, τοῦ δὲ κοινοῦ τῆς πόλεως αὐτοῖς ἄρχουσι καὶ στρατιωτικοῖς πολεμίων τρόπον ἀνακινηθέντων, ὡς καὶ ξιφῶν μέλλειν ἅπτεσθαι, εἰ μὴ θεοῦ τις ἐπισκοπὴ ὅ τε παρὰ βασιλέως φόβος τὰς τοῦ πλήθους ἀνέστειλεν ὁρμάς, πάλιν θ’ ἡ βασιλέως ἀνεξικακία δίκην σωτῆρος καὶ ψυχῶν ἰατροῦ τὰς διὰ λόγων θεραπείας προσῆγε τοῖς νενοσηκόσι.

Διεπρεσβεύετο δῆτα τοῖς λαοῖς ἡμερωτάτως, τῶν παρ’ αὐτῷ δοκίμων καὶ τῇ τῶν κομήτων ἀξίᾳ τετιμημένων ἀνδρῶν τὸν πιστότατον ἐκπέμψας, φρονεῖν τε τὰ πρὸς εἰρήνην ἐπαλλήλοις παρῄνει γράμμασιν, ἐδίδασκέ τε πράττειν θεοσεβείᾳ πρεπόντως, ἔπειθέ τε καὶ ἀπελογεῖτο δι’ ὧν πρὸς αὐτοὺς ἔγραφεν, ὡς τοῦ τῆς στάσεως αἰτίου διακηκοὼς αὐτὸς εἴη. καὶ ταύτας δ’ αὐτοῦ τὰς ἐπιστολὰς οὐ τῆς τυχούσης παιδεύσεώς τε καὶ ὠφελείας πλήρεις παρεθέμην ἂν ἐπὶ τοῦ παρόντος, εἰ μὴ διαβολὴν ἐπῆγον τοῖς κατηγορουμένοις. διὸ ταύτας μὲν ἀναθήσομαι, κρίνας μὴ ἀνανεοῦσθαι κακῶν μνήμην, μόνας δὲ συνάψω τῷ λόγῳ ἃς ἐπὶ συναφείᾳ καὶ εἰρήνῃ τῶν ἄλλων εὐθυμούμενος συνέγραψε, δι’ ὧν παρῄνει ἀλλοτρίου μὲν ἄρχοντος, ἐφ’ ᾧ τὴν εἰρήνην πεποίηντο, μηδαμῶς ἐθέλειν μεταποιεῖσθαι, θεσμῷ δ’ ἐκκλησίας τοῦτον αἱρεῖσθαι ποιμένα, ὃν αὐτὸς ἀναδείξειεν ὁ κοινὸς τῶν ὅλων σωτήρ. γράφει δὲ αὐτῷ τε τῷ λαῷ καὶ τοῖς ἐπισκόποις διαφόρως τὰ ὑποτεταγμένα.

LX. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ Ἀντιοχέων.

Ὡς κεχαρισμένη γε τῇ τοῦ κόσμου συνέσει τε καὶ σοφίᾳ ἡ παρ’ ὑμῶν ὁμόνοια, καὶ ἔγωγε ὑμᾶς, ἀδελφοί, ἀθάνατον φιλίαν φιλεῖν ἔγνωκα, προκληθεὶς τῷ τε νόμῳ καὶ τῷ βίῳ καὶ ταῖς σπουδαῖς ταῖς ὑμετέραις. τοῦτο οὖν ἐστιν ὡς ἀληθῶς ὀρθῶς τὰ καλὰ καρποῦσθαι τὸ ὀρθῇ τε καὶ ὑγιεῖ κεχρῆσθαι διανοίᾳ. τί γὰρ ἂν οὕτως ὑμῖν ἁρμόσειεν; οὐκοῦν θαυμάσαιμι ἄν, εἰ τὴν ἀλήθειαν σωτηρίας μᾶλλον ὑμῖν ἢ μίσους αἰτίαν φήσαιμι. ἐν οὖν τοῖς ἀδελφοῖς, οὓς μία τε καὶ ἡ αὐτὴ διάθεσις ὀρθῆς καὶ δικαίας [ὁδοιπορίας] τῷ θεῷ κατεπαγγέλλεται εἰς ἁγνήν τε καὶ ὁσίαν ἑστίαν ἐγγράφειν, τί ἂν τιμιώτερον γένοιτο τοῦ μετ’ εὐτυχίας τοῖς πάντων καλοῖς ὁμογνωμονεῖν; μάλιστα ὅπου τὴν πρόθεσιν ὑμῶν ἡ ἐκ τοῦ νόμου παίδευσις εἰς καλλίω διόρθωσιν φέρει, καὶ τὴν ἡμετέραν κρίσιν βεβαιοῦσθαι τοῖς ἀγαθοῖς ἐπιθυμοῦμεν δόγμασι.

Θαυμαστὸν τοῦτο ἴσως ὑμῖν καταφαίνεται, τί δή ποτε τὸ προοίμιόν μοι τοῦ λόγου βούλεται. οὐ δὴ παραιτήσομαι οὐδ’ ἀρνήσομαι τὴν αἰτίαν εἰπεῖν. ὁμολογῶ γὰρ ἀνεγνωκέναι τὰ ὑπομνήματα, ἐν οἷς λαμπραῖς {τ’} εὐφημίαις τε καὶ μαρτυρίαις, αἷς εἰς Εὐσέβιον εἰσηνέγκασθε ἐπίσκοπον ἤδη Καισαρέων ὄντα, ὃν καὶ αὐτὸς παιδεύσεώς τε καὶ ἐπιεικείας ἕνεκεν καλῶς [γε] ἐκ πολλοῦ γινώσκω, ἑώρων ὑμᾶς ἐγκειμένως αὐτὸν σφετεριζομένους. τί οὖν ἡγεῖσθέ με πρὸς ἀκριβῆ τοῦ καλῶς ἔχοντος ἐπιζήτησιν ἐπειγόμενον διεντεθυμῆσθαι, τίνα δὲ ἐκ τῆς ὑμετέρας σπουδῆς ἀνειληφέναι φροντίδα; ὦ πίστις ἁγία, ἣ διὰ τοῦ λόγου καὶ τῆς γνώμης τοῦ σωτῆρος ἡμῶν εἰκόνα ὥσπερ ἡμῖν τοῦ βίου δίδως, ὡς δυσχερῶς ἂν καὶ αὐτὴ τοῖς ἁμαρτήμασιν ἀντιβαίης, εἰ μὴ τὴν πρὸς κέρδος ὑπηρεσίαν ἀρνήσαιο; καὶ ἐμοί γε δοκεῖ αὐτῆς τῆς νίκης περιγενέσθαι ὁ τῆς εἰρήνης μᾶλλον ἀντιποιούμενος· ὡς ὅπου γέ τοί τινι τὸ πρέπον ἔξεστιν, οὐδεὶς ἂν ὁ μὴ τερπόμενος εὑρεθείη. ἀξιῶ τοίνυν, ἀδελφοί· τοῦ χάριν οὕτω διαγινώσκομεν, ὥσθ’ ἑτέροις ὕβριν δι’ ὧν αἱρούμεθα προστρίψασθαι; τοῦ χάριν ταῦτ’ ἐπισπώμεθα, ἃ τὴν πίστιν τῆς ὑπολήψεως ἡμῶν καθαιρήσει; ἐγὼ μὲν οὖν ἐπαινῶ τὸν ἄνδρα, ὃς καὶ ὑμῖν τιμῆς τε καὶ διαθέσεως ἄξιος δοκιμάζεται, οὐ μὴν οὕτω γ’ ἐξησθενηκέναι τὸ παρ’ ἑκάστοις κύριόν τε καὶ βέβαιον ὀφεῖλον μένειν χρή, ὡς μὴ ταῖς ἰδίαις γνώμαις ἕκαστον ἀρκεῖσθαι καὶ τῶν οἰκείων πάντας ἀπολαύειν ἔν τε ἐφαμίλλῳ διασκέψει εἰς τὴν τοῦδε τοῦ ἀνδρὸς σύγκρισιν οὐχ ἕνα μόνον ἀλλὰ καὶ πλείους ἐκφῆναι. διὸ δὴ οὐδὲν οὔτ’ ἐκπλήξεως οὔτε τραχύτητος ἐνοχλήσει, εἰ [τὰς] περὶ τὴν ἐκκλησίαν τιμὰς ὁμοίας τε καὶ διὰ πάντων ἐπ’ ἴσης ἀγαπητὰς εἶναι συμβαίνει. οὐδὲ γὰρ εὔλογον εἰς ἑτέρων πλεονέκτημα ποιεῖσθαι τὴν περὶ τούτων ἐπίσκεψιν, τῆς πάντων διανοίας ἐπ’ ἴσης, ἄν τ’ ἐλάττους ἄν τε μείζους εἶναι δοκοῖεν, τὰ θεῖα δόγματα ὑποδεχομένης τε καὶ φυλαττούσης, ὡς κατὰ μηδὲν τοὺς ἑτέρους τῶν ἑτέρων εἰς τὸν κοινὸν νόμον ἐλαττοῦσθαι. εἰ δὴ τἀληθὲς λοιπὸν γνώριμον διαρρήδην ἀποφαινόμεθα, {ὡς} οὐ κάθεξιν ἀλλ’ ἀφαίρεσιν μᾶλλον ἂν εἴποι τις ἔσεσθαι τἀνδρός, καὶ βίας ἔργα οὐ δικαιοσύνης γενήσεσθαι τὸ γινόμενον, ἄν θ’ οὕτως ἄν θ’ ἑτέρως τὰ πλήθη φρονῇ· ὡς ἔγωγε διαρρήδην καὶ εὐτόλμως ἀποφαίνομαι ἐγκλήματος ὑπόθεσιν εἶναι τοῦτο προκαλουμένην οὐ τῆς τυχούσης στάσεως ταραχήν. ἐπισημαίνουσι γοῦν τὴν τῶν ὀδόντων φύσιν τε καὶ δύναμιν καὶ ἀρνειοί, ὅταν τοῦ ποιμένος τῆς συνηθείας τε καὶ θεραπείας ὑπολισθούσης ἐπὶ τὰ χείρω τῆς πρὶν διαγωγῆς ἀποστερηθῶσιν. εἰ δὴ ταῦθ’ οὕτως ἔχει καὶ οὐ σφαλλόμεθα, τοῦτο πρῶτον θεάσασθε, ἀδελφοί (πολλὰ γὰρ ὑμῖν καὶ μεγάλα ἐκ πρώτης ἀπαντήσεται), πρῶτον ἁπάντων ἡ πρὸς ἀλλήλους γνησιότης τε καὶ διάθεσις εἰ μηδὲν αὐτῆς ἐλαττωθὲν αἰσθήσεται· εἶθ’ ὅτι καὶ ὁ δι’ ὀρθὴν συμβουλὴν ἀφικόμενος τὸ κατ’ ἀξίαν ἐκ τῆς θείας κρίσεως καρποῦται, οὐ τὴν τυχοῦσαν χάριν εἰληφώς, τῷ περὶ αὐτοῦ τοσαύτην ὑμᾶς ἐπιεικείας ψῆφον ἐνέγκασθαι. ἐπὶ τούτοις, ὃ τῆς ὑμετέρας συνηθείας ἐστίν, ἀγαθῇ γνώμῃ σπουδὴν τὴν πρέπουσαν εἰσενέγκασθε εἰς ἐπιζήτησιν ἀνδρὸς οὗ χρῄζετε, ἀποκλείσαντες πᾶσαν στασιώδη καὶ ἄτακτον βοήν· ἀεὶ γὰρ ἄδικος ἡ τοιαύτη, κἀκ τῆς τῶν διαφόρων [συγκρούσεως] σπινθῆρές τε καὶ φλόγες ἐξανίστανται. οὕτως οὖν τῷ θεῷ τ’ ἀρέσαιμι καὶ ὑμῖν κατ’ εὐχάς τε τὰς ὑμετέρας διαζήσαιμι, ὡς ὑμᾶς ἀγαπῶ καὶ τὸν ὅρμον τῆς ὑμετέρας πραότητος· ἐξ οὗ τὸν ῥύπον ἐκεῖνον ἀπωσάμενοι ἀντεισηνέγκατε ἤθει ἀγαθῷ τὴν ὁμόνοιαν, βέβαιον τὸ σημεῖον ἐνθέμενοι, δρόμον τε οὐράνιον εἰς φῶς δραμόντες, πηδαλίοις θ’ ὡς ἂν εἴποι τις σιδηροῖς. διόπερ καὶ τὸν ἄφθαρτον [φόρτον] ἡγεῖσθε· πᾶν γὰρ τὸ τὴν ναῦν λυμαινόμενον ὥσπερ ἐξ ἀντλίας ἀνάλωται. διὸ δὴ νῦν προνοήσασθε τὴν ἀπόλαυσιν τούτων ἁπάντων οὕτως ἔχειν, ὡς ἂν μὴ δεύτερον ἀβούλῳ καὶ ἀλυσιτελεῖ σπουδῇ ἢ καθόλου τι πήξασθαι ἢ τὴν ἀρχὴν ἐπιχειρῆσαι μὴ συμφέρον δοκοίημεν.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

LXI. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Ἀνέγνων [ἥδιστα] τὴν ἐπιστολὴν ἣν ἡ σὴ σύνεσις ἐποιήσατο, καὶ τὸν κανόνα τῆς ἐκκλησιαστικῆς ἐπιστήμης εἰς ἀκρίβειαν φυλαχθέντα κατενόησα· ἐμμένοις γοῦν τούτοις ἅπερ ἀρεστά τε τῷ θεῷ καὶ τῇ ἀποστολικῇ παραδόσει σύμφωνα φαίνεται. μακάριον δὴ σαυτὸν καὶ ἐν αὐτῷ τούτῳ νόμιζε, ὡς τῇ τοῦ κόσμου παντὸς ὡς ἔπος εἰπεῖν μαρτυρίᾳ ἄξιος ἐκρίθης πάσης ἐκκλησίας ἐπίσκοπος εἶναι· εἰ γὰρ ποθοῦσιν ἅπαντες εἶναί σε παρ’ αὐτοῖς, ταύτην σοι τὴν εὐδαιμονίαν ἀναμφισβητήτως συναύξουσιν. ἀλλ’ ἡ σὴ σύνεσις, ἣ τάς τε ἐντολὰς τοῦ θεοῦ καὶ τὸν ἀποστολικὸν κανόνα καὶ <τὸν> τῆς ἐκκλησίας φυλάττειν ἔγνωκεν, ὑπέρευγε πεποίηκε παραιτουμένη τὴν ἐπισκοπίαν τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας, ἐν ταύτῃ δὲ διαμεῖναι σπουδάζουσα, εἰς ἣν ἐκ πρώτης θεοῦ βουλήσει τὴν ἐπισκοπίαν ὑπεδέξατο. περὶ δὴ τούτου πρὸς τὸν λαὸν ἐπιστολὴν ἐποιησάμην, πρός τε τοὺς ἄλλους σου συλλειτουργούς, οἳ καὶ αὐτοὶ περὶ τούτων ἐτύγχανόν μοι γεγραφότες ἅπερ ἡ σὴ καθαρότης ἀναγνοῦσα ῥᾳδίως ἐπιγνώσεται, τῆς δικαιοσύνης ἀντιφθεγγομένης αὐτοῖς προτροπῇ τοῦ θείου {πρὸς αὐτοὺς} ἔγραψα, ὧν τῷ συμβουλίῳ καὶ τὴν σὴν σύνεσιν παρεῖναι δεήσει, ὡς ἂν τοῦτο ἐπὶ τῆς Ἀντιοχέων ἐκκλησίας τυπωθείη ὃ καὶ αὐτῷ τῷ θεῷ καὶ τῇ ἐκκλησίᾳ πρεπωδέστατον νομισθείη.

Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.

LXII. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Θεοδότῳ, Θεοδώρῳ, Ναρκίσσῳ, Ἀετίῳ, Ἀλφειῷ καὶ τοῖς λοιποῖς ἐπισκόποις τοῖς οὖσιν ἐν Ἀντιοχείᾳ.

Ἀνέγνων τὰ γραφέντα παρὰ τῆς ὑμετέρας συνέσεως, Εὐσεβίου τε τοῦ ἅμα ὑμῖν ἱερωμένου τὴν ἔμφρονα πρόθεσιν ἀπεδεξάμην, ἐπιγνούς τε τὰ πεπραγμένα σύμπαντα τοῦτο μὲν τοῖς ὑμετέροις γράμμασιν τοῦτο δὲ τοῖς Ἀκακίου καὶ Στρατηγίου τῶν διασημοτάτων κομήτων, διάσκεψίν τε τὴν δέουσαν ποιησάμενος, πρὸς τὸν Ἀντιοχέων λαὸν ἔγραψα ὅπερ ἀρεστόν τε τῷ θεῷ ἦν καὶ ἁρμόζον τῇ ἐκκλησίᾳ, ἀντίγραφόν τε τῆς ἐπιστολῆς ὑποταχθῆναι τοῖς γράμμασι τούτοις ἐνετειλάμην, ὡς ἂν καὶ αὐτοὶ γινώσκοιτε ὅ τί ποτε τῷ τοῦ δικαίου λόγῳ προκληθεὶς πρὸς τὸν λαὸν γράψαι προειλόμην, ἐπειδὴ τοῦτο τοῖς γράμμασιν ὑμῶν περιείχετο, ὥστε κατά γε τὴν τοῦ λαοῦ καὶ τὴν τῆς ὑμετέρας προαιρέσεως σύνεσίν τε καὶ βούλησιν Εὐσέβιον τὸν ἱερώτατον ἐπίσκοπον τῆς Καισαρέων ἐκκλησίας ἐπὶ τῆς Ἀντιοχέων προκαθέζεσθαι καὶ τὴν ὑπὲρ ταύτης ἀναδέξασθαι φροντίδα. τά γε μὴν Εὐσεβίου γράμματα, ἃ τὸν θεσμὸν τῆς ἐκκλησίας μάλιστα φυλάττοντα ἐφαίνετο, τὴν ἐναντίαν εἰσηγεῖτο γνώμην, μηδαμῶς αὐτὸν τὴν ὑπὸ τοῦ θεοῦ ἐμπιστευθεῖσαν ἐκκλησίαν ἀπολιπεῖν· ἔδοξεν οὖν τὴν οὕτω δικαίαν πρόθεσιν καὶ πᾶσιν ὑμῖν φυλακτέαν κυρίαν μᾶλλον ποιήσασθαι μηδ’ ἀποσπάσαι αὐτὸν τῆς ἰδίας ἐκκλησίας.

Ἐχρῆν δ’ ὑμῶν τῇ συνέσει καὶ τὴν ἐμὴν γνώμην ἐμφανῆ γενέσθαι. ἀφῖκται γὰρ εἰς ἐμὲ Εὐφρόνιόν τε τὸν πρεσβύτερον πολίτην ὄντα τῆς κατὰ Καππαδοκίαν Καισαρείας καὶ Γεώργιον τὸν Ἀρεθούσιον πρεσβύτερον ὡσαύτως, ὃν ἐπὶ τῆς τάξεως ταύτης Ἀλέξανδρος ἐν Ἀλεξανδρείᾳ κατεστήσατο, εἶναι τὴν πίστιν δοκιμωτάτους. καλῶς οὖν εἶχεν δηλῶσαι τῇ συνέσει ὑμῶν τούς τε προχειρισαμένους καὶ ἑτέρους, οὓς ἂν ἀξίους ἡγήσησθε πρὸς τὸ τῆς ἐπισκοπῆς ἀξίωμα, ὁρίσαι ταῦτα ἃ τῇ τῶν ἀποστόλων παραδόσει σύμφωνα ἂν εἴη. τῶν γὰρ τοιούτων εὐτρεπισθέντων δυνήσεται ὑμῶν ἡ σύνεσις κατὰ τὸν τῆς ἐκκλησίας κανόνα καὶ τὴν ἀποστολικὴν παράδοσιν οὕτω ῥυθμίσαι τὴν χειροτονίαν, ὡς ἂν ὁ τῆς ἐκκλησιαστικῆς ἐπιστήμης ὑφηγῆται λόγος.

Ὁ θεὸς ὑμᾶς διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί.

LXIII. Τοιαῦτα τοῖς τῶν ἐκκλησιῶν ἄρχουσι διαταττόμενος βασιλεὺς πάντα πράττειν ἐπ’ εὐφημίᾳ τοῦ θείου λόγου παρῄνει. ἐπεὶ δὲ τὰς διαστάσεις ἐκποδὼν ποιησάμενος ὑπὸ σύμφωνον ἁρμονίαν τὴν ἐκκλησίαν τοῦ θεοῦ κατεστήσατο, ἔνθεν μεταβὰς ἄλλο τι γένος ἀθέων ἀνδρῶν ᾠήθη δεῖν ὥσπερ δηλητήριον τοῦ τῶν ἀνθρώπων ἀφανὲς καταστῆσαι βίου. φθόροι δέ τινες ὑπῆρχον οὗτοι, προσχήματι σεμνῷ λυμαινόμενοι τὰς πόλεις· ψευδοπροφήτας αὐτοὺς ἢ λύκους ἅρπαγας σωτήριος ἀπεκάλει ὧδέ που θεσπίζουσα φωνή· «προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες· ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.» καταπεμφθὲν δέ τι κέλευσμα τοῖς κατ’ ἔθνος ἡγεμόσι πᾶν τὸ τῶν τοιούτων φῦλον ἤλαυνε, πρὸς δὲ τῷ νόμῳ καὶ ζωοποιὸν διδασκαλίαν εἰς αὐτῶν πρόσωπον διετύπου, σπεύδειν ἐπὶ μετάνοιαν παρορμῶν τοὺς ἄνδρας· σωτηρίας γὰρ ὅρμον αὐτοῖς ἔσεσθαι τὴν ἐκκλησίαν τοῦ θεοῦ. ἐπάκουσον δ’ ὅπως καὶ τούτοις διὰ τοῦ πρὸς αὐτοὺς ὡμίλει γράμματος.

LXIV. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς αἱρετικοῖς.

Ἐπίγνωτε νῦν διὰ τῆς νομοθεσίας ταύτης, ὦ Ναυατιανοί, Οὐαλεντῖνοι, Μαρκιωνισταί, Παυλιανοί, οἵ τε κατὰ Φρύγας ἐπικεκλημένοι, καὶ πάντες ἁπλῶς εἰπεῖν οἱ τὰς αἱρέσεις διὰ τῶν οἰκείων πληροῦντες συστημάτων, ὅσοις ψεύδεσιν ἡ παρ’ ὑμῖν ματαιότης ἐμπέπλεκται, καὶ ὅπως ἰοβόλοις τισὶ φαρμάκοις ἡ ὑμετέρα συνέχεται διδασκαλία, ὡς τοὺς μὲν ὑγιαίνοντας εἰς ἀσθένειαν τοὺς δὲ ζῶντας εἰς διηνεκῆ θάνατον ἀπάγεσθαι δι’ ὑμῶν. ὦ τῆς μὲν ἀληθείας ἐχθροί, τῆς δὲ ζωῆς πολέμιοι καὶ ἀπωλείας σύμβουλοι· πάντα παρ’ ὑμῖν τῆς ἀληθείας ἐστὶν ἐναντία, αἰσχροῖς πονηρεύμασι συνᾴδοντα, ἀτοπίαις καὶ δράμασι χρήσιμα, δι’ ὧν ὑμεῖς τὰ μὲν ψευδῆ κατασκευάζετε, τοὺς δ’ ἀναμαρτήτους θλίβετε, τὸ φῶς τοῖς πιστεύουσιν ἀρνεῖσθε. ἐπὶ προσχήματι γοῦν θειότητος ἀεὶ πλημμελοῦντες πάντα μιαίνετε, τὰς ἀθῴους καὶ καθαρὰς συνειδήσεις θανατηφόροις πληγαῖς τραυματίζετε, αὐτὴν δὲ σχεδὸν εἰπεῖν τὴν ἡμέραν τῶν ἀνθρωπείων ὀφθαλμῶν καθαρπάζετε. καὶ τί δεῖ καθ’ ἕκαστον λέγειν, ὅπου γε περὶ τῶν ὑμετέρων κακῶν εἰπεῖν τι κατ’ ἀξίαν οὔτε βραχέος ἐστὶ χρόνου οὔτε τῶν ἡμετέρων ἀσχολιῶν. οὕτω γάρ ἐστι μακρὰ καὶ ἄμετρα τὰ παρ’ ὑμῖν ἀτοπήματα, οὕτως εἰδεχθῆ καὶ πάσης ἀπηνείας πλήρη, ὡς μηδ’ ὁλόκληρον ἡμέραν πρὸς ἔκφρασιν τούτων ἀρκεῖν. ἄλλως τε καὶ ἐκκλίνειν τῶν τοιούτων προσήκει τὰς ἀκοὰς τούς τ’ ὀφθαλμοὺς ἀποστρέφειν ὑπὲρ τοῦ μὴ χραίνεσθαι τῇ καθ’ ἕκαστον διηγήσει τὴν τῆς ἡμετέρας πίστεως εἰλικρινῆ καὶ καθαρὰν προθυμίαν. τί οὖν ἀνεξόμεθα περαιτέρω τῶν τοιούτων κακῶν; ἀλλ’ ἡ μακρὰ παρεπιθύμησις ὥσπερ λοιμικῷ νοσήματι καὶ τοὺς ὑγιαίνοντας χραίνεσθαι ποιεῖ. τίνος οὖν ἕνεκεν τὴν ταχίστην τὰς ῥίζας ὡς εἰπεῖν τῆς τοσαύτης κακίας οὐ διὰ δημοσίας ἐπιστρεφείας ἐκκόπτομεν;

LXV. Τοιγάρτοι ἐπειδὴ τὸν ὄλεθρον τοῦτον τῆς ὑμετέρας ἐξωλείας ἐπὶ πλεῖον φέρειν οὔκ ἐστιν οἷόν τε, διὰ τοῦ νόμου τούτου προαγορεύομεν, μή τις ὑμῶν συνάγειν ἐκ τοῦ λοιποῦ τολμήσῃ. διὸ καὶ πάντας ὑμῶν τοὺς οἴκους, ἐν οἷς τὰ συνέδρια ταῦτα πληροῦτε, ἀφαιρεθῆναι προσετάξαμεν, μέχρι τοσούτου τῆς φροντίδος ταύτης προχωρούσης, ὡς μὴ ἐν τῷ δημοσίῳ μόνον, ἀλλὰ μηδὲ ἐν οἰκίᾳ ἰδιωτικῇ ἢ τόποις τισὶν ἰδιάζουσι τὰ τῆς δεισιδαίμονος ὑμῶν ἀνοίας συστήματα συντρέχειν. πλὴν ὅπερ ἔστι κάλλιον, ὅσοι τῆς ἀληθινῆς καὶ καθαρᾶς ἐπιμελεῖσθε θρησκείας, εἰς τὴν καθολικὴν ἐκκλησίαν ἔλθετε καὶ τῇ ταύτης ἁγιότητι κοινωνεῖτε, δι’ ἧς καὶ τῆς ἀληθείας ἐφικέσθαι δυνήσεσθε· κεχωρίσθω δὲ παντελῶς τῆς τῶν ἡμετέρων καιρῶν εὐκληρίας ἡ τῆς διεστραμμένης διανοίας ὑμῶν ἀπάτη, λέγω δὲ ἡ τῶν αἱρετικῶν καὶ σχισματικῶν ἐναγής τε καὶ ἐξώλης διχόνοια. πρέπει γὰρ τῇ ἡμετέρᾳ μακαριότητι, ἧς ἀπολαύομεν σὺν θεῷ, τὸ τοὺς ἐπ’ ἐλπίσιν ἀγαθαῖς βιοῦντας ἀπὸ πάσης ἀτάκτου πλάνης εἰς τὴν εὐθεῖαν ὁδόν, ἀπὸ τοῦ σκότους ἐπὶ τὸ φῶς, ἀπὸ ματαιότητος εἰς τὴν ἀλήθειαν, ἀπὸ θανάτου πρὸς σωτηρίαν ἄγεσθαι. ὑπὲρ δὲ τοῦ τῆς θεραπείας ταύτης καὶ ἀναγκαίαν γενέσθαι τὴν ἰσχὺν προσετάξαμεν, καθὼς προείρηται, [ἅπαντα] τὰ τῆς δεισιδαιμονίας ὑμῶν συνέδρια, πάντων φημὶ τῶν αἱρετικῶν τοὺς εὐκτηρίους, εἴ γε εὐκτηρίους ὀνομάζειν οἴκους προσήκει, ἀφαιρεθέντας ἀναντιρρήτως τῇ καθολικῇ ἐκκλησίᾳ χωρίς τινος ὑπερθέσεως παραδοθῆναι, τοὺς δὲ λοιποὺς τόπους τοῖς δημοσίοις προσκριθῆναι, καὶ μηδεμίαν ὑμῖν εἰς τὸ ἑξῆς τοῦ συνάγειν εὐμάρειαν περιλειφθῆναι, ὅπως ἐκ τῆς ἐνεστώσης ἡμέρας ἐν μηδενὶ τόπῳ μήτε δημοσίῳ μήτ’ ἰδιωτικῷ τὰ ἀθέμιτα ὑμῶν συστήματα ἀθροισθῆναι τολμήσῃ.

Προτεθήτω.

LXVI. Οὕτω μὲν τὰ τῶν ἑτεροδόξων ἐγκρύμματα βασιλικῷ προστάγματι διελύετο, ἠλαύνοντό τε οἱ θῆρες οἱ {τε} τῆς τούτων δυσσεβείας ἔξαρχοι. τῶν δ’ ὑπὸ τούτων ἠπατημένων οἱ μὲν νόθῳ φρονήματι βασιλικῆς ἀπειλῆς φόβῳ τὴν ἐκκλησίαν ὑπεδύοντο, τὸν καιρὸν κατειρωνευόμενοι, ἐπεὶ καὶ διερευνᾶσθαι τῶν ἀνδρῶν τὰς βίβλους διηγόρευεν ὁ νόμος, ἡλίσκοντό τ’ ἀπειρημένας κακοτεχνίας μετιόντες, οὗ δὴ χάριν πάντ’ ἔπραττον εἰρωνείᾳ τὴν σωτηρίαν ποριζόμενοι, οἱ δὲ καὶ σὺν ἀληθεῖ τάχα που λογισμῷ ηὐτομόλουν ἐπὶ τὴν τοῦ κρείττονος ἐλπίδα. τούτων δὲ τὴν διάκρισιν οἱ τῶν ἐκκλησιῶν πρόεδροι σὺν ἀκριβείᾳ ποιούμενοι, τοὺς μὲν ἐπιπλάστως προσιέναι πειρωμένους μακρὰν εἶργον τῆς τοῦ θεοῦ ποίμνης οἷα λύκους κωδίοις ἐγκρυπτομένους προβάτων, τοὺς δὲ ψυχῇ καθαρᾷ τοῦτο πράττοντας δοκιμάζοντες χρόνῳ μετὰ τὴν αὐτάρκη διάπειραν τῷ πλήθει <τῶν> εἰσαγομένων κατέλεγον. ταῦτα μὲν οὖν ἐπὶ τῶν δυσφήμων ἑτεροδόξων ἐπράττετο. τοὺς δέ γε μηδὲν δυσσεβὲς ἐν δογμάτων διδασκαλίᾳ φέροντας, ἄλλως δὲ τῆς κοινῆς ὁμηγύρεως ἀνδρῶν σχισματικῶν αἰτίᾳ διεστῶτας ἀμελλήτως εἰσεδέχοντο. οἱ δ’ ἀγεληδὸν ὥσπερ ἐξ ἀποικίας ἐπανιόντες τὴν αὐτῶν ἀπελάμβανον πατρίδα, καὶ τὴν μητέρα, τὴν ἐκκλησίαν, ἐπεγίνωσκον, ἧς ἀποπλανηθέντες χρόνιοι σὺν εὐφροσύνῃ καὶ χαρᾷ τὴν εἰς αὐτὴν ἐπάνοδον ἐποιοῦντο, ἡνοῦτό τε τὰ τοῦ κοινοῦ σώματος μέλη καὶ ἁρμονίᾳ συνήπτετο μιᾷ, μόνη τε ἡ καθολικὴ τοῦ θεοῦ ἐκκλησία εἰς ἑαυτὴν συνεστραμμένη διέλαμπε, μηδαμοῦ γῆς αἱρετικοῦ συστήματος μηδὲ σχισματικοῦ λειπομένου. καὶ τούτου δὲ {μόνου} τοῦ μεγάλου κατορθώματος μόνος τῶν πώποτε τὴν αἰτίαν ὁ τῷ θεῷ μεμελημένος βασιλεὺς ἐπεγράφετο.


Λόγος δ´
Κεφάλαια τοῦ τετάρτου λόγου

Ὅπως δωρεαῖς καὶ προκοπαῖς ἀξιωμάτων ἐτίμα τοὺς πλείστους.

Συγχώρησις τοῦ τετάρτου μέρους τῶν κήνσων.

Ἐξισώσεις καὶ τῶν βεβαρημένων κήνσων.

Ὅτι τοῖς ἐν χρηματικαῖς δίκαις ἡττηθεῖσιν αὐτὸς ἐξ οἰκείων ἐχαρίζετο.

Σκυθῶν ὑποταγὴ διὰ τοῦ σημείου τοῦ σωτῆρος ἡμῶν νικηθέντων.

Σαυροματῶν ὑποταγὴ προφάσει τῆς τῶν δούλων ἐπαναστάσεως.

Βαρβάρων διαφόρων πρεσβεῖαι καὶ δωρεαὶ παρ’ αὐτοῦ.

Ὅτι καὶ πρεσβευσαμένῳ τῷ Περσῶν βασιλεῖ περὶ τῶν ἐκεῖ Χριστιανῶν ἔγραψεν.

Κωνσταντίνου Αὐγούστου πρὸς Σαπώρην τὸν βασιλέα Περσῶν ὁμολογοῦντος εἰς θεὸν καὶ Χριστὸν εὐσεβέστατα.

Ἔτι κατὰ εἰδώλων καὶ περὶ θεοῦ δοξολογίας.

Ἔτι κατὰ τυράννων καὶ διωκτῶν καὶ περὶ Οὐαλεριανοῦ τοῦ αἰχμαλωτισθέντος.

Ὅτι τῶν μὲν διωκτῶν εἶδε τὰς πτώσεις, εὐθυμεῖ δὲ νῦν διὰ τὴν τῶν Χριστιανῶν εἰρήνην.

Παρακλήσεις ὥστε τοὺς παρ’ αὐτῷ Χριστιανοὺς ἀγαπᾶν.

Ὅπως Χριστιανοῖς μὲν ἦν εἰρήνη σπουδῇ τῶν Κωνσταντίνου προσευχῶν.

Ὅτι καὶ ἐν νομίσμασι καὶ ἐν εἰκόσιν ὡς εὐχόμενον ἑαυτὸν ἐχάραττεν.

Ὅτι καὶ τὸ ἐν εἰδωλείοις εἰκόνας αὐτοῦ θεῖναι νόμῳ διεκώλυσεν.

Ἐν παλατίῳ προσευχαὶ καὶ θείων γραφῶν ἀναγνώσεις.

Τῆς κυριακῆς τὴν ἡμέραν καὶ παρασκευῆς νομοθεσία τιμᾶν.

Ὅπως καὶ τοὺς ἐθνικοὺς στρατιώτας ἐν κυριακαῖς εὔχεσθαι προσέταξεν.

Εὐχῆς ῥήματα στρατιώταις ὑπὸ Κωνσταντίνου δοθείσης.

Ἐν τοῖς τῶν στρατιωτῶν ὅπλοις σημεῖα τοῦ σταυροῦ τοῦ σωτῆρος.

Σπουδὴ προσευχῆς καὶ τιμὴ τῆς τοῦ πάσχα ἑορτῆς.

Ὅπως εἰδωλολατρίαν μὲν ἐκώλυσε, μάρτυρας δὲ καὶ ἑορτὰς ἐτίμα.

Ὅτι τῶν ἔξω πραγμάτων ὥσπερ ἐπίσκοπον ἑαυτὸν εἶπεν εἶναι.

Ἔτι περὶ κωλύσεως θυσιῶν καὶ τελετῶν καὶ μονομαχιῶν καὶ τῶν τὸ πρὶν ἀκολάστων τοῦ Νείλου.

Νόμου τοῦ κατὰ τῶν ἀτέκνων ὄντος διόρθωσις, ἔτι δὲ καὶ τοῦ περὶ διαθηκῶν ὁμοίως διόρθωσις.

Ὅτι Χριστιανὸν μὲν Ἰουδαίοις μὴ δουλεύειν, τῶν δὲ συνόδων βεβαίους εἶναι τοὺς ὅρους ἐνομοθέτει καὶ λοιπά.

Ἐκκλησίαις δωρεαὶ παρθένοις τε καὶ πένησι διαδόσεις.

Λογογραφίαι καὶ ἐπιδείξεις ὑπὸ Κωνσταντίνου.

Ὅτι τῶν πλεονεκτῶν ἑνὶ μνημείου μέτρον ὑπέδειξε πρὸς δυσώπησιν.

Ὅτι διὰ τὴν πλείονα φιλανθρωπίαν ἐχλευάζετο.

Περὶ συγγράμματος Κωνσταντίνου, ὃ πρὸς τὸν τῶν ἁγίων σύλλογον ἔγραψεν.

Ὅπως τῶν Εὐσεβίου περὶ τοῦ μνήματος τοῦ σωτῆρος ἐπιδείξεων ἑστὼς ἤκουσεν.

Ὅτι περὶ τοῦ πάσχα καὶ θείων βιβλίων πρὸς Εὐσέβιον ἔγραψεν.

Κωνσταντίνου πρὸς Εὐσέβιον τὸν τοῦ πάσχα λόγον ἐπαινοῦντος.

Κωνσταντίνου πρὸς Εὐσέβιον περὶ κατασκευῆς βιβλίων θείων.

Ὅπως αἱ βίβλοι κατεσκευάσθησαν.

Ὅπως τὸ Γαζαίων ἐμπόριον διὰ τὸν χριστιανισμὸν ἐπολίσθη καὶ Κωνστάντια προσηγορεύθη.

Ὅτι ἐπὶ τῆς Φοινίκης ἐπολίσθη μέν τις, ἐν δὲ ταῖς ἄλλαις πόλεσιν εἰδωλείων μὲν ἦν καθαίρεσις ἐκκλησιῶν δὲ κατασκευαί.

Ὅτι ἐν τρισὶ δεκαετηρίσι τρεῖς υἱοὺς βασιλέας ἀναγορεύσας, τὰ ἐγκαίνια τοῦ ἐν Ἱεροσολύμοις μαρτυρίου ἀγαγεῖν προὔθετο.

Ὅτι διὰ τὰ κατ’ Αἴγυπτον ζητήματα σύνοδον εἰς Τύρον ἐν τῷ μεταξὺ γενέσθαι προσέταξεν.

Κωνσταντίνου πρὸς τὴν ἐν Τύρῳ σύνοδον.

Ἐγκαινίων τῶν ἐν Ἱεροσολύμοις εἰς τὴν ἑορτὴν ἐκ πασῶν ἐπαρχιῶν ἦσαν ἐπίσκοποι.

Περὶ τῆς διὰ Μαριανοῦ τοῦ νοταρίου δεξιώσεως αὐτῶν καὶ τῶν εἰς πτωχοὺς διαδόσεων καὶ ἀναθημάτων τῆς ἐκκλησίας.

Τῶν ἐπισκόπων ἐν συνάξεσι προσομιλίαι ποικίλαι καὶ Εὐσεβίου τοῦ ταῦτα συγγράψαντος.

Ὅτι καὶ τὴν ἔκφρασιν τοῦ μαρτυρίου τοῦ σωτῆρος καὶ τριακονταετηρικὸν εἶπεν ὕστερον ἐπ’ αὐτοῦ Κωνσταντίνου.

Ὅτι ἡ μὲν ἐν Νικαίᾳ σύνοδος τῇ εἰκοσαετηρίδι, τὰ ἐγκαίνια δὲ τὰ ἐν Ἱεροσολύμοις τῇ τριακονταετηρίδι Κωνσταντίνου γέγονεν.

Ὅπως τινὸς ἄγαν ἐπαινοῦντος οὐκ ἠνέσχετο Κωνσταντῖνος.

Γάμοι Κωνσταντίου υἱοῦ αὐτοῦ καίσαρος.

Ἰνδῶν πρεσβεία καὶ δῶρα.

Ὅπως τοῖς τρισὶν υἱοῖς Κωνσταντῖνος διελὼν τὴν ἀρχήν, τὰ βασιλικὰ μετ’ εὐσεβείας διηγεῖτο.

Ὅπως καὶ ἀνδρωθέντας αὐτοὺς εἰς εὐσέβειαν ἤγαγεν.

Ὅτι ἀμφὶ τὰ τριακονταδύο ἔτη βασιλεύσας καὶ ὑπὲρ τὰ ἑξήκοντα ζήσας σῶον εἶχε τὸ σῶμα.

Περὶ τῶν τῇ ἄγαν αὐτοῦ φιλανθρωπίᾳ συγκεχρημένων εἰς ἀπληστίαν καὶ ὑποκρίσεις.

Ὅπως μέχρι τελευτῆς ἐλογογράφει Κωνσταντῖνος.

Ὅπως ἐπὶ Πέρσας στρατεύων συμπαρέλαβεν ἐπισκόπους καὶ σκηνὴν ὡς σχῆμα τῆς ἐκκλησίας.

Ὅπως Περσῶν πρεσβείας δεξάμενος, ἐν τῇ τοῦ πάσχα ἑορτῇ συνδιενυκτέρευσε τοῖς ἄλλοις.

Περὶ οἰκοδομῆς τοῦ ἐπικαλουμένου τῶν ἀποστόλων ἐν Κωνσταντινουπόλει μαρτυρίου.

Ἔκφρασις ἔτι τοῦ αὐτοῦ μαρτυρίου.

Ὅτι ἐν τούτῳ καὶ μνημεῖον εἰς ταφὴν ἑαυτῷ προσῳκοδόμησεν.

Ἀνωμαλία σώματος ἐν Ἑλενοπόλει καὶ προσευχαὶ περὶ βαπτίσματος.

Κωνσταντίνου πρὸς ἐπισκόπους περὶ μεταδόσεως τοῦ λουτροῦ παράκλησις.

Τὸ λουτρὸν λαβὼν ὅπως ἀνύμνει τὸν θεόν.

Κωνσταντίνου τελευτὴ ἐν τῇ τῆς πεντηκοστῆς ἑορτῇ μεσημβρίας.

Στρατιωτῶν καὶ ταξιαρχῶν ὀδυρμοί.

Μετακομιδὴ τοῦ σκήνους ἀπὸ Νικομηδείας ἐν Κωνσταντινουπόλει ἐν παλατίῳ.

Ὅπως καὶ μετὰ θάνατον ὑπὸ κομήτων καὶ λοιπῶν καθὼς καὶ ἐν τῷ ζῆν ἐτιμᾶτο.

Ὅπως αὐγούστους εἶναι λοιπὸν τοὺς υἱοὺς αὐτοῦ τὸ στρατόπεδον ἔκρινεν.

Ῥώμης ἐπὶ Κωνσταντίνῳ πένθος καὶ διὰ τῶν εἰκόνων τιμὴ μετὰ θάνατον.

Κατάθεσις τοῦ σκηνώματος ὑπὸ Κωνσταντίου παιδὸς ἐν Κωνσταντινουπόλει.

Σύναξις ἐν τῷ καλουμένῳ μαρτυρίῳ τῶν ἀποστόλων ἐπὶ τῇ Κωνσταντίνου τελευτῇ.

Περὶ φοίνικος ὀρνέου.

Ὅπως ἐν νομίσμασιν ὡς εἰς οὐρανὸν ἀνιόντα Κωνσταντῖνον ἐνεχάρασσον.

Ὅτι τιμηθεὶς ὑπ’ αὐτοῦ θεὸς δικαίως αὐτὸν ἀντετίμησεν.

Ὅτι τῶν προγενομένων Ῥωμαίων βασιλέων εὐσεβέστερος Κωνσταντῖνος.

Λόγος δ´
I. Τοσαῦτα πράττων βασιλεὺς ἐπ’ οἰκοδομῇ καὶ εὐδοξίᾳ τῆς ἐκκλησίας τοῦ θεοῦ, πάντα τε πρὸς εὔφημον ἀκοὴν τῆς τοῦ σωτῆρος διδασκαλίας ἐκτελῶν, οὐδὲ τῶν ἐκτὸς κατωλιγώρει πραγμάτων, κἀν τούτοις δ’ ἐπαλλήλους καὶ συνεχεῖς ὁμοῦ πᾶσι τοῖς κατ’ ἔθνος οἰκοῦσι παντοίας διετέλει παρέχων εὐεργεσίας, ὧδε μὲν κοινὴν πρὸς ἅπαντας ἐνδεικνύμενος πατρικὴν κηδεμονίαν, ὧδε δὲ τῶν αὐτῷ γνωριζομένων ἕκαστον διαφόροις τιμῶν ἀξιώμασι, πάντα τε τοῖς πᾶσι μεγαλοψύχῳ διανοίᾳ δωρούμενος, οὐδ’ ἦν σκοποῦ διαμαρτεῖν τὸν παρὰ βασιλέως χάριν αἰτοῦντα, οὐδέ τις ἐλπίσας ἀγαθῶν τυχεῖν τοῦ προσδοκηθέντος ἠστόχησεν, ἀλλ’ οἱ μὲν χρημάτων, οἱ δὲ κτημάτων περιουσίας ἐτύγχανον, ἄλλοι ὑπαρχικῶν ἀξιωμάτων, οἱ δὲ συγκλήτου τιμῆς, οἱ δὲ τῆς τῶν ὑπάτων, πλείους δ’ ἡγεμόνες ἐχρημάτιζον, κομήτων δ’ οἱ μὲν πρώτου τάγματος ἠξιοῦντο, οἱ δὲ δευτέρου, οἱ δὲ τρίτου, διασημοτάτων θ’ ὡσαύτως καὶ ἑτέρων πλείστων ἄλλων ἀξιωμάτων μυρίοι ἄλλοι μετεῖχον· εἰς γὰρ τὸ πλείονας τιμᾶν διαφόρους ἐπενόει βασιλεὺς ἀξίας.

II. Ὅπως δὲ καὶ τὸ κοινὸν τῶν ἀνθρώπων εὐθυμεῖσθαι παρεσκεύαζε, σκοπήσειεν ἄν τις ἐξ ἑνὸς βιωφελοῦς καὶ διὰ πάντων ἐλθόντος εἰσέτι νῦν γνωριζομένου παραδείγματος. τῶν κατ’ ἔτος εἰσφορῶν τῶν ὑπὲρ τῆς χώρας συντελουμένων τὴν τετάρτην ἀφελὼν μοῖραν, τοῖς τῶν ἀγρῶν δεσπόταις ἐδωρεῖτο ταύτην, ὡς τῷ λογιζομένῳ τὴν κατ’ ἔτος ἀφαίρεσιν διὰ τεττάρων συμβαίνειν ἐνιαυτῶν ἀνεισφόρους γίγνεσθαι τοὺς τῶν ἀγρῶν κτήτορας. ὃ δὴ νόμῳ κυρωθὲν κρατῆσάν τε καὶ εἰς τὸν μετέπειτα χρόνον οὐ τοῖς παροῦσι μόνοις, καὶ παισὶν αὐτῶν διαδόχοις τε τοῖς τούτων ἄληστον καὶ διαιωνίζουσαν παρεῖχε τὴν βασιλέως χάριν. III. ἐπεὶ δ’ ἕτεροι τὰς τῶν πρότερον κρατούντων τῆς γῆς καταμετρήσεις κατεμέμφοντο, βεβαρῆσθαι σφῶν τὴν χώραν καταιτιώμενοι, πάλιν κἀνταῦθα θεσμῷ δικαιοσύνης ἄνδρας ἐξισωτὰς κατέπεμπε τοὺς τὸ ἀζήμιον τοῖς δεηθεῖσι παρέξοντας. IV. ἄλλοις δικάσας βασιλεύς, ὡς ἂν μὴ τὸ ληφθὲν παρ’ αὐτῷ μέρος ἧττον ἀπαλλάττοιτο χαῖρον τοῦ νενικηκότος, ἐξ οἰκείων ἐδωρεῖτο τοῖς νενικημένοις ἄρτι μὲν κτήματα ἄρτι δὲ χρήματα, τοῦ κρατήσαντος δίκην ἐξ ἴσου χαίρειν τὸν ἡττηθέντα παρασκευάζων ὡς ἂν τῆς αὐτοῦ θέας ἀξιωθέντα· μὴ γὰρ ἐξεῖναι ἄλλως τοσούτῳ βασιλεῖ παραστάντα κατηφῆ τινα καὶ λυπηρὸν ἀπαλλάττεσθαι. οὕτω δ’ οὖν ἄμφω φαιδροῖς καὶ μειδιῶσι προσώποις ἀνέλυον τῆς δίκης. θαῦμα δ’ ἐκράτει τοὺς πάντας τῆς βασιλέως μεγαλονοίας.

V. Τί δέ με χρὴ λόγου πάρεργον ποιεῖσθαι, ὡς τὰ βάρβαρα φῦλα τῇ Ῥωμαίων καθυπέταττεν ἀρχῇ, ὡς τὰ Σκυθῶν καὶ Σαυροματῶν γένη μήπω πρότερον δουλεύειν μεμαθηκότα πρῶτος αὐτὸς ὑπὸ ζυγὸν ἤγαγε, δεσπότας ἡγεῖσθαι Ῥωμαίους καὶ μὴ θέλοντας ἐπαναγκάσας. Σκύθαις μὲν γὰρ καὶ δασμοὺς οἱ πρόσθεν ἐτέλουν ἄρχοντες, Ῥωμαῖοί τε βαρβάροις ἐδούλευον εἰσφοραῖς ἐτησίοις. οὐκ ἦν δ’ ἄρα οὗτος βασιλεῖ φορητὸς ὁ λόγος, οὐδὲ τῷ νικητῇ καλὸν ἐνομίζετο τὰ ἴσα τοῖς ἔμπροσθεν προσφέρειν, τῷ δ’ αὐτοῦ ἐπιθαρρῶν σωτῆρι τὸ νικητικὸν τρόπαιον καὶ τούτοις ἐπανατείνας, ἐν ὀλίγῳ καιρῷ πάντας παρεστήσατο, ἄρτι μὲν τοὺς ἀφηνιῶντας στρατιωτικῇ σωφρονίσας χειρί, ἄρτι δὲ λογικαῖς πρεσβείαις τοὺς λοιποὺς ἡμερώσας, ἐξ ἀνόμου τε καὶ θηριώδους βίου ἐπὶ τὸ λογικὸν καὶ νόμιμον μεθαρμοσάμενος. οὕτω δ’ οὖν Σκύθαι Ῥωμαίοις ἔγνωσάν ποτε δουλεύειν.

VI. Σαυρομάτας δ’ αὐτὸς ὁ θεὸς ὑπὸ τοῖς Κωνσταντίνου ποσὶν ἤλαυνεν, ὧδέ πη τοὺς ἄνδρας βαρβαρικῷ φρονήματι γαυρουμένους χειρωσάμενος. Σκυθῶν γὰρ αὐτοῖς ἐπαναστάντων τοὺς οἰκέτας ὥπλιζον οἱ δεσπόται πρὸς ἄμυναν τῶν πολεμίων. ἐπεὶ δ’ ἐκράτουν οἱ δοῦλοι, κατὰ τῶν δεσποτῶν ἤραντο τὰς ἀσπίδας πάντας τ’ ἤλαυνον τῆς οἰκείας. οἱ δὲ λιμένα σωτηρίας οὐκ ἄλλον ἢ μόνον Κωνσταντῖνον εὕραντο, ὁ δ’ οἷα σῴζειν εἰδὼς τούτους πάντας ὑπὸ τῇ Ῥωμαίων εἰσεδέχετο χώρᾳ, ἐν οἰκείοις τε κατέλεγε στρατοῖς τοὺς ἐπιτηδείους, τοῖς δ’ ἄλλοις τῶν πρὸς τὴν ζωὴν εἵνεκα χώρας εἰς γεωργίαν διένεμεν, ὡς ἐπὶ καλῷ τὴν συμφορὰν αὐτοῖς ὁμολογεῖν γεγενῆσθαι Ῥωμαϊκῆς ἐλευθερίας ἀντὶ βαρβάρου θηριωδίας ἀπολαύουσιν. οὕτω δὴ θεὸς αὐτῷ τὰς κατὰ πάντων ἐθνῶν ἐδωρεῖτο νίκας, ὡς καὶ ἑκοντὶ ἐθέλειν ὑποτάττεσθαι αὐτῷ παντοῖα φῦλα βαρβάρων.

VII. Συνεχεῖς γοῦν ἁπανταχόθεν οἱ διαπρεσβευόμενοι δῶρα τὰ παρ’ αὐτοῖς πολυτελῆ διεκόμιζον, ὡς καὶ αὐτούς ποτε παρατυχόντας ἡμᾶς πρὸ τῆς αὐλείου τῶν βασιλείων πυλῶν στοιχηδὸν ἐν τάξει περίβλεπτα σχήματα βαρβάρων ἑστῶτα θεάσασθαι, οἷς ἔξαλλος μὲν ἡ στολή, διαλλάττων δ’ ὁ τῶν σχημάτων τρόπος, κόμη τε κεφαλῆς καὶ γενείου πάμπολυ διεστῶσα, βλοσυρῶν τε ἦν προσώπων βάρβαρος καὶ καταπληκτική τις ὄψις, σωμάτων θ’ ἡλικίας ὑπερβάλλοντα μεγέθη· καὶ οἷς μὲν ἐρυθραίνετο τὰ πρόσωπα, οἷς δὲ λευκότερα χιόνος ἦν, οἷς δ’ ἐβένου καὶ πίττης μελάντερα, οἱ δὲ μέσης μετεῖχον κράσεως, ἐπεὶ καὶ Βλεμμύων γένη Ἰνδῶν τε καὶ Αἰθιόπων, οἳ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν, τῇ τῶν εἰρημένων ἐθεωρεῖτο ἱστορίᾳ. ἐν μέρει δὲ τούτων ἕκαστοι, ὥσπερ ἐν πίνακος γραφῇ, τὰ παρ’ αὐτοῖς τίμια βασιλεῖ προσεκόμιζον, οἱ μὲν στεφάνους χρυσοῦς, οἱ δ’ ἐκ λίθων διαδήματα τιμίων, ἄλλοι ξανθοκόμους παῖδας, οἱ δὲ χρυσῷ καὶ ἄνθεσι καθυφασμένας βαρβαρικὰς στολάς, οἱ δ’ ἵππους, οἱ δ’ ἀσπίδας καὶ δόρατα μακρὰ καὶ βέλη καὶ τόξα, τὴν διὰ τούτων ὑπηρεσίαν τε καὶ συμμαχίαν βουλομένῳ βασιλεῖ παρέχειν ἐνδεικνύμενοι. ἃ δὴ παρὰ τῶν κομιζόντων ὑποδεχόμενος καὶ ἐντάττων, ἀντεδίδου τοσαῦτα βασιλεύς, ὡς ὑφ’ ἕνα καιρὸν πλουσιωτάτους ἀποφῆναι τοὺς κομιζομένους, ἐτίμα δὲ καὶ Ῥωμαϊκοῖς ἀξιώμασι τοὺς ἐν αὐτοῖς διαφανεστέρους, ὥστ’ ἤδη πλείους τὴν ἐνταῦθα στέργειν διατριβήν, ἐπανόδου τῆς εἰς τὰ οἰκεῖα λήθην πεποιημένους.

VIII. Ἐπειδὴ δὲ καὶ ὁ Περσῶν βασιλεὺς Κωνσταντίνῳ γνωρίζεσθαι διὰ πρεσβείας ἠξίου δῶρά τε καὶ οὗτος σπονδῶν φιλικῶν διεπέμπετο σύμβολα, ἔπραττε {δὲ} τὰς συνθήκας κἀπὶ τούτῳ βασιλεύς, ὑπερβολῇ φιλοτίμῳ τὸν τῆς τιμῆς προαρξάμενον νικῶν ταῖς ἀντιδόσεσι. πυθόμενος γέ τοι παρὰ τῷ Περσῶν γένει πληθύειν τὰς τοῦ θεοῦ ἐκκλησίας λαούς τε μυριάνδρους ταῖς Χριστοῦ ποίμναις ἐναγελάζεσθαι, χαίρων ἐπὶ τῇ τούτων ἀκοῇ οἷά τις κοινὸς τῶν ἁπανταχοῦ κηδεμὼν πάλιν κἀνταῦθα τὴν ὑπὲρ τῶν ἁπάντων ἐποιεῖτο πρόνοιαν. οἰκείαις δ’ οὖν αὐτὸς καὶ τοῦτο παραστήσει φωναῖς δι’ ὧν πρὸς τὸν Περσῶν βασιλέα διεπέμψατο γραμμάτων, σὺν ἐμμελείᾳ τῇ πάσῃ καὶ ἐπιστρεφείᾳ τοὺς ἄνδρας αὐτῷ παρατιθέμενος. φέρεται μὲν οὖν Ῥωμαίᾳ γλώττῃ παρ’ αὐτοῖς ἡμῖν καὶ τοῦτο τὸ βασιλέως ἰδιόγραφον γράμμα, μεταβληθὲν δ’ ἐπὶ τὴν Ἑλλήνων φωνὴν γνωριμώτερον γένοιτ’ ἂν τοῖς ἐντυγχάνουσιν, ὧδέ πη περιέχον.

IX. Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μεταλαγχάνω. τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν ἐπιγινώσκω. τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιωτάτην θρησκείαν γνωρίζω. διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγιωτάτου θεοῦ ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ. τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον, ἐκ τῶν περάτων τοῦ Ὠκεανοῦ ἀρξάμενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίοις σωτηρίας ἐλπίσι διήγειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν ὥσπερ ἔκ τινος θεραπείας ἀναζωπυρηθῆναι. τοῦτον τὸν θεὸν πρεσβεύω, οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνακείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ’ ἅπερ ἂν ὁ τοῦ δικαίου λόγος παρακαλῇ κατευθύνεται· ἐξ αὐτῶν δ’ ἐκείνων περιφανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω. τοῦτον τὸν θεὸν ἀθανάτῳ μνήμῃ τιμᾶν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ διανοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι· X. τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυκτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς ἅπασιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολλοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψε τοῖς κατωτάτω μέρεσι παραδοῦσα. ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος. ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετὰ ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπεινόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων. οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ’ ἑαυτοῦ ἐπικουρίαις κρατύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει.

XI. Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον ἕνα θεὸν ὁμολογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὃν πολλοὶ τῶν τῇδε βασιλευσάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήσασθαι. ἀλλ’ ἐκείνους μὲν ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ’ ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ’ ἄλλου παραδείγματος τοῖς παρὰ τούτοις τὰ ὅμοια ζηλοῦσι τίθεσθαι. τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὃν ὥσπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκεν, τῆς [ἐπ’ αὐτῷ] αἰσχύνης πολυθρύλητον τὸ παρ’ ὑμῖν τρόπαιον ἀποφήναντα.

XII. Ἀλλὰ γὰρ [ἔοικεν] εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι. ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον λαὸν [ἐκταραξάντων]. διὸ δὴ καὶ πολλὴ χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ θεραπεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτοῖς τῆς εἰρήνης, ἀγάλλεται καὶ γαυριᾷ. ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχειν ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς ἑαυτὸν ἀγείρειν ἀξιοῖ.

XIII. Τούτου τοῦ καταλόγου τῶν ἀνθρώπων, λέγω δὴ τῶν Χριστιανῶν (ὑπὲρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα ὅτι καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον, ὥσπερ ἔστι μοι βουλομένῳ, κεκόσμηται. σοί τ’ οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις θ’ ὡσαύτως ὑπάρχοι τὰ κάλλιστα, ὅτι σοὶ κἀκεῖνοι. οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην [πρᾶον], ἵλεω καὶ εὐμενῆ. τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων· τούτους ἀγάπα ἁρμοδίως τῆς σεαυτοῦ φιλανθρωπίας· σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν.

XIV. Οὕτω δὴ λοιπὸν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐθνῶν ὥσπερ ὑφ’ ἑνὶ κυβερνήτῃ διευθυνομένων καὶ τὴν ὑπὸ τῷ θεράποντι τοῦ θεοῦ πολιτείαν ἀσπαζομένων, μηδενὸς μηκέτι παρενοχλοῦντος τὴν Ῥωμαίων ἀρχήν, ἐν εὐσταθεῖ καὶ ἀταράχῳ βίῳ τὴν ζωὴν διῆγον οἱ πάντες. βασιλεὺς δὲ κρίνας αὐτῷ τὰ μεγάλα συντείνειν πρὸς τὴν τῶν ὅλων φυλακὴν τὰς τῶν θεοσεβῶν εὐχάς, ταύτας ἀναγκαίως ἐπορίζετο αὐτός θ’ ἱκέτης γιγνόμενος τοῦ θεοῦ τοῖς τε τῶν ἐκκλησιῶν προέδροις τὰς ὑπὲρ αὐτοῦ λιτὰς ποιεῖσθαι ἐγκελευόμενος.

XV. Ὅση δ’ αὐτοῦ τῇ ψυχῇ πίστεως ἐνθέου ὑπεστήρικτο δύναμις, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασι τὴν αὐτὸς αὐτοῦ εἰκόνα ὧδε γράφεσθαι διετύπου, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένου πρὸς θεὸν τρόπον εὐχομένου. τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ’ ὅλης τῆς Ῥωμαίων διέτρεχεν οἰκουμένης. ἐν αὐτοῖς δὲ βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε δ’ ἐκτεταμένος εὐχομένου σχήματι. XVI. ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν κἀν ταῖς γραφαῖς εὐχόμενον ἀνίστη. νόμῳ δ’ ἀπεῖργεν εἰκόνας αὐτοῦ εἰδώλων ἐν ναοῖς ἀνατίθεσθαι, ὡς μηδὲ μέχρι σκιαγραφίας τῇ πλάνῃ τῶν ἀπειρημένων μολύνοιτο {ἡ γραφή}.

XVII. Σκέψαιτο δ’ ἄν τις τὰ τούτων σεμνότερα, διαγνοὺς ὡς ἐν αὐτοῖς τοῖς βασιλείοις ἐκκλησίας θεοῦ τρόπον διέθετο, σπουδῆς ἐξάρχων αὐτὸς τῶν ἔνδον ἐκκλησιαζομένων· μετὰ χεῖράς γέ τοι λαμβάνων τὰς βίβλους τῇ τῶν θεοπνεύστων λογίων θεωρίᾳ προσανεῖχε τὸν νοῦν, εἶτ’ εὐχὰς ἐνθέσμους σὺν τοῖς τὸν βασίλειον οἶκον πληροῦσιν ἀπεδίδου.

XVIII. Καὶ ἡμέραν δ’ εὐχῶν ἡγεῖσθαι κατάλληλον τὴν κυρίαν ἀληθῶς καὶ πρώτην ὄντως κυριακήν τε καὶ σωτήριον διετύπου. διάκονοι δ’ αὐτῷ καὶ ὑπηρέται θεῷ καθιερωμένοι βίου τε σεμνότητι καὶ ἀρετῇ πάσῃ κόσμιοι ἄνδρες φύλακες τοῦ παντὸς οἴκου καθίσταντο, δορυφόροι τε πιστοί, σωματοφύλακες, τρόποις εὐνοίας [πιστῆς] καθωπλισμένοι, βασιλέα διδάσκαλον εὐσεβῶν ἐπεγράφοντο τρόπων, τιμῶντες οὐχ ἧττον καὶ αὐτοὶ τὴν σωτήριον καὶ κυριακὴν ἡμέραν εὐχάς τε ἐν αὐτῇ συντελοῦντες τὰς βασιλεῖ φίλας. ταὐτὸν δὲ πράττειν καὶ πάντας ἐνῆγεν ἀνθρώπους ὁ μακάριος, ὥσπερ εὐχὴν ταύτην πεποιημένος ἠρέμα σύμπαντας ἀνθρώπους θεοσεβεῖς ἀπεργάσασθαι. διὸ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ πολιτευομένοις ἅπασι σχολὴν ἄγειν ταῖς ἐπωνύμοις τοῦ σωτῆρος ἡμέραις ἐνομοθέτει, ὁμοίως δὲ καὶ τὰς <πρὸ> τοῦ σαββάτου τιμᾶν, μνήμης ἕνεκά μοι δοκεῖν τῶν ἐν ταύταις τῷ κοινῷ σωτῆρι πεπρᾶχθαι μνημονευομένων. τὴν δέ γε σωτήριον ἡμέραν, ἣν καὶ φωτὸς εἶναι καὶ ἡλίου ἐπώνυμον συμβαίνει, τὰ στρατιωτικὰ πάντα διὰ σπουδῆς τιμᾶν διδάσκων, τοῖς μὲν τῆς ἐνθέου μετέχουσι πίστεως ἀκωλύτως τῇ ἐκκλησίᾳ τοῦ θεοῦ προσκαρτερεῖν μετεδίδου σχολῆς, ἐφ’ ᾧ τὰς εὐχὰς μηδενὸς αὐτοῖς ἐμποδὼν γινομένου συντελεῖν, XIX. τοῖς δὲ μήπω τοῦ θείου λόγου μετασχοῦσιν ἐν δευτέρῳ νόμῳ διεκελεύετο <κατὰ> τὰς κυριακὰς ἡμέρας ἐν προαστείοις ἐπὶ καθαροῦ προιέναι πεδίου κἀνταῦθα μεμελετημένην εὐχὴν ἐξ ἑνὸς συνθήματος ὁμοῦ τοὺς πάντας ἀναπέμπειν θεῷ. μὴ γὰρ δόρασι χρῆναι, μηδὲ παντευχίαις, μηδ’ ἀλκῇ σωμάτων τὰς ἑαυτῶν ἐξάπτειν ἐλπίδας, τὸν δ’ ἐπὶ πάντων εἰδέναι θεόν, παντὸς ἀγαθοῦ καὶ δὴ καὶ αὐτῆς νίκης δοτῆρα, ᾧ καὶ τὰς ἐνθέσμους προσήκειν ἀποδιδόναι εὐχάς, ἄνω μὲν αἴροντας εἰς οὐρανὸν μετεώρους τὰς χεῖρας, ἀνωτάτω δ’ ἐπὶ τὸν οὐράνιον βασιλέα τοὺς τῆς διανοίας παραπέμποντας ὀφθαλμούς, κἀκεῖνον ταῖς εὐχαῖς νίκης δοτῆρα καὶ σωτῆρα φύλακά τε καὶ βοηθὸν ἐπιβοωμένους. καὶ τῆς εὐχῆς δὲ τοῖς στρατιωτικοῖς ἅπασι διδάσκαλος ἦν αὐτός, Ῥωμαίᾳ γλώττῃ τοὺς πάντας ὧδε λέγειν ἐγκελευσάμενος· XX. «σὲ μόνον οἴδαμεν θεόν, σὲ βασιλέα γνωρίζομεν, σὲ βοηθὸν ἀνακαλούμεθα, παρὰ σοῦ τὰς νίκας ἠράμεθα, διὰ σοῦ κρείττους τῶν ἐχθρῶν κατέστημεν, σοὶ τὴν τῶν προυπαρξάντων ἀγαθῶν χάριν γνωρίζομεν, σὲ καὶ τῶν μελλόντων <δοτῆρα> ἐλπίζομεν, σοῦ πάντες ἱκέται γιγνόμεθα, τὸν ἡμέτερον βασιλέα Κωνσταντῖνον παῖδάς τε αὐτοῦ θεοφιλεῖς ἐπὶ μήκιστον ἡμῖν βίου σῶον καὶ νικητὴν φυλάττεσθαι ποτνιώμεθα.» τοιαῦτα κατὰ τὴν τοῦ φωτὸς ἡμέραν ἐνομοθέτει πράττειν τὰ στρατιωτικὰ τάγματα, καὶ τοιαύτας ἐδίδασκεν ἐν ταῖς πρὸς θεὸν εὐχαῖς ἀφιέναι φωνάς.

XXI. Ἤδη δὲ καὶ ἐπ’ αὐτῶν τῶν ὅπλων τὸ τοῦ σωτηρίου τροπαίου σύμβολον κατασημαίνεσθαι ἐποίει, τοῦ τε ἐνόπλου στρατοῦ προπομπεύειν χρυσῶν μὲν ἀγαλμάτων, ὁποῖα πρότερον αὐτοῖς ἔθος ἦν, τὸ μηθέν, μόνον δὲ τὸ σωτήριον τρόπαιον.

XXII. Αὐτὸς δ’ οἷά τις μέτοχος ἱερῶν ὀργίων ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ βασιλικοῖς ταμείοις καιροῖς ἑκάστης ἡμέρας τακτοῖς ἑαυτὸν ἐγκλείων, μόνος μόνῳ τῷ αὐτοῦ προσωμίλει θεῷ, ἱκετικαῖς τε δεήσεσι γονυπετῶν κατεδυσώπει ὧν ἐδεῖτο τυχεῖν, ταῖς δὲ τῆς σωτηρίου ἑορτῆς ἡμέραις ἐπιτείνων τὴν ἄσκησιν πάσῃ ῥώμῃ ψυχῆς καὶ σώματος τὰς θείας ἱεροφαντίας ἐτελεῖτο, ὧδε μὲν ἁγνείᾳ βίου ὅλως ἀνακείμενος, ὧδε δὲ τοῖς πᾶσι τῆς ἑορτῆς ἐξάρχων. τὴν δ’ ἱερὰν διανυκτέρευσιν μετέβαλλεν εἰς ἡμερινὰ φῶτα, κηροῦ κίονας ὑψηλοτάτους καθ’ ὅλης ἐξαπτόντων τῆς πόλεως τῶν ἐπὶ τούτῳ τεταγμένων, λαμπάδες δ’ ἦσαν πυρὸς πάντα φωτίζουσαι τόπον, ὡς λαμπρᾶς ἡμέρας τηλαυγεστέραν τὴν μυστικὴν διανυκτέρευσιν ἀποτελεῖσθαι. διαλαβούσης δὲ τῆς ἕω, τὰς σωτηρίους εὐεργεσίας μιμούμενος πᾶσιν ἔθνεσι λαοῖς τε καὶ δήμοις τὴν εὐεργετικὴν ἐξήπλου δεξιάν, πλούσια πάντα τοῖς πᾶσι δωρούμενος.

XXIII. Οὕτω μὲν οὖν αὐτὸς τῷ ἑαυτοῦ ἱερᾶτο θεῷ. καθόλου δὲ τοῖς ὑπὸ τῇ Ῥωμαίων ἀρχῇ δήμοις τε καὶ στρατιωτικοῖς πύλαι πάσης ἀπεκλείοντο εἰδωλολατρίας, θυσίας τε τρόπος ἀπηγορεύετο πᾶς. καὶ τοῖς κατ’ ἔθνος δ’ ἄρχουσιν ὁμοίως τὴν κυριακὴν ἡμέραν νόμος ἐφοίτα γεραίρειν· οἱ δ’ αὐτοὶ νεύματι βασιλέως καὶ μαρτύρων ἡμέρας ἐτίμων καιρούς θ’ ἑορτῶν ἐκκλησίαις ἐδόξαζον, πάντα τε βασιλεῖ καταθυμίως τὰ τοιαῦτα ἐπράττετο.

XXIV. Ἔνθεν εἰκότως αὐτὸς ἐν ἑστιάσει ποτὲ δεξιούμενος ἐπισκόπους λόγον ἀφῆκεν, ὡς ἄρα καὶ αὐτὸς εἴη ἐπίσκοπος, ὧδέ πη αὐτοῖς εἰπὼν ῥήμασιν ἐφ’ ἡμετέραις ἀκοαῖς· «ἀλλ’ ὑμεῖς μὲν τῶν εἴσω τῆς ἐκκλησίας, ἐγὼ δὲ τῶν ἐκτὸς ὑπὸ θεοῦ καθεσταμένος ἐπίσκοπος ἂν εἴην.» ἀκόλουθα δὲ τῷ λόγῳ διανοούμενος τοὺς ἀρχομένους ἅπαντας ἐπεσκόπει, προὔτρεπέ τε ὅσηπερ ἂν ἡ δύναμις τὸν εὐσεβῆ μεταδιώκειν βίον.

XXV. Ἔνθεν εἰκότως ἐπαλλήλοις νόμοις τε καὶ διατάξεσι τοῖς πᾶσι διεκελεύετο μὴ θύειν εἰδώλοις, μὴ μαντεῖα περιεργάζεσθαι, μὴ ξοάνων ἐγέρσεις ποιεῖσθαι, μὴ τελετὰς κρυφίους ἐκτελεῖν, μὴ μονομάχων μιαιφονίαις μολύνειν τὰς πόλεις. τοῖς δὲ κατ’ Αἴγυπτον αὐτήν τε τὴν Ἀλεξάνδρειαν τὸν παρ’ αὐτοῖς ποταμὸν δι’ ἀνδρῶν ἐκτεθηλυμμένων θεραπεύειν ἔθος ἔχουσι νόμος ἄλλος κατεπέμπετο, πᾶν τὸ τῶν ἀνδρογύνων γένος ὥσπερ τι κίβδηλον ἀφανὲς γίγνεσθαι τοῦ βίου, μηδ’ ἐξεῖναί ποι ὁρᾶσθαι τοὺς τὴν ἀσέλγειαν ταύτην νενοσηκότας. ἐπεὶ δ’ ὑπέλαβον οἱ δεισιδαίμονες μηκέτι τὸν ποταμὸν ῥεύσειν αὐτοῖς συνήθως, πᾶν τοὐναντίον ἢ προσεδόκησαν θεὸς τῷ βασιλέως συμπράττων νόμῳ κατειργάζετο. οἱ μὲν γὰρ οὐκέτι ἦσαν οἱ τῇ σφῶν βδελυρίᾳ τὰς πόλεις μιαίνοντες, ὁ δὲ ὡσανεὶ καθαρθείσης αὐτῷ τῆς χώρας ἐφέρετο οἷος οὐδέποτε, ἀνέβαινέ τε πλουσίῳ τῷ ῥεύματι πάσας ἐπικλύζων τὰς ἀρούρας, ἔργῳ παιδεύων τοὺς ἄφρονας μιαροὺς μὲν ἐκτρέπεσθαι δεῖν ἄνδρας, μόνῳ δὲ τῷ παντὸς ἀγαθοῦ δοτῆρι τὴν τῶν καλῶν ἀνατιθέναι αἰτίαν.

XXVI. Ἀλλὰ γὰρ μυρία τοιαῦτα βασιλεῖ πραχθέντα ἐφ’ ἑκάστης ἐπαρχίας, πλείστη γένοιτ’ ἂν ῥᾳστώνη τοῖς γράφειν αὐτὰ φιλοτιμουμένοις, ὥσπερ οὖν καὶ νόμους, οὓς ἐκ παλαιῶν ἐπὶ τὸ ὁσιώτερον μεταβάλλων ἀνενεοῦτο. καὶ τούτων δ’ ἐν ὀλίγῳ ῥᾷον ἐκφῆναι τὸν τρόπον.

Τοὺς ἄπαιδας παλαιοὶ νόμοι στερήσει τῆς τῶν γνωρίμων διαδοχῆς ἐτιμωροῦντο, καὶ ἦν οὗτος κατὰ τῶν ἀτέκνων ἀπηνὴς [νόμος], ὡσανεὶ πεπλημμεληκότας αὐτοὺς ζημίᾳ κολάζων. λύσας δὴ συγχωρεῖ κληρονομεῖν τοὺς προσήκοντας. τοῦτο βασιλεὺς ἐπὶ τὸ ὅσιον μεθήρμοζε, τοὺς κατὰ γνώμην πλημμελοῦντας εἰπὼν τῇ προσηκούσῃ δεῖν σωφρονίζειν κολάσει. ἄπαιδας μὲν πολλοὺς ἡ φύσις ἀνέδειξεν, εὐξαμένους μὲν πολυπαιδίας εὐτυχῆσαι, στερηθέντας δὲ φύσεως ἀσθενείᾳ· ἄλλοι δ’ ἄπαιδες γεγόνασιν οὐ παραιτήσει παίδων διαδοχῆς, γυναικείας δ’ ἀποστροφῇ μίξεως, ἣν σφοδροτάτῳ φιλοσοφίας ἔρωτι προείλοντο· ἁγνείαν δὲ καὶ παντελῆ παρθενίαν γυναῖκες ἱερωσύνῃ θεοῦ καθιερωμέναι μετῆλθον, ἁγνῷ καὶ παναγίῳ βίῳ ψυχῆς καὶ σώματος σφᾶς αὐτὰς καθιερώσασαι. τί οὖν, τιμωρίας ἄξιον τοῦτο ἢ θαύματος καὶ ἀποδοχῆς ἐχρῆν ἡγεῖσθαι; ἡ μὲν γὰρ προθυμία πολλοῦ ἀξία, τὸ δὲ κατόρθωμα κρεῖττον φύσεως. τοὺς μὲν οὖν ἀσθενείᾳ φύσεως παίδων ἐπιθυμίας στερουμένους ἐλεεῖσθαι ἀλλ’ οὐ τιμωρεῖσθαι προσήκειν, τὸν δὲ τοῦ κρείττονος ἐραστὴν ἄξιον εἶναι ὑπερθαυμάζειν ἀλλ’ οὐ κολάζειν. οὕτω τὸν νόμον βασιλεὺς σὺν ὀρθῷ λογισμῷ μετερρύθμιζε.

Κἄπειτα τῶν τὸν βίον μεταλλαττόντων ὁμοίως παλαιοὶ μὲν νόμοι ἐπ’ αὐτῆς ἐσχάτης ἀναπνοῆς ἀκριβολογεῖσθαι ῥημάτων λέξεσι τὰς συνταττομένας διαθήκας τρόπους τε τίνας καὶ ποίας δεῖ φωνὰς ἐπιλέγεσθαι ὥριζον, καὶ πολλὰ ἐκ τούτων ἐκακουργεῖτο ἐπὶ περιγραφῇ τῆς τῶν κατοιχομένων προαιρέσεως. ἃ δὴ συνιδὼν βασιλεὺς καὶ τοῦτον μετεποίει τὸν νόμον, ψιλοῖς ῥηματίοις καὶ ταῖς τυχούσαις φωναῖς τὸν τελευτῶντα δεῖν τὰ κατὰ γνώμην διατάττεσθαι φήσας κἀν τῷ τυχόντι γράμματι τὴν αὐτοῦ δόξαν ἐκτίθεσθαι, κἂν ἀγράφως ἐθέλῃ, μόνον ἐπὶ μαρτύρων τοῦτο πράττειν ἀξιοχρέων, τὴν πίστιν δυνατῶν σὺν ἀληθείᾳ φυλάττειν.

XXVII. Ἀλλὰ καὶ Ἰουδαίοις μηδένα Χριστιανὸν δουλεύειν ἐνομοθέτει· μηδὲ γὰρ θεμιτὸν εἶναι προφητοφόνταις καὶ κυριοκτόνοις τοὺς ὑπὸ τοῦ σωτῆρος λελυτρωμένους ζυγῷ δουλείας ὑπάγεσθαι· εἰ δ’ εὑρεθείη τις τοιοῦτος, τὸν μὲν ἀνεῖσθαι ἐλεύθερον, τὸν δὲ ζημίᾳ χρημάτων κολάζεσθαι.

Καὶ τοὺς τῶν ἐπισκόπων δὲ ὅρους τοὺς ἐν συνόδοις ἀποφανθέντας ἐπεσφραγίζετο, ὡς μὴ ἐξεῖναι τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ δόξαντα παραλύειν· παντὸς γὰρ εἶναι δικαστοῦ τοὺς ἱερεῖς τοῦ θεοῦ δοκιμωτέρους.

Τούτοις ἀδελφὰ μυρία τοῖς ὑπὸ τὴν ἀρχὴν διετύπου, ἃ δὴ σχολῆς ἂν δέοιτο παραδοῦναι ὑποθέσει οἰκείᾳ εἰς ἀκριβῆ διάγνωσιν τῆς κἀν τούτοις βασιλικῆς φρονήσεως.

Τί χρὴ νῦν διεξιέναι ὡς τῷ ἐπὶ πάντων συνάψας ἑαυτὸν θεῷ, ἐξ ἕω εἰς ἑσπέραν τίνας εὖ ποιήσειεν ἀνθρώπων περιενόει, καὶ ὡς πᾶσι μὲν ἴσος ἦν καὶ κοινὸς πρὸς εὐποιίαν; XXVIII. ταῖς δ’ ἐκκλησίαις τοῦ θεοῦ καθ’ ὑπεροχὴν ἐξαίρετον πλεῖσθ’ ὅσα παρεῖχεν, ὧδε μὲν ἀγρούς, ἀλλαχόθι δὲ σιτοδοσίας ἐπὶ χορηγίᾳ πενήτων ἀνδρῶν παίδων τ’ ὀρφανῶν καὶ γυναικῶν οἰκτρῶν δωρούμενος. ἤδη δὲ σὺν πολλῇ φροντίδι καὶ περιβλημάτων πλείστων ὅσων γυμνοῖς καὶ ἀνείμοσι προὐνόει. διαφερόντως δ’ ἠξιοῦτο τιμῆς πλείονος τοὺς τὸν σφῶν βίον τῇ κατὰ θεὸν ἀναθέντας φιλοσοφίᾳ. τὸν γοῦν τῶν παναγίων ἀειπαρθένων χορὸν τοῦ θεοῦ μονονουχὶ καὶ σέβων διετέλει, ταῖς τῶν τοιῶνδε ψυχαῖς ἔνοικον αὐτὸν ὑπάρχειν ᾧ καθιέρωσαν ἑαυτὰς θεὸν πειθόμενος.

XXIX. Καὶ μὴν τὴν αὐτὸς αὐτοῦ διάνοιαν τοῖς ἐνθέοις συναύξων λόγοις, ἐπαγρύπνους μὲν διῆγε τοὺς τῶν νυκτῶν καιρούς, σχολῇ δὲ λογογραφῶν συνεχεῖς ἐποιεῖτο τὰς παρόδους, προσήκειν ἡγούμενος ἑαυτῷ λόγῳ παιδευτικῷ τῶν ἀρχομένων κρατεῖν λογικήν τε τὴν σύμπασαν καταστήσασθαι βασιλείαν. διὸ δὴ συνεκάλει μὲν αὐτός, μυρία δ’ ἔσπευδεν ἐπ’ ἀκρόασιν πλήθη φιλοσοφοῦντος ἀκουσόμενα βασιλέως. εἰ δέ πη λέγοντι θεολογίας αὐτῷ παρήκοι καιρός, πάντως που ὄρθιος ἑστὼς συνεστραμμένῳ προσώπῳ κατεσταλμένῃ τε φωνῇ, μυεῖν ἔδοξεν ἂν τοὺς παρόντας σὺν εὐλαβείᾳ τῇ πάσῃ τὴν ἔνθεον διδασκαλίαν, εἶτ’ ἐπιφωνούντων βοαῖς εὐφήμοις τῶν ἀκροωμένων, ἄνω βλέπειν εἰς οὐρανὸν διένευε καὶ μόνον ὑπερθαυμάζειν καὶ τιμᾶν σεβασμίοις ἐπαίνοις τὸν ἐπὶ πάντων βασιλέα. ὑποδιαιρῶν δὲ τὰς ὑποθέσεις, τοτὲ μὲν τῆς πολυθέου πλάνης ἐλέγχους κατεβάλλετο, παριστὰς ἀπάτην εἶναι καὶ ἀθεότητος πρόβολον τὴν τῶν ἐθνῶν δεισιδαιμονίαν, τοτὲ δὲ τὴν μόναρχον γνωρίζειν παρεδίδου θεότητα, διῄει δ’ ἐφεξῆς τὸν περὶ προνοίας τῶν τε καθόλου καὶ τῶν περὶ μέρους λόγον. ἔνθεν δ’ ἐπὶ τὴν σωτήριον κατέβαινεν οἰκονομίαν, καὶ ταύτην δεικνὺς ἀναγκαίως κατὰ τὸν προσήκοντα γεγενῆσθαι λόγον. μεταβὰς δ’ ἐντεῦθεν τὴν περὶ τοῦ θείου δικαιωτηρίου διδασκαλίαν ἐκίνει. ἔνθα δὴ μάλιστα τῶν ἀκροατῶν πληκτικώτατα καθήπτετο, διελέγχων τοὺς ἅρπαγας καὶ πλεονέκτας τούς τ’ ἀπληστίᾳ φιλοχρημοσύνης σφᾶς αὐτοὺς ἐκδεδωκότας. παίων δ’ ὥσπερ καὶ διαμαστίζων τῷ λόγῳ τῶν περιεστώτων γνωρίμων τινὰς κάτω νεύειν πληττομένους τὴν συνείδησιν ἐποίει· οἷς δὴ λαμπραῖς φωναῖς μαρτυρόμενος διεστέλλετο θεῷ λόγον δώσειν τῶν ἐγχειρουμένων αὐτοῖς· αὐτῷ μὲν γὰρ τὸν ἐπὶ πάντων θεὸν τῶν ἐπὶ γῆς τὴν βασιλείαν παρασχεῖν, αὐτὸν δὲ μιμήσει τοῦ κρείττονος τῆς ἀρχῆς τὰς κατὰ μέρος αὐτοῖς ἐπιτρέψαι διοικήσεις, πάντας γε μὴν τῷ μεγάλῳ βασιλεῖ κατὰ καιρὸν τὰς εὐθύνας τῶν πραττομένων ὑφέξειν. ταῦτα συνεχῶς διεμαρτύρετο, ταῦθ’ ὑπεμίμνησκε, τούτων διδάσκαλος ἦν.

Ἀλλ’ ὁ μὲν ἐπιθαρρῶν γνησίᾳ τῇ πίστει τοιαῦτ’ ἐφρόνει καὶ διεστέλλετο, οἱ δ’ ἄρ’ ἦσαν δυσμαθεῖς καὶ πρὸς τὰ καλὰ κεκωφωμένοι, γλώττῃ μὲν καὶ βοαῖς εὐφήμοις ἐπικροτοῦντες τὰ λεγόμενα, ἔργοις δὲ κατολιγωροῦντες αὐτῶν δι’ ἀπληστίαν, ὥστ’ ἤδη ποτὲ τῶν ἀμφ’ αὐτόν τινος ἐπιλαβόμενον φάναι· XXX. «καὶ μέχρι τίνος, ὦ οὗτος, τὴν ἀπληστίαν ἐκτείνομεν;» εἶτ’ ἐπὶ γῆς μέτρον ἀνδρὸς ἡλικίας ἐγχαράξας τῷ δόρατι, ὃ μετὰ χεῖρας ἔχων ἐτύγχανε, «τὸν σύμπαντα τοῦ βίου πλοῦτον», ἔφη, «καὶ τὸ πᾶν τῆς γῆς στοιχεῖον εἰ κτήσαιο, πλέον οὐδὲν τουτουὶ τοῦ περιγραφέντος γηδίου ἀποίσεις, εἰ δὴ κἂν αὐτοῦ τύχοις.» ἀλλ’ οὐδένα ταῦτα λέγων τε καὶ πράττων ἔπαυεν ὁ μακάριος, τὰ πράγματα δ’ ἐναργῶς αὐτοὺς θεοπροπίοις ἔπεισεν ἀλλ’ οὐ ψιλοῖς ῥηματίοις ἐοικέναι τὰ βασιλέως θεσπίσματα.

XXXI. Ἐπεὶ δ’ οὐκ ἦν θανάτου φόβος ἀπείργων τοὺς κακοὺς τῆς μοχθηρίας, βασιλέως μὲν ὅλου πρὸς τὸ φιλάνθρωπον ἐκδεδομένου, τῶν δὲ καθ’ ἕκαστον ἔθνος ἀρχόντων μηδαμῆ μηδαμῶς μηδενὸς τοῖς πλημμελοῦσιν ἐπεξιόντος, τοῦτο δὴ μομφὴν οὐ τὴν τυχοῦσαν τῇ καθόλου διοικήσει παρεῖχεν, εἴτ’ οὖν εὐλόγως εἴτε καὶ μή, ὅπη φίλον ἑκάστῳ κρινέτω, ἐμοὶ δ’ ἐφείσθω τἀληθῆ γράφειν.

XXXII. Ῥωμαίᾳ μὲν οὖν γλώττῃ τὴν τῶν λόγων συγγραφὴν βασιλεὺς παρεῖχε. μετέβαλλον δ’ αὐτὴν Ἑλλάδι μεθερμηνευταὶ φωνῇ οἷς τοῦτο ποιεῖν ἔργον ἦν, τῶν δ’ ἑρμηνευθέντων λόγων δείγματος ἕνεκεν μετὰ τὴν παροῦσαν ὑπόθεσιν ἑξῆς ἐκεῖνον συνάψω, ὃν ὁ αὐτὸς ἐπέγραψε «Τῷ τῶν ἁγίων συλλόγῳ», τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἀναθεὶς τὴν γραφήν, ὡς μή τις κόμπον εἶναι νομίσειε τὴν ἡμετέραν ἀμφὶ τῶν λεχθέντων μαρτυρίαν.

XXXIII. Κἀκεῖνο δὲ μνήμης οὔ μοι δοκεῖ ἀπόβλητον εἶναι, ὃ δὴ καὶ ἐφ’ ἡμῶν αὐτῶν ὁ θαυμάσιος κατεπράξατο. ἐπειδὴ γάρ ποτε θάρσει τῆς αὐτοῦ περὶ τὸ θεῖον εὐλαβείας ἀμφὶ τοῦ σωτηρίου μνήματος λόγον παρασχεῖν εἰς ἐπήκοον αὐτοῦ δεδεήμεθα, προθυμότατα μὲν τὰς ἀκοὰς ὑπεῖχε, πλήθους δ’ ἀκροατῶν περιεστῶτος ἔνδον ἐν αὐτοῖς βασιλείοις ὄρθιος ἑστὼς ἅμα τοῖς λοιποῖς ἐπηκροᾶτο, ἡμῶν δ’ ἀντιβολούντων ἐπὶ παρακειμένῳ τῷ βασιλικῷ θρόνῳ διαναπαύεσθαι, ἐπείθετο μὲν οὐδαμῶς, συντεταμένῳ δὲ λογισμῷ τὴν διάκρισιν ἐποιεῖτο τῶν λεγομένων, ταῖς τε δογματικαῖς θεολογίαις ἀλήθειαν ἐπεμαρτύρει. ἐπεὶ δὲ πολὺς ἦν ὁ χρόνος ὅ τε λόγος ἐμηκύνετο, ἡμεῖς μὲν καταπαύειν προῃρήμεθα, ὁ δ’ οὐκ ἀνίει, περαίνειν δ’ εἰς τέλος προὔτρεπεν· ἀντιβολούντων δὲ καθέζεσθαι ἀντεδυσώπει, τοτὲ μὲν φήσας ὡς οὐ θεμιτὸν εἴη τῶν περὶ θεοῦ κινουμένων δογμάτων ἀνειμένως ἀκροᾶσθαι, τοτὲ δὲ συμφέρειν αὐτῷ καὶ λυσιτελεῖν τοῦτο· ἑστῶτας γὰρ ὑπακούειν τῶν θείων ὅσιον. ἐπεὶ δὲ καὶ ταῦτα τέλους ἐτύγχανεν, ἡμεῖς μὲν οἴκαδε ἐπανῄειμεν καὶ τὰς συνήθεις ἀπελαμβάνομεν διατριβάς, XXXIV. ὁ δὲ τῶν ἐκκλησιῶν τοῦ θεοῦ πεπρονοημένος, περὶ κατασκευῆς θεοπνεύστων λογίων εἰς ἡμέτερον πρόσωπον ἐπετίθει γράμμα. συνῆπτε δ’ αὐτῷ καὶ ἄλλο περὶ τῆς ἁγιωτάτης τοῦ πάσχα ἑορτῆς. προσφωνησάντων γὰρ ἡμῶν αὐτῷ μυστικὴν ἀνακάλυψιν τοῦ τῆς ἑορτῆς λόγου, ὅπως ἡμᾶς ἠμείψατο τιμήσας ἀντιφωνήσει, μάθοι ἄν τις ἐντυχὼν αὐτῷ τῷδε τῷ γράμματι.

XXXV. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Τὸ μὲν ἐγχείρημα μέγιστον καὶ πάσης λόγων δυνάμεως κρεῖττον Χριστοῦ μυστήρια κατ’ ἀξίαν εἰπεῖν τήν τε τοῦ πάσχα ἀντιλογίαν τε καὶ γένεσιν, λυσιτελῆ τε καὶ ἐπίπονον τελεσιουργίαν, ἑρμηνεῦσαι τὸν προσήκοντα τρόπον· τὸ γὰρ θεῖον ἀνθρώποις ἀδύνατον κατ’ ἀξίαν φράσαι, καὶ τοῖς νοῆσαι δυνατοῖς. πλὴν ὅμως ὑπερθαυμάσας σε τῆς φιλομαθείας τε καὶ φιλοτιμίας, αὐτός τε τὸ βιβλίον ἀνέγνων ἀσμένως, καὶ τοῖς πλείοσιν, οἵ γε τῇ περὶ τὸ θεῖον λατρείᾳ γνησίως προσανέχουσι, καθὰ ἐβουλήθης, ἐκδοθῆναι προσέταξα. συνορῶν τοίνυν μεθ’ ὅσης θυμηδίας τὰ τοιαῦτα παρὰ τῆς σῆς ἀγχινοίας δῶρα λαμβάνομεν, συνεχεστέροις ἡμᾶς λόγοις εὐφραίνειν, οἷς ἐντεθράφθαι σαυτὸν ὁμολογεῖς, προθυμήθητι· (θέοντα γάρ σε, τὸ τοῦ λόγου, πρὸς τὰ συνήθη σπουδάσματα παρορμῶμεν), ὅπου γε καὶ τὸν εἰς τὴν Ῥωμαίων τοὺς σοὺς πόνους μεταρρυθμίζοντα γλῶτταν οὐκ ἀνάξιον ηὑρῆσθαί σοι τῶν συγγραμμάτων ἡ τοσαύτη πεποίθησις δείκνυσιν, εἰ καὶ τὰ μάλιστα τὰ καλὰ τῶν λόγων ἡ τοιαύτη ἑρμηνεία ὑφίστασθαι κατ’ ἀξίαν ἀδυνάτως ἔχει.

Ὁ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.

Τὸ μὲν οὖν περὶ τοῦδε γράμμα τοιόνδε ἦν, τὸ δὲ περὶ τῆς τῶν θείων ἀναγνωσμάτων ἐπισκευῆς ὧδέ πη περιέχει.

XXXVI. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ.

Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν τῆς τοῦ σωτῆρος θεοῦ συναιρομένης προνοίας μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαμβανόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατασκευασθῆναι πλείους. τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει. πρέπον γὰρ κατεφάνη τοῦτο δηλῶσαι τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐμετακόμιστα ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύσειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τ’ ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις. ἀπεστάλη δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικόν, ὅπως ἅπαντα τὰ πρὸς ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν· ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται. καὶ γὰρ δύο δημοσίων <ὀχημάτων> ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει. οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθήσεται, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας.

Ὃ θεός σε διαφυλάξοι, ἀδελφὲ ἀγαπητέ.

XXXVII. Ταῦτα μὲν οὖν βασιλεὺς διεκελεύετο. αὐτίκα δ’ ἔργον ἐπηκολούθει τῷ λόγῳ, ἐν πολυτελῶς ἠσκημένοις τεύχεσι τρισσὰ καὶ τετρασσὰ διαπεμψάντων ἡμῶν <***>

Ὃ δὴ καὶ αὐτὸ ἑτέρα βασιλέως ἀντιφώνησις παραστήσει, δι’ ἧς, πυθόμενος ὡς ἡ παρ’ ἡμῖν Κωνστάντια πόλις, ἀνδρῶν ἐκτόπως δεισιδαιμόνων οὖσα πρότερον, ὁρμῇ θεοσεβείας τῆς ἔμπροσθεν μεταβέβληκεν εἰδωλικῆς πλάνης, χαίρειν ἐδήλου καὶ τὴν πρᾶξιν ἀποδέχεσθαι <***>

XXXVIII. Ἤδη μὲν οὖν ἐπὶ τοῦ Παλαιστινῶν ἔθνους ἡ Κωνστάντια τὴν σωτήριον ἐπιγραψαμένη θεοσέβειαν καὶ παρ’ αὐτῷ θεῷ καὶ παρὰ βασιλεῖ τιμῆς κρείττονος ἠξιοῦτο, πόλις μὲν ἀποφανθεῖσα ὃ μὴ πρότερον ἦν, ἀμείψασα δὲ τὴν προσηγορίαν ἐπωνύμῳ κρείττονι θεοσεβοῦς ἀδελφῆς βασιλέως.

XXXIX. Ταὐτὸν δὲ καὶ ἕτεραι πλείους διεπράττοντο χῶραι, ὡς ἡ ἐπὶ τοῦ Φοινίκων ἔθνους αὐτοῦ βασιλέως ἐπώνυμος, ἧς οἱ πολῖται δυσεξαρίθμητα ξοάνων ἱδρύματα πυρὶ παραδόντες τὸν σωτήριον ἀντικατηλλάξαντο νόμον. καὶ ἐφ’ ἑτέρων δ’ ἐπαρχιῶν αὐτόμολοι τῇ σωτηρίῳ προσιόντες γνώσει ἀθρόοι κατὰ χώρας καὶ κατὰ πόλεις τὰ μὲν πρότερα αὐτοῖς ἱερὰ νενομισμένα, ἐν ὕλῃ παντοίων ὄντα ξοάνων, ὡσανεὶ τὸ μηθὲν ὄντα ἠφάνιζον, ναούς τ’ αὐτῶν καὶ τεμένη εἰς ὕψος ἠρμένα μηδενὸς ἐπικελεύοντος καθῄρουν, ἐκκλησίας δ’ ἐκ θεμελίων ἀνιστῶντες τῆς προτέρας ἀντικατηλλάττοντο πλάνης.

Ἀλλὰ γὰρ καθ’ ἕκαστα γράφειν τῶν τοῦ θεοφιλοῦς πράξεων οὐχ ἡμέτερον ἂν εἴη μᾶλλον ἢ τῶν τὸν πάντα χρόνον αὐτῷ συνεῖναι κατηξιωμένων· ἡμεῖς δ’ ἐν ὀλίγῳ ἡμῖν διεγνωσμένα τῇδε παραδόντες τῇ γραφῇ ἐπὶ τὸν ὕστατον αὐτοῦ τῆς ζωῆς διαβησόμεθα χρόνον.

XL. Ἐπληροῦντο μὲν αὐτῷ τριάκοντα ἐνιαυτῶν περίοδοι τῆς βασιλείας· τρεῖς δ’ αὐτῷ παῖδες, καίσαρες περιφανέστατοι, κοινωνοὶ τῆς βασιλείας διαφόροις ἀνεδείκνυντο χρόνοις, ὁ μὲν ὁμώνυμος τῷ πατρὶ Κωνσταντῖνος πρῶτος μετασχὼν τῆς τιμῆς ἀμφὶ τὴν τοῦ πατρὸς δεκαετηρίδα, ὁ δὲ δεύτερος τῇ τοῦ πάππου κοσμούμενος ὁμωνυμίᾳ Κωνστάντιος ἀμφὶ τὴν εἰκοσαετηρικὴν πανήγυριν ἀνηγορευμένος, ὁ δὲ τρίτος Κώνστας, τὸν ἐνεστῶτα καὶ συνεστῶτα τῷ τῆς ἐπωνυμίας προσρήματι σημαίνων, ἀμφὶ τὴν τρίτην δεκάδα προηγμένος. οὕτω δὴ τριάδος λόγῳ τριττὴν γονὴν παίδων θεοφιλῆ κτησάμενος, ταύτην τ’ ἐφ’ ἑκάστῃ περιόδῳ δεκαετοῦς χρόνου εἰσποιήσει τῆς βασιλείας τιμήσας, τῷ παμβασιλεῖ τῶν ὅλων [εὐχαριστηρίων] καιρὸν εὔκαιρον εἶναι τὸν τῆς αὐτοῦ τριακονταετηρίδος ἡγεῖτο, καὶ δὴ τοῦ ἐν Ἱεροσολύμοις αὐτῷ σὺν πάσῃ φιλοκάλῳ σπουδῇ κατειργασμένου μαρτυρίου προσήκειν τὴν ἀφιέρωσιν ποιήσασθαι εὖ ἔχειν ἐδοκίμαζεν.

XLI. Μισόκαλος δὲ κἀν τούτῳ φθόνος οἱονεὶ σκότιον νέφος τηλαυγεστάταις ἡλίου μαρμαρυγαῖς ὑπαντήσας, τὸ φαιδρὸν τῆς πανηγύρεως θορυβεῖν ἐπείρα, τὰς κατ’ Αἴγυπτον αὖθις ἐκκλησίας ταῖς αὐτοῦ ταράττων ἐρεσχελίαις. ἀλλ’ ὅ γε τῷ θεῷ μεμελημένος σύνοδον αὖθις πληθύουσαν ἐπισκόπων ὥσπερ θεοῦ στρατόπεδον καθοπλίσας, ἀντιπαρετάττετο τῷ βασκάνῳ δαίμονι, ἐξ ἁπάσης Αἰγύπτου καὶ Λιβύης, Ἀσίας τε καὶ Εὐρώπης σπεύδειν πρῶτα μὲν ἐπὶ τὴν τῆς διαμάχης λύσιν, ἐντεῦθεν δὲ τὴν ἀφιέρωσιν τοῦ προλεχθέντος νεὼ ποιεῖσθαι διακελευσάμενος. ὁδοῦ δὴ πάρεργον ἐπὶ τῆς Φοινίκων μητροπόλεως προσέταττε διαλύσασθαι τὰς ἐρεσχελίας· μὴ γὰρ ἐξεῖναι τὰς γνώμας διῃρημένους ἐπὶ τὴν τοῦ θεοῦ παρεῖναι λατρείαν, θείου νόμου διαγορεύοντος μὴ πρότερον τὰ δῶρα προσφέρειν τοὺς ἐν διαφορᾷ τυγχάνοντας ἢ φιλίαν σπεισαμένους καὶ τὰ πρὸς ἀλλήλους εἰρηνικῶς διαθέντας. ταῦτα βασιλεὺς τὰ σωτήρια παραγγέλματα τῇ αὐτὸς αὐτοῦ διανοίᾳ ζωπυρῶν, σὺν ὁμονοίᾳ καὶ συμφωνίᾳ τῇ πάσῃ ἔχεσθαι τῶν προκειμένων διὰ γραφῆς οὕτως ἐχούσης ἐδήλου·

XLII. Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῇ ἁγία συνόδῳ τῇ κατὰ Τύρον.

Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοιδορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας. ἐπεὶ δ’ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι (οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀξίως), τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέοντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν, πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρῄζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰάσασθαι κινδυνεύοντας, εἰς ὁμόνοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημμελούμενα, ἕως καιρὸς ἐπιτρέπει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδώσητε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία. ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστὸν καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον καὶ ὑμῖν αὐτοῖς, ἐάν γε τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης αἴτιον εὐδοξίας, πάντας ἀνθρώπους συνομολογεῖν ἡγοῦμαι. μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ’ ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, <ἣν> ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ’ ὑμῶν.

Οὐδὲν δὲ τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ὑμῖν ἐνδεήσει. πάντα μοι πέπρακται ὅσα γράφοντες ἐδηλώσατε. ἐπέστειλα πρὸς οὓς ἐβουλήθητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμάτων, ἀπέστειλα Διονύσιον τὸν ἀπὸ ὑπατικῶν, ὃς καὶ τοὺς ὀφείλοντας εἰς τὴν σύνοδον ἀφικέσθαι μεθ’ ὑμῶν ὑπομνήσει, καὶ τῶν πραττομένων ἐξαιρέτως δὲ τῆς εὐταξίας κατάσκοπος παρέσται. ἐὰν γάρ τις, ὡς ἐγὼ οὐκ οἴομαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρούσασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ’ ἡμῶν ἀποσταλήσεται, ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβαλὼν ὡς οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν διδάξει.

Λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολούθως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμεληθεῖσιν εἴτ’ οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε.

Ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγαπητοί.

XLIII. Ἐπεὶ δὲ δι’ ἔργων ἐχώρει τὰ προστεταγμένα, κατελάμβανεν ἄλλος βασιλικὸς ἀνήρ, ἐπισπέρχων τὴν σύνοδον σὺν γράμματι βασιλικῷ, σπεύδειν [μηδὲ] ἀναβάλλεσθαι τὴν ἐπὶ τὰ Ἱεροσόλυμα παρορμῶν γε πορείαν. ἄραντες οὖν οἱ πάντες ἀπὸ τοῦ Φοινίκων ἔθνους δημοσίοις δρόμοις ἤλαυνον ἐπὶ τὰ προκείμενα, ἐπληροῦτο δὲ τότε πᾶς ὁ τῇδε τόπος μεγίστης θεοῦ χορείας, ἐπὶ ταὐτὸν ἐν τοῖς Ἱεροσολύμοις συνηγμένων τῶν ἐξ ἁπάσης ἐπαρχίας διαφανῶν ἐπισκόπων. Μακεδόνες μὲν γὰρ τὸν τῆς παρ’ αὐτοῖς μητροπόλεως παρέπεμπον, Παννόνιοί τε καὶ Μυσοὶ τὰ παρ’ αὐτοῖς ἀνθοῦντα κάλλη τῆς τοῦ θεοῦ νεολαίας, παρῆν δὲ καὶ Περσῶν ἐπισκόπων ἱερὸν χρῆμα, τὰ θεῖα λόγια ἐξηκριβωκὼς ἀνήρ, Βιθυνοί τε καὶ Θρᾷκες τὸ πλήρωμα τῆς συνόδου κατεκόσμουν. οὐ μὴν ἀπελιμπάνοντο Κιλίκων οἱ διαφέροντες, καὶ Καππαδοκῶν [δ’] οἱ πρῶτοι παιδεύσει λόγων μέσοι τοῖς πᾶσι διέπρεπον, Συρία τε πᾶσα καὶ Μεσοποταμία, Φοινίκη τε καὶ Ἀραβία σὺν αὐτῇ Παλαιστίνῃ, Αἴγυπτός τε καὶ Λιβύη, οἵ τε τὴν Θηβαίων οἰκοῦντες χώραν, πάντες ὁμοῦ ἐπλήρουν τὴν μεγάλην τοῦ θεοῦ χορείαν, οἷς ἀνάριθμος ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν ἐπηκολούθει λεώς. παρῆν δὲ τούτοις ἅπασι βασιλική τις ὑπηρεσία, ἄνδρες τ’ ἐξ αὐτῶν βασιλείων δόκιμοι κατεπέμποντο φαιδρῦναι τὴν ἑορτὴν ταῖς βασιλέως χορηγίαις, XLIV. ναὶ μὴν καὶ ὁ τούτοις ἅπασιν ἐφεστὼς βασιλεῖ δεξιὸς ἀνήρ, πίστει καὶ εὐλαβείᾳ λόγων τε θείων ἐμπρέπων ἀσκήσει, ὃς δὴ καὶ ταῖς ὑπὲρ εὐσεβείας ὁμολογίαις κατὰ τὸν τῶν τυράννων καιρὸν λαμπρυνόμενος εἰκότως τὴν τῶνδε διάταξιν ἐπιστεύετο. καὶ δὴ τῷ βασιλέως οὗτος νεύματι σὺν εἰλικρινείᾳ πάσῃ διακονούμενος, τὴν μὲν σύνοδον ἐτίμα φιλοφρόνῳ δεξιώσει ἑστιάσεσί τε λαμπραῖς καὶ συμποτικαῖς εὐωχίαις, πτωχοῖς δ’ ἀνείμοσι πενήτων τ’ ἀνδρῶν καὶ γυναικῶν μυρίοις πλήθεσι, τροφῆς καὶ τῶν λοιπῶν χρειῶν ἐν ἐνδείᾳ καθεστῶσι, πολυτελεῖς διαδόσεις χρημάτων καὶ περιβλημάτων ἐποιεῖτο, ἤδη δὲ καὶ τὸν πάντα νεὼν πλουσίοις καὶ βασιλικοῖς ἀναθήμασι κατεποίκιλλεν.

XLV. Ἀλλ’ ὁ μὲν ταύτην ἐπλήρου τὴν ὑπηρεσίαν, οἱ δὲ τοῦ θεοῦ λειτουργοὶ εὐχαῖς ἅμα καὶ διαλέξεσι τὴν ἑορτὴν κατεκόσμουν· οἱ μὲν τοῦ θεοφιλοῦς βασιλέως τὴν εἰς τὸν τῶν ὅλων σωτῆρα καθοσίωσιν ἀνυμνοῦντες, τάς τε περὶ τὸ μαρτύριον μεγαλουργίας διεξιόντες τῷ λόγῳ, οἱ δὲ ταῖς ἀπὸ τῶν θείων δογμάτων πανηγυρικαῖς θεολογίαις πανδαισίαν λογικῶν τροφῶν ταῖς πάντων παραδιδόντες ἀκοαῖς· ἄλλοι δ’ ἑρμηνείας τῶν θείων ἀναγνωσμάτων ἐποιοῦντο, τὰς ἀπορρήτους ἀποκαλύπτοντες θεωρίας, οἱ δὲ μὴ διὰ τούτων χωρεῖν οἷοί τε θυσίαις ἀναίμοις καὶ μυστικαῖς ἱερουργίαις τὸ θεῖον ἱλάσκοντο, ὑπὲρ τῆς κοινῆς εἰρήνης, ὑπὲρ τῆς ἐκκλησίας τοῦ θεοῦ, αὐτοῦ τε βασιλέως ὕπερ, τοῦ τῶν τοσούτων αἰτίου, παίδων τ’ αὐτοῦ θεοφιλῶν ἱκετηρίους εὐχὰς τῷ θεῷ προσαναφέροντες. ἔνθα δὴ καὶ ἡμεῖς τῶν ὑπὲρ ἡμᾶς ἀγαθῶν ἠξιωμένοι ποικίλαις ταῖς εἰς τὸ κοινὸν διαλέξεσι τὴν ἑορτὴν ἐτιμῶμεν, τοτὲ μὲν {διὰ γράμματος} τῶν βασιλεῖ πεφιλοσοφημένων τὰς ἐκφράσεις {ἑρμηνεύοντες} <ποιούμενοι>, τοτὲ δὲ καιρίους καὶ τοῖς προκειμένοις συμβόλοις τὰς προφητικὰς {ποιούμενοι} <ἑρμηνεύοντες> θεωρίας. οὕτω μὲν ἡ τῆς ἀφιερώσεως ἑορτὴ ἐν αὐτῇ τῇ βασιλέως τριακονταετηρίδι σὺν εὐφροσύναις ἐπετελεῖτο.

XLVI. Οἷος δ’ ὁ τοῦ σωτῆρος νεώς, οἷον τὸ σωτήριον ἄντρον, οἷαί τε αἱ βασιλέως φιλοκαλίαι ἀναθημάτων τε πλήθη ἐν χρυσῷ τε καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις πεποιημένων, κατὰ δύναμιν ἐν οἰκείῳ συγγράμματι παραδόντες αὐτῷ βασιλεῖ προσεφωνήσαμεν· ὃν δὴ λόγον κατὰ καιρὸν μετὰ τὴν παροῦσαν τῆς γραφῆς ὑπόθεσιν ἐκθησόμεθα, ὁμοῦ καὶ τὸν τριακονταετηρικὸν αὐτῷ συζευγνύντες, ὃν σμικρὸν ὕστερον, ἐπὶ τῆς βασιλέως ἐπωνύμου πόλεως τὴν πορείαν στειλάμενοι, εἰς ἐπήκοον αὐτοῦ βασιλέως διήλθομεν, τοῦτο δεύτερον ἐν αὐτοῖς βασιλείοις τὸν ἐπὶ πάντων βασιλέα θεὸν δοξάσαντες, οὗ δὴ κατακροώμενος ὁ τῷ θεῷ φίλος γαν{ν}υμένῳ ἐῴκει. τοῦτο δ’ οὖν αὐτὸ μετὰ τὴν ἀκρόασιν ἐξέφηνε, συμποσιάζων {μὲν} παροῦσι τοῖς ἐπισκόποις παντοίᾳ τ’ αὐτοὺς τιμῇ φιλοφρονούμενος.

XLVII. Ταύτην μεγίστην ὧν ἴσμεν σύνοδον δευτέραν συνεκρότει βασιλεὺς ἐν τοῖς Ἱεροσολύμοις μετὰ τὴν πρώτην ἐκείνην, ἣν ἐπὶ τῆς Βιθυνῶν διαφανῶς πεποίητο πόλεως. ἀλλ’ ἡ μὲν ἐπινίκιος ἦν, ἐν εἰκοσαετηρίδι τῆς βασιλείας τὴν κατ’ ἐχθρῶν καὶ πολεμίων εὐχὴν ἐπ’ αὐτῆς Νικαίας ἐκτελοῦσα, ἡ δὲ τῆς τρίτης δεκάδος τὴν περίοδον ἐκόσμει, τῷ πάντων ἀγαθῶν δοτῆρι θεῷ ἀμφὶ τὸ μνῆμα τὸ σωτήριον εἰρήνης ἀνάθημα τὸ μαρτύριον βασιλέως ἀφιεροῦντος.

XLVIII. Καὶ δὴ τούτων βασιλεῖ συντελουμένων, ἀνὰ στόμα τε πάντων ἀνυμνουμένης αὐτοῦ τῆς κατὰ θεὸν ἀρετῆς, τῶν τοῦ θεοῦ λειτουργῶν τις ἀποτολμήσας εἰς αὐτοῦ πρόσωπον μακάριον αὐτὸν ἀπέφαινεν, ὅτι δὴ κἀν τῷ παρόντι βίῳ τῆς κατὰ πάντων αὐτοκρατορικῆς βασιλείας ἠξιωμένος εἴη κἀν τῷ μέλλοντι συμβασιλεύειν μέλλοι τῷ υἱῷ τοῦ θεοῦ. ὁ δὲ ἀπεχθῶς τῆς φωνῆς ἐπακούσας μὴ τοιαῦτα τολμᾶν παρῄνει φθέγγεσθαι, μᾶλλον δὲ δι’ εὐχῆς αἰτεῖσθαι αὐτῷ κἀν τῷ παρόντι κἀν τῷ μέλλοντι τῆς τοῦ θεοῦ δουλείας ἀξίῳ φανῆναι.

XLIX. Ἐπειδὴ δὲ καὶ ὁ τριακονταέτης αὐτῷ τῆς βασιλείας διεπεραίνετο χρόνος, τῷ δευτέρῳ τῶν παίδων συνετέλει γάμους, πάλαι [ταὐτὸ] κἀπὶ τοῦ πρεσβυτέρου τὴν ἡλικίαν διαπραξάμενος. θαλίαι δὴ καὶ ἑστιάσεις ἤγοντο, νυμφοστολοῦντος αὐτοῦ βασιλέως τὸν παῖδα ἑστιῶντός τε λαμπρῶς καὶ συμποσιάζοντος ὧδε μὲν ἀνδρῶν θιάσοις, γυναικῶν δ’ ἀφωρισμένοις ἀλλαχόθι χοροῖς, διαδόσεις τε πλούσιαι χαρισμάτων δήμοις ἅμα καὶ πόλεσιν ἐδωροῦντο.

L. Ἐν τούτῳ δὲ καὶ Ἰνδῶν τῶν πρὸς ἀνίσχοντα ἥλιον πρέσβεις ἀπήντων δῶρα κομίζοντες, γένη δ’ ἦν παντοῖα ἐξαστραπτόντων πολυτελῶν λίθων ζῷά τε τῶν παρ’ ἡμῖν ἐγνωσμένων ἐναλλάττοντα τὴν φύσιν, ἃ δὴ προσῆγον τῷ βασιλεῖ, τὴν εἰς αὐτὸν Ὠκεανὸν δηλοῦντες αὐτοῦ κράτησιν, καὶ ὡς οἱ τῆς Ἰνδῶν χώρας καθηγεμόνες εἰκόνων γραφαῖς ἀνδριάντων τ’ αὐτὸν ἀναθήμασι τιμῶντες αὐτοκράτορα καὶ βασιλέα γνωρίζειν ὡμολόγουν. ἀρχομένῳ μὲν οὖν τῆς βασιλείας αὐτῷ οἱ πρὸς ἥλιον δύοντα <ἐν> Ὠκεανῷ Βρεττανοὶ πρῶτοι καθυπετάττοντο, νῦν δ’ Ἰνδῶν οἱ τὴν πρὸς ἀνίσχοντα ἥλιον λαχόντες.

LI. Ὡς οὖν ἑκατέρων τῶν ἄκρων τῆς ὅλης οἰκουμένης ἐκράτει, τὴν σύμπασαν τῆς βασιλείας ἀρχὴν τρισὶ τοῖς αὐτοῦ διῄρει παισίν, οἷά τινα πατρῴαν οὐσίαν τοῖς αὐτοῦ κληροδοτῶν φιλτάτοις. τὴν μὲν οὖν παππῴαν λῆξιν τῷ μείζονι, τὴν δὲ τῆς ἑῴας ἀρχὴν τῷ δευτέρῳ, τὴν δὲ τούτων μέσην τῷ τρίτῳ διένεμε.

Κλῆρον δ’ ἀγαθὸν καὶ ψυχῆς σωτήριον τοῖς αὐτοῖς ποριζόμενος τὰ θεοσεβείας αὐτοῖς ἐνίει σπέρματα, θείοις μὲν προσάγων μαθήμασι, διδασκάλους δ’ ἐφιστὰς εὐσεβείᾳ δεδοκιμασμένους ἄνδρας, καὶ τῶν ἔξωθεν δὲ λόγων καθηγητὰς ἑτέρους εἰς ἄκρον ἥκοντας παιδεύσεως τοῖς αὐτοῖς ἐφίστη· ἄλλοι πολεμικῶν αὐτοῖς ἐξῆρχον μαθημάτων, ἕτεροι τῶν πολιτικῶν ἐπιγνώμονας αὐτοὺς καθίστων, οἱ δὲ νόμων ἐμπείρους αὐτοὺς εἰργάζοντο. βασιλικὴ δ’ ἑκάστῳ τῶν παίδων κεκλήρωτο παρασκευή, ὁπλῖται, δορυφόροι, σωματοφύλακες, στρατευμάτων τε τάγματα παντοῖα, τούτων δὲ καθηγεμόνες, λοχαγοί, στρατηγοί, ταξίαρχοι, ὧν τῆς ἐν πολέμοις ἐπιστήμης τῆς τε πρὸς αὐτὸν εὐνοίας ὁ πατὴρ προειλήφει τὴν πεῖραν. LII. ἁπαλοῖς μὲν οὖν ἔτι τὴν ἡλικίαν τοῖς καίσαρσιν ἀναγκαίως οἱ συμπράττοντες συνῆσάν τε καὶ τὰ κοινὰ διῴκουν, εἰς ἄνδρας [δὲ] λοιπὸν προϊοῦσιν αὐτοῖς μόνος ὁ πατὴρ εἰς διδασκαλίαν ἐπήρκει, τοτὲ μὲν παρόντας ἰδιαζούσαις ὑποθήκαις ζηλωτὰς αὐτοὺς παρορμῶν καὶ μιμητὰς τῆς αὐτοῦ θεοσεβείας ἀποτελεῖσθαι διδάσκων, τοτὲ δ’ ἀποῦσι τὰ βασιλικὰ προσφωνῶν διῄει γράφων παραγγέλματα, ὧν τὸ μέγιστον ἦν καὶ πρώτιστον τὴν εἰς τὸν πάντων βασιλέα θεὸν γνῶσίν τε καὶ εὐσέβειαν πρὸ παντὸς πλούτου καὶ πρὸ αὐτῆς βασιλείας τιμᾶσθαι. ἤδη δ’ αὐτοῖς καὶ τοῦ δι’ αὐτῶν πράττειν τὰ λυσιτελῆ τοῖς κοινοῖς ἐξουσίαν ἐδίδου, καὶ τὴν ἐκκλησίαν δὲ τοῦ θεοῦ διὰ φροντίδος ἄγειν ἐν πρώτοις παρῄνει, αὐτοῖς τε διαρρήδην Χριστιανοῖς εἶναι παρεκελεύετο. καὶ ὁ μὲν οὕτω τοὺς υἱοὺς προῆγεν, οἱ δὲ οὐχ ὡς ἐκ παραγγέλματος αὐτογνώμονι δὲ προθυμίᾳ τὰς τοῦ πατρὸς παραινέσεις ὑπερέβαλλον, τῇ πρὸς τὸν θεὸν ὁσίᾳ τὴν σφῶν διάνοιαν συντείνοντες, τούς τε τῆς ἐκκλησίας θεσμοὺς ἐν αὐτοῖς βασιλείοις σὺν τοῖς οἰκείοις ἅπασιν ἀπεπλήρουν. καὶ τοῦτο δ’ ἔργον τῆς τοῦ πατρὸς ὑπῆρχε προμηθείας τὸ τοὺς συνοίκους ἅπαντας θεοσεβεῖς παραδοῦναι τοῖς παισί, καὶ τῶν πρώτων δὲ ταγμάτων, οἳ τὴν τῶν κοινῶν ἐτύγχανον ἀναδεδεγμένοι φροντίδα, τοιοῦτοί τινες ὑπῆρχον· τοῖς γοῦν κατὰ θεὸν πιστοῖς ἀνδράσιν αὐτοὺς ὥσπερ τισὶν ὀχυροῖς περιβόλοις ἠσφαλίζετο.

Ἐπεὶ δὲ καὶ ταῦτα εὐπρεπῶς διέκειτο τῷ τρισμακαρίῳ, θεὸς ὁ παντὸς ἀγαθοῦ πρύτανις, ὡσανεὶ τῶν καθόλου πραγμάτων εὖ διατεθέντων αὐτῷ, καιρὸν εὔκαιρον εἶναι λοιπὸν τῆς τῶν κρειττόνων μεταλήψεως ἐδοκίμαζε καὶ τὸ τῇ φύσει χρεὼν ἐπῆγε.

LIII. Δύο μὲν οὖν πρὸς τοῖς τριάκοντα τῆς βασιλείας ἐνιαυτοῖς μησί τε καὶ ἡμέραις βραχείαις δέουσιν ἐπλήρου, τῆς δὲ ζωῆς ἀμφὶ τὸν διπλασίονα χρόνον. ἐν ᾧ τῆς ἡλικίας ἀπαθὲς μὲν καὶ ἄλυτον αὐτῷ διήρκει τὸ σῶμα, κηλῖδος καθαρὸν ἁπάσης παντός τε νέου νεανικώτερον, ὡραῖον μὲν ἰδεῖν, ῥωμαλέον δ’ ὅ τι δέοι δυνάμει καταπράξασθαι, ὡς καὶ γυμνάζεσθαι καὶ ἱππάζεσθαι καὶ ὁδοιπορεῖν, πολέμοις τε παραβάλλειν τρόπαιά τε κατ’ ἐχθρῶν ἐγείρειν καὶ τὰς συνήθεις ἀναιμακτὶ κατὰ τῶν δι’ ἐναντίας αἴρεσθαι νίκας.

LIV. Καὶ τὰ τῆς ψυχῆς δ’ ὡσαύτως εἰς ἄκρον τῆς ἐν ἀνθρώποις τελειώσεως αὐτῷ προῄει, πᾶσι μὲν ἐμπρέποντι τοῖς καλοῖς, ὑπερβαλλόντως δὲ τῇ φιλανθρωπίᾳ, ὃ δὴ καὶ μεμπτὸν ἐνομίζετο τοῖς πολλοῖς τῆς τῶν μοχθηρῶν ἀνδρῶν φαυλότητος εἵνεκα, οἳ τῆς σφῶν κακίας τὴν βασιλέως ἐπεγράφοντο ἀνεξικακίαν αἰτίαν. καὶ γὰρ οὖν ἀληθῶς δύο χαλεπὰ ταῦτα κατὰ τοὺς δηλουμένους τούτους χρόνους καὶ αὐτοὶ κατενοήσαμεν, ἐπιτριβῆς ἄνεσιν ἀπλήστων καὶ μοχθηρῶν ἀνδρῶν τῶν πάντα λυμαινομένων βίον, εἰρωνείαν τ’ ἄλεκτον τῶν τὴν ἐκκλησίαν ὑποδυομένων καὶ τὸ Χριστιανῶν ἐπιπλάστως σχηματιζομένων ὄνομα. τὸ δ’ αὐτοῦ φιλάνθρωπον καὶ φιλάγαθον τό τε τῆς πίστεως εἰλικρινὲς καὶ τοῦ τρόπου τὸ φιλάληθες ἐνῆγεν αὐτὸν πιστεύειν τῷ σχήματι τῶν Χριστιανῶν εἶναι νομιζομένων εὔνοιαν τ’ ἀληθῆ περὶ αὐτὸν πεπλασμένῃ ψυχῇ σῴζειν προσποιουμένων· οἷς ἑαυτὸν καταπιστεύων τάχα ἄν ποτε καὶ τοῖς μὴ πρέπουσιν ἐνεπείρετο, κηλῖδα ταύτην τοῖς αὐτοῦ καλοῖς ἐπιφέροντος τοῦ φθόνου.

LV. Ἀλλὰ τοὺς μὲν οὐκ εἰς μακρὸν ἡ θεία μετήρχετο δίκη. αὐτὸς δὲ βασιλεὺς οὕτω τὴν ψυχὴν λογικῇ συνέσει προῆκτο, ὡς αὐτῆς μέχρι τελευτῆς συνήθως μὲν λογογραφεῖν, συνήθως δὲ τὰς [προσόδους] ποιεῖσθαι καὶ τὰς θεοπρεπεῖς τοῖς ἀκροαταῖς διδασκαλίας παρέχειν, νομοθετεῖν τε συνήθως τοτὲ μὲν πολιτικοῖς τοτὲ δὲ στρατιωτικοῖς, πάντα τε προσφόρως τῷ τῶν ἀνθρώπων ἐπινοεῖν βίῳ. μνημονεῦσαι δ’ ἄξιον, ὡς πρὸς αὐτῇ γεγονὼς τῇ τοῦ βίου τελευτῇ ἐπικήδειόν τινα λόγον ἐπὶ τοῦ συνήθους διῆλθεν ἀκροατηρίου, μακρὸν δὲ [κατατείνας] ἐν τούτῳ περὶ ψυχῆς ἀθανασίας διεξῄει περί τε τῶν εὐσεβῶς τὴν παροῦσαν διηνυκότων ζωὴν τῶν τε τοῖς θεοφιλέσι παρ’ αὐτῷ θεῷ τεταμιευμένων ἀγαθῶν, μακραῖς δ’ ἀποδείξεσι καὶ τὸ τῶν ἐναντίων τάγμα ὁποίου τέλους τεύξεται φανερὸν ἐποίει, τῶν ἀθέων τὴν καταστροφὴν παραδιδοὺς τῇ γραφῇ· ὃ δὴ καὶ ἐμβριθῶς μαρτυρόμενος καθάπτεσθαι τῶν ἀμφ’ αὐτὸν ἐδόκει, ὡς καί τινα τῶν δοκησισόφων ἔρεσθαι ὅπως ἔχειν αὐτῷ φαίνοιτο τὰ λεγόμενα, τὸν δ’ ἐπιμαρτυρῆσαι τοῖς λόγοις ἀλήθειαν, σφόδρα τε καίπερ οὐκ ἐθέλοντα ἐπαινεῖν τὰς κατὰ τῶν πολυθέων διδασκαλίας. τοιαῦτα πρὸ τῆς τελευτῆς τοῖς γνωρίμοις ὁμιλήσας, αὐτὸς αὐτῷ τὴν ἐπὶ τὰ κρείττω πορείαν λεῖαν καὶ ὁμαλὴν ἐῴκει παρασκευάζειν.

LVI. Κἀκεῖνο δὲ μνήμης ἄξιον, ὡς ἀμφὶ τὸν δηλούμενον χρόνον τῶν ἐπ’ ἀνατολῆς βαρβάρων κινήσεως ἀκουσθείσης, ἔτι ταύτην αὐτῷ τὴν κατὰ τῶνδε νίκην λείπεσθαι φήσας, ἐπὶ Πέρσας στρατεύειν ὡρμᾶτο. τοῦτό τε κρίνας ἐκίνει τὰ στρατιωτικὰ τάγματα, καὶ δὴ τοῖς ἀμφ’ αὐτὸν ἐπισκόποις περὶ τῆς πορείας ἐκοίνου, συνεῖναι αὐτῷ δεῖν τινας τῶν ἀναγκαίων ἐν θεοσεβείᾳ προμηθούμενος. οἱ δὲ καὶ μάλα προθύμως συνέπεσθαι βουλομένῳ μηδ’ ἀναχωρεῖν ἐθέλειν συστρατεύειν δ’ αὐτῷ καὶ συναγωνίζεσθαι ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ἔλεγον. σφόδρα δ’ ἐπὶ ταῖς ἐπαγγελίαις ἡσθεὶς τὴν πορείαν αὐτοῖς διετύπου· ***

LVIII. *** αὐτὸς δὲ νεὼν ἅπαντα εἰς ὕψος ἄφατον ἐπάρας, λίθων ποικιλίαις παντοίων ἐξαστράπτοντα ἐποίει, εἰς αὐτὸν ὄροφον ἐξ ἐδάφους πλακώσας, διαλαβὼν δὲ λεπτοῖς φατνώμασι τὴν στέγην χρυσῷ τὴν πᾶσαν ἐκάλυπτεν· ἄνω δὲ ὑπὲρ ταύτην πρὸς αὐτῷ δώματι χαλκὸς μὲν ἀντὶ κεράμου φυλακὴν τῷ ἔργῳ πρὸς ὑετῶν ἀσφάλειαν παρεῖχε· καὶ τοῦτον δὲ πολὺς περιέλαμπε χρυσός, ὡς μαρμαρυγὰς τοῖς πόρρωθεν ἀφορῶσι ταῖς ἡλίου αὐγαῖς ἀντανακλωμέναις ἐκπέμπειν. δικτυωτὰ δὲ πέριξ ἐκύκλου τὸ δωμάτιον ἀνάγλυφα χαλκῷ καὶ χρυσῷ κατειργασμένα. LIX. καὶ ὁ μὲν νεὼς ὧδε σὺν πολλῇ βασιλέως φιλοτιμίᾳ σπουδῆς ἠξιοῦτο. ἀμφὶ δὲ τοῦτον αἴθριος ἦν αὐλὴ παμμεγέθης εἰς ἀέρα καθαρὸν ἀναπεπταμένη, ἐν τετραπλεύρῳ δὲ ταύτῃ στοαὶ διέτρεχον, μέσον αὐτῷ νεῷ τὸ αἴθριον ἀπολαμβάνουσαι, οἶκοί τε βασίλειοι ταῖς στοαῖς λουτρά τε καὶ ἀναλαμπτήρια παρεξετείνετο, ἄλλα τε πλεῖστα καταγώγια τοῖς τοῦ τόπου φρουροῖς ἐπιτηδείως εἰργασμένα.

LX. Ταῦτα πάντα ἀφιέρου βασιλεὺς διαιωνίζων εἰς ἅπαντας τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τὴν μνήμην. ᾠκοδόμει δ’ ἄρα καὶ ἄλλο τι τῇ διανοίᾳ σκοπῶν, ὃ δὴ λανθάνον τὰ πρῶτα κατάφωρον πρὸς τῷ τέλει τοῖς πᾶσιν ἐγίγνετο. αὐτὸς γοῦν αὐτῷ εἰς δέοντα καιρὸν τῆς αὐτοῦ τελευτῆς τὸν ἐνταυθοῖ τόπον ἐταμιεύσατο, τῆς τῶν ἀποστόλων προσρήσεως κοινωνὸν τὸ ἑαυτοῦ σκῆνος μετὰ θάνατον προνοῶν ὑπερβαλλούσῃ πίστεως προθυμίᾳ γεγενῆσθαι, ὡς ἂν καὶ μετὰ τελευτὴν ἀξιῶτο τῶν ἐνταυθοῖ μελλουσῶν ἐπὶ τιμῇ τῶν ἀποστόλων συντελεῖσθαι εὐχῶν. διὸ καὶ ἐκκλησιάζειν ἐνταυθοῖ παρεκελεύετο, μέσον θυσιαστήριον πηξάμενος. δώδεκα δ’ οὖν αὐτόθι θήκας ὡσανεὶ στήλας ἱερὰς ἐπὶ τιμῇ καὶ μνήμῃ τοῦ τῶν ἀποστόλων ἐγείρας χοροῦ, μέσην ἐτίθει τὴν αὐτὸς αὐτοῦ λάρνακα, ἧς ἑκατέρωθεν τῶν ἀποστόλων ἀνὰ ἓξ διέκειντο. καὶ τοῦτο γοῦν, ὡς ἔφην, σώφρονι λογισμῷ, ἔνθα αὐτῷ τὸ σκῆνος τελευτήσαντι τὸν βίον εὐπρεπῶς μέλλοι διαναπαύεσθαι, ἐσκόπει. ἀλλ’ ὁ μὲν ἐκ μακροῦ καὶ πρόπαλαι τῷ λογισμῷ ταῦτα προτυπούμενος ἀφιέρου τοῖς ἀποστόλοις τὸν νεών, ὠφέλειαν ψυχῆς ὀνησιφόρον τὴν τῶνδε μνήμην ποιεῖσθαι αὐτῷ πιστεύων, θεὸς δὲ αὐτὸν καὶ τῶν κατ’ εὐχὰς προσδοκηθέντων οὐκ ἀπηξίου.

Ὡς γὰρ τὰς πρώτας τῆς τοῦ πάσχα ἑορτῆς συνεπλήρου ἀσκήσεις τήν τε σωτήριον διήγαγεν ἡμέραν λαμπρὰν ἠδὲ εὐφρόσυνον, αὐτῷ τε καὶ τοῖς πᾶσι τὴν ἑορτὴν καταφαιδρύνας, ἐν τούτῳ <μέχρι> τέλους τὴν ζωὴν διανύοντα καὶ ἐν τούτοις ὄντα θεός, ᾧ ταῦτα συνεξετέλει, κατὰ καιρὸν εὔκαιρον τῆς θείας ἐπὶ τὸ κρεῖττον μεταβάσεως αὐτὸν ἠξίου.

LXI. Γίγνεται δ’ αὐτῷ πρώτη τις ἀνωμαλία τοῦ σώματος, εἴτ’ οὖν κάκωσις ἐπὶ [ταύτην] συμβαίνει, κἄπειτα τῆς αὐτοῦ πόλεως ἐπὶ λουτρὰ θερμῶν ὑδάτων πρόεισιν, ἔνθεν τε τῆς αὐτοῦ μητρὸς ἐπὶ τὴν ἐπώνυμον ἀφικνεῖται πόλιν. κἀνταῦθα τῷ τῶν μαρτύρων εὐκτηρίῳ ἐνδιατρίψας οἴκῳ ἱκετηρίους εὐχάς τε καὶ λιτανείας ἀνέπεμπε τῷ θεῷ. ἐπειδὴ δ’ εἰς ἔννοιαν ἥκει τῆς τοῦ βίου τελευτῆς, καθάρσεως εἶναι τοῦτον καιρὸν τῶν πώποτε αὐτῷ πεπλημμελημένων [διενοεῖτο], ὅσα οἷα θνητῷ διαμαρτεῖν ἐπῆλθε ταῦτ’ ἀπορρύψασθαι τῆς ψυχῆς λόγων ἀπορρήτων δυνάμει σωτηρίῳ [τε] λουτρῷ πιστεύσας. τοῦτό τοι διανοηθείς, γονυκλινὴς ἐπ’ ἐδάφους ἱκέτης ἐγίγνετο τοῦ θεοῦ, ἐν αὐτῷ τῷ μαρτυρίῳ ἐξομολογούμενος, ἔνθα δὴ καὶ πρῶτον τῶν διὰ χειροθεσίας εὐχῶν ἠξιοῦτο.

Μεταβὰς δ’ ἔνθεν ἐπὶ προάστειον τῆς Νικομηδέων ἀφικνεῖται πόλεως, κἀνταῦθα συγκαλέσας τοὺς ἐπισκόπους ὧδέ πη αὐτοῖς διελέξατο· LXII. «οὗτος ἦν αὐτὸς ὁ πάλαι μοι διψῶντί τε καὶ εὐχομένῳ τῆς ἐν θεῷ τυχεῖν σωτηρίας καιρὸς ἐλπιζόμενος· ὥρα καὶ ἡμᾶς ἀπολαῦσαι τῆς ἀθανατοποιοῦ σφραγῖδος, ὥρα τοῦ σωτηρίου σφραγίσματος, <οὗ> μετασχεῖν ἐπὶ ῥείθρων Ἰορδάνου ποταμοῦ ἐνενόουν ποτέ, ἐφ’ ὧν καὶ ὁ σωτὴρ εἰς ἡμέτερον τύπον τοῦ λουτροῦ μετασχεῖν μνημονεύεται· θεὸς δ’ ἄρα τὸ συμφέρον εἰδὼς ἐντεῦθεν ἤδη τούτων ἡμᾶς ἀξιοῖ. μὴ δὴ οὖν ἀμφιβολία τις γιγνέσθω. εἰ γὰρ καὶ πάλιν ἡμᾶς ἐνταυθοῖ βιοῦν ὁ καὶ ζωῆς καὶ θανάτου κύριος ἐθέλοι, καὶ οὕτως ἐμὲ συναγελάζεσθαι λοιπὸν τῷ τοῦ θεοῦ λαῷ καὶ ταῖς εὐχαῖς ὁμοῦ τοῖς πᾶσιν ἐκκλησιάζοντα κοινωνεῖν ἅπαξ ὥρισται· θεσμοὺς ἤδη βίου θεῷ πρέποντας ἐμαυτῷ διατετάξομαι.»

Ὁ μὲν δὴ ταῦτ’ ἔλεγεν, οἱ δὲ τὰ νόμιμα τελοῦντες θεσμοὺς ἀπεπλήρουν θείους καὶ τῶν ἀπορρήτων μετεδίδοσαν, ὅσα χρὴ προδιαστειλάμενοι. καὶ δὴ μόνος τῶν ἐξ αἰῶνος αὐτοκρατόρων Κωνσταντῖνος Χριστοῦ μυστηρίοις ἀναγεννώμενος ἐτελειοῦτο, θείας τε σφραγῖδος ἀξιούμενος ἠγάλλετο τῷ πνεύματι ἀνεκαινοῦτό τε καὶ φωτὸς ἐνεπίμπλατο θείου, χαίρων μὲν τῇ ψυχῇ δι’ ὑπερβολὴν πίστεως, τὸ δ’ ἐναργὲς καταπεπληγὼς τῆς ἐνθέου δυνάμεως.

Ὡς δ’ ἐπληροῦτο τὰ δέοντα, λαμπροῖς καὶ βασιλικοῖς ἀμφιάσμασι φωτὸς ἐκλάμπουσι τρόπον περιεβάλλετο ἐπὶ λευκοτάτῃ τε στρωμνῇ διανεπαύετο, οὐκέθ’ ἁλουργίδος ἐπιψαῦσαι θελήσας. LXIII. κἄπειτα τὴν φωνὴν ἀνυψώσας εὐχαριστήριον ἀνέπεμπε τῷ θεῷ προσευχήν, μεθ’ ἣν ἐπῆγε λέγων· «νῦν ἀληθεῖ λόγῳ μακάριον οἶδ’ ἐμαυτόν, νῦν τῆς ἀθανάτου ζωῆς πεφάνθαι ἄξιον, νῦν τοῦ θείου μετειληφέναι φωτός.» ἀλλὰ καὶ τάλανας ἀπεκάλει, ἀθλίους εἶναι λέγων, τοὺς τῶνδε τῶν ἀγαθῶν στερουμένους. ἐπεὶ δὲ τῶν στρατοπέδων οἱ ταξίαρχοι καὶ καθηγεμόνες εἴσω παρελθόντες ἀπωδύροντο, σφᾶς αὐτοὺς ἐρήμους ἔσεσθαι ἀποκλαιόμενοι, ἐπηύχοντό τε ζωῆς αὐτῷ χρόνους, καὶ τούτοις ἀποκρινάμενος, νῦν ἔφη τῆς ἀληθοῦς ζωῆς ἠξιῶσθαι μόνον τ’ αὐτὸν εἰδέναι ὧν μετείληφεν ἀγαθῶν· διὸ καὶ σπεύδειν μηδ’ ἀναβάλλεσθαι τὴν πρὸς τὸν αὐτοῦ θεὸν πορείαν. εἶτ’ ἐπὶ τούτοις τὰ προσήκοντα διετάττετο, καὶ Ῥωμαίους μὲν τοὺς τὴν βασιλίδα πόλιν οἰκοῦντας ἐτίμα δόσεσιν ἐτησίαις, τοῖς δ’ αὐτοῦ παισὶν ὥσπερ τινὰ πατρικὴν ὕπαρξιν τὸν τῆς βασιλείας παρεδίδου κλῆρον, πάνθ’ ὅσα φίλα ἦν αὐτῷ διατυπωσάμενος.

LXIV. Ἕκαστα δὲ τούτων ἐπὶ τῆς μεγίστης συνετελεῖτο ἑορτῆς, τῆς δὴ πανσέπτου καὶ παναγίας πεντηκοστῆς, ἑβδομάσι μὲν ἑπτὰ τετιμημένης μονάδι δ’ ἐπισφραγιζομένης, καθ’ ἣν τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ κοινοῦ σωτῆρος τήν τε τοῦ ἁγίου πνεύματος εἰς ἀνθρώπους κάθοδον γεγενῆσθαι λόγοι περιέχουσι θεῖοι. ἐν δὴ ταύτῃ τούτων ἀξιωθεὶς βασιλεύς, ἐπὶ τῆς ὑστάτης ἁπασῶν ἡμέρας, ἣν δὴ ἑορτὴν ἑορτῶν οὐκ ἄν τις διαμάρτοι καλῶν, ἀμφὶ μεσημβρινὰς ἡλίου ὥρας πρὸς τὸν αὐτοῦ θεὸν ἀνελαμβάνετο, θνητοῖς μὲν τὸ συγγενὲς παραδοὺς ἔχειν, αὐτὸς δ’ ὅσον ἦν αὐτοῦ τῆς ψυχῆς νοερόν τε καὶ φιλόθεον τῷ αὐτοῦ θεῷ συναπτόμενος. τοῦτο τέλος τῆς Κωνσταντίνου ζωῆς. ἀλλὰ γὰρ ἐπίωμεν ἐπὶ τὰ ἑξῆς.

LXV. Δορυφόροι μὲν αὐτίκα καὶ πᾶν τὸ τῶν σωματοφυλάκων γένος ἐσθῆτας περιρρηξάμενοι σφᾶς τε ῥίψαντες ἐπ’ ἐδάφους, τὰς κεφαλὰς ἤρασσον, κωκυτοῦ φωνὰς οἰμωγαῖς θ’ ἅμα καὶ βοαῖς ἀφιέντες, τὸν δεσπότην τὸν κύριον τὸν βασιλέα, οὐχ οἷα δεσπότην πατέρα δ’ ὥσπερ γνησίων παίδων δίκην ἀνακαλούμενοι. ταξίαρχοι δὲ καὶ λοχαγοὶ τὸν σωτῆρα τὸν φύλακα τὸν εὐεργέτην ἀπεκλάοντο, τά τε λοιπὰ στρατιωτικὰ σὺν κόσμῳ τῷ πρέποντι οἷα ἐν ἀγέλαις τὸν ἀγαθὸν ἐπόθουν ποιμένα. δῆμοί θ’ ὡσαύτως τὴν σύμπασαν περιενόστουν πόλιν, τὸ τῆς ψυχῆς ἐνδόμυχον ἄλγος κραυγαῖς καὶ βοαῖς ἔκδηλον ποιούμενοι, ἄλλοι δὲ κατηφεῖς ἐπτοημένοις ἐῴκεισαν, ἑκάστου τε πένθος ἴδιον ποιουμένου ἑαυτόν τε κόπτοντος, ὡσανεὶ τοῦ κοινοῦ ἁπάντων ἀγαθοῦ τῆς αὐτῶν ἀφῃρημένου ζωῆς.

LXVI. Ἄραντες δ’ οἱ στρατιωτικοὶ τὸ σκῆνος χρυσῇ κατετίθεντο λάρνακι, ταύτην θ’ ἁλουργίδι βασιλικῇ περιέβαλλον ἐκόμιζόν τ’ εἰς τὴν βασιλέως ἐπώνυμον πόλιν, κἄπειτα ἐν αὐτῷ τοῦ παντὸς προφέροντι τῶν βασιλείων οἴκων [βάθρον] ἐφ’ ὑψηλὸν κατετίθεντο, φῶτά τ’ ἐξάψαντες κύκλῳ ἐπὶ σκευῶν χρυσῶν θαυμαστὸν θέαμα τοῖς ὁρῶσι παρεῖχον, οἷον ἐπ’ οὐδενὸς πώποτ’ ὑφ’ ἡλίου αὐγαῖς ἐκ πρώτης αἰῶνος συστάσεως ἐπὶ γῆς ὤφθη. ἔνδον γάρ τοι ἐν αὐτῷ παλατίῳ κατὰ τὸ μεσαίτατον τῶν βασιλείων ἐφ’ ὑψηλῆς κείμενον χρυσῆς λάρνακος τὸ βασιλέως σκῆνος, βασιλικοῖς τε κόσμοις πορφύρᾳ τε καὶ διαδήματι τετιμημένον, πλεῖστοι περιστοιχισάμενοι ἐπαγρύπνως δι’ ἡμέρας καὶ νυκτὸς ἐφρούρουν.

LXVII. Οἱ δέ γε τοῦ παντὸς στρατοῦ καθηγεμόνες κόμητές τε καὶ πᾶν τὸ τῶν ἀρχόντων τάγμα, οἷς τὸν βασιλέα καὶ νόμος πρότερον ἦν προσκυνεῖν, μηδὲν τοῦ συνήθους ὑπαλλαξάμενοι τρόπου τοῖς δέουσι καιροῖς εἴσω παριόντες τὸν ἐπὶ τῆς λάρνακος βασιλέα οἷά περ ζῶντα καὶ μετὰ θάνατον γονυκλινεῖς ἠσπάζοντο. μετὰ δὲ τοὺς πρώτους ταῦτ’ ἔπραττον παριόντες οἵ τ’ ἐξ αὐτῆς συγκλήτου βουλῆς οἵ τ’ ἐπ’ ἀξίας πάντες, μεθ’ οὓς ὄχλοι παντοίων δήμων γυναιξὶν ἅμα καὶ παισὶν ἐπὶ τὴν θέαν παρῄεσαν. συνετελεῖτο δὲ ταῦτα οὕτω χρόνῳ μακρῷ, τῶν στρατιωτικῶν οὕτω μένειν τὸ σκῆνος καὶ φυλάττεσθαι βουλευσαμένων, ἔστ’ ἂν οἱ αὐτοῦ παῖδες ἀφικόμενοι τῇ δι’ ἑαυτῶν κομιδῇ τὸν πατέρα τιμήσειαν. ἐβασίλευε δὲ καὶ μετὰ θάνατον μόνος θνητῶν ὁ μακάριος, ἐπράττετό τε τὰ συνήθη ὡσανεὶ καὶ ζῶντος αὐτοῦ, τοῦτο μονωτάτῳ αὐτῷ ἀπ’ αἰῶνος τοῦ θεοῦ δεδωρημένου. μόνος γοῦν ὡς οὐδ’ ἄλλος αὐτοκρατόρων τὸν παμβασιλέα θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ παντοίαις τιμήσας πράξεσιν εἰκότως τούτων ἔλαχε μόνος, καὶ τὸ θνητὸν αὐτοῦ βασιλεύειν ἐν ἀνθρώποις ὁ ἐπὶ πάντων ἠξίου θεός, ὧδ’ ἐπιδεικνὺς τὴν ἀγήρω καὶ ἀτελεύτητον τῆς ψυχῆς βασιλείαν τοῖς μὴ τὸν νοῦν λελιθωμένοις. ἀλλὰ ταῦτα μὲν ὧδέ πη συνετελεῖτο, LXVIII. τῶν δὲ στρατιωτικῶν ταγμάτων ἐκκρίτους ἄνδρας, πίστει καὶ εὐνοίᾳ πάλαι βασιλεῖ γνωρίμους, οἱ ταξίαρχοι διεπέμποντο τὰ πεπραγμένα τοῖς καίσαρσιν ἔκδηλα καθιστῶντες. καὶ οἵδε μὲν τάδ’ ἔπραττον, ὥσπερ δ’ ἐξ ἐπιπνοίας κρείττονος τὰ πανταχοῦ πάντα στρατόπεδα τὸν βασιλέως πυθόμενα θάνατον μιᾶς ἐκράτει γνώμης, ὡσανεὶ ζῶντος αὐτοῖς τοῦ μεγάλου βασιλέως μηδένα γνωρίζειν ἕτερον ἢ μόνους τοὺς αὐτοῦ παῖδας Ῥωμαίων αὐτοκράτορας. οὐκ εἰς μακρὸν δ’ ἠξίουν μὴ καίσαρας, ἐντεῦθεν δ’ ἤδη τοὺς ἅπαντας χρηματίζειν αὐγούστους, ὃ δὴ πρώτιστον καὶ μέγιστον τῆς ἀνωτάτω βασιλείας γίγνοιτ’ ἂν σύμβολον. οἱ μὲν οὖν ταῦτ’ ἔπραττον, τὰς οἰκείας ψήφους τε καὶ φωνὰς διὰ γραφῆς ἀλλήλοις διαγγέλλοντες, ὑπὸ μίαν τε καιροῦ ῥοπὴν τοῖς ἁπανταχοῦ πᾶσιν ἐγνωρίζετο ἡ τῶν στρατοπέδων συμφωνία.

LXIX. Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινὴν καὶ πάσης συμφορᾶς ἐπέκεινα τὴν ἀκοὴν θέμενοι πένθος ἄσχετον ἐποιοῦντο. λουτρὰ δὴ ἀπεκλείετο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάνθ’ ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν. κατηφεῖς δ’ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ θ’ οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον. καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόνον, εἰς ἔργα δὲ χωροῦντες εἰκόνος ἀναθήμασιν οἷά περ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἁψίδων δ’ οὐρανίων ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες. τοὺς δ’ αὐτοῦ παῖδας καὶ οὗτοι μόνους καὶ οὐδ’ ἄλλους αὐτοκράτορας καὶ σεβαστοὺς ἀνεκάλουν, βοαῖς τ’ ἐχρῶντο ἱκετηρίαις τὸ σκῆνος τοῦ σφῶν βασιλέως παρ’ αὐτοῖς κομίζεσθαι καὶ τῇ βασιλίδι πόλει κατατίθεσθαι ποτνιώμενοι.

LXX. Ἀλλὰ καὶ οἵδε ταύτῃ τὸν παρὰ θεῷ τιμώμενον ἐκόσμουν. ὁ δὲ τῶν παίδων δεύτερος τὸ τοῦ πατρὸς σκῆνος ἐπιστὰς τῇ πόλει προσεκόμιζεν, αὐτὸς ἐξάρχων τῆς ἐκκομιδῆς. ἡγεῖτο δὲ κατὰ στῖφος τὰ στρατιωτικὰ τάγματα, εἵπετό τε πληθὺς μυρίανδρος, λογχοφόροι τε καὶ ὁπλῖται τὸ βασιλέως περιεῖπον σῶμα. ὡς δὲ ἐπὶ τὸν τῶν ἀποστόλων τοῦ σωτῆρος νεὼν παρῆσαν, ἐνταυθοῖ τὴν λάρνακα διανέπαυον. καὶ βασιλεὺς μὲν νέος Κωνστάντιος ὧδέ πη κοσμῶν τὸν πατέρα τῇ τε παρουσίᾳ καὶ τοῖς εἰς αὐτὸν καθήκουσι τὰ τῆς πρεπούσης ὁσίας ἀπεπλήρου.

LXXI. Ἐπεὶ δ’ ὑπεχώρει σὺν τοῖς στρατιωτικοῖς τάγμασι, μέσοι δὴ παρῄεσαν οἱ τοῦ θεοῦ λειτουργοὶ σὺν αὐτοῖς πλήθεσι πανδήμῳ τε θεοσεβείας λαῷ τά τε τῆς ἐνθέου λατρείας δι’ εὐχῶν ἀπεπλήρουν. ἔνθα δὴ ὁ μὲν μακάριος ἄνω κείμενος ἐφ’ ὑψηλῆς κρηπῖδος ἐδοξάζετο, λεὼς δὲ παμπληθὴς σὺν τοῖς τῷ θεῷ ἱερωμένοις οὐ δακρύων ἐκτὸς σὺν κλαυθμῷ δὲ πλείονι τὰς εὐχὰς ὑπὲρ τῆς βασιλέως ψυχῆς ἀπεδίδοσαν τῷ θεῷ, τὰ καταθύμια τῷ θεοφιλεῖ πληροῦντες, κἀν τούτῳ τοῦ θεοῦ πρὸς τὸν αὐτοῦ θεράποντα εὐμένειαν ἐνδειξαμένου ὅτι δὴ καὶ τέλος αὐτοῦ τοῖς ἀγαπητοῖς καὶ γνησίοις υἱοῖς διαδόχοις τὴν βασιλείαν ἐδωρεῖτο, καὶ τοῦ σπουδασθέντος αὐτῷ τόπου σὺν τῇ τῶν ἀποστόλων κατηξιοῦτο μνήμῃ, ὡς ὁρᾶν <ἔστι> εἰσέτι καὶ νῦν τὸ μὲν τῆς τρισμακαρίας ψυχῆς σκῆνος τῷ τῶν ἀποστόλων προσρήματι συνδοξαζόμενον καὶ τῷ λαῷ τοῦ θεοῦ συναγελαζόμενον, θεσμῶν τε θείων καὶ μυστικῆς λειτουργίας ἀξιούμενον καὶ κοινωνίας ὁσίων ἀπολαῦον εὐχῶν, αὐτὸν δὲ τῆς βασιλείας καὶ μετὰ θάνατον ἐπειλημμένον. ὥσπερ οὖν ἐξ ἀναβιώσεως τὴν σύμπασαν ἀρχὴν διοικῶν, Νικητὴς Μέγιστος Σεβαστὸς αὐτῷ προσρήματι τῆς Ῥωμαίων ἡγεμονίας κρατεῖ· οὐ κατὰ τὸν Αἰγύπτιον ὄρνιν, LXXII. ὃν δή φασι μονογενῆ ὄντα τὴν φύσιν θνήσκειν μὲν ἐπ’ ἀρωμάτων αὐτὸν αὐτῷ τὴν τελευτὴν θυηπολοῦντα, ἀναβιώσκειν δ’ ἐξ αὐτῆς σποδιᾶς καὶ ἀναπτάντα τοιοῦτον οἷος καὶ πρότερον ἦν φῦναι, κατὰ δὲ τὸν αὐτοῦ σωτῆρα, ὃς τῷ τοῦ πυροῦ σπόρῳ παραπλησίως ἀνθ’ ἑνὸς πολυπλασιαζόμενος σὺν εὐλογίᾳ θεοῦ παρεῖχε τὸν στάχυν καὶ τὴν σύμπασαν οἰκουμένην τῶν αὐτοῦ κατεπίμπλα καρπῶν. τούτῳ οὖν ἐμφερῶς ὁ τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ’ ἑνὸς ἐγίγνετο, ὡς καὶ εἰκόνων ἀναστάσεσι παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν, οἰκεῖόν τε τοὔνομα Κωνσταντίνου καὶ μετὰ τὴν τοῦ βίου παραλαμβάνεσθαι τελευτήν.

LXXIII. Ἤδη δὲ καὶ νομίσμασιν ἐνεχαράττοντο τύποι, πρόσθεν μὲν ἐκτυποῦντες τὸν μακάριον [ἐγκεκαλυμμένου] τὴν κεφαλὴν σχήματι, θατέρου δὲ μέρους ἐφ’ ἅρματι τεθρίππῳ ἡνιόχου τρόπον, ὑπὸ δεξιᾶς ἄνωθεν ἐκτεινομένης αὐτῷ χειρὸς ἀναλαμβανόμενον.

LXXIV. Ταῦθ’ ἡμῖν αὐτοῖς δείξας ὀφθαλμοῖς ἐπὶ μόνῳ τῶν πώποτε Χριστιανῷ διαφανῶς ἀποδειχθέντι Κωνσταντίνῳ ὁ ἐπὶ πάντων θεός, ὁπόσον ἦν ἄρα αὐτῷ τὸ διάφορον παρεστήσατο τῶν αὐτόν τε καὶ τὸν Χριστὸν αὐτοῦ σέβειν ἠξιωμένων τῶν τε τὴν ἐναντίαν ἑλομένων, οἳ τὴν ἐκκλησίαν αὐτοῦ πολεμεῖν ὡρμηκότες αὐτὸν αὐτοῖς ἐχθρὸν καὶ πολέμιον κατεστήσαντο, τῆς ἐφ’ ἑκάστῳ τοῦ βίου καταστροφῆς ἐναργῆ τὸν ἔλεγχον τῆς αὐτῶν θεοεχθρίας ἐνδειξαμένης, ὥσπερ οὖν τῆς θεοφιλίας τὰ ἐχέγγυα τὸ Κωνσταντίνου τοῖς πᾶσι φανερὸν κατέστησε τέλος, LXXV. μόνου μὲν Ῥωμαίων βασιλέων τὸν παμβασιλέα θεὸν ὑπερβολῇ θεοσεβείας τετιμηκότος, μόνου δὲ τοῖς πᾶσι πεπαρρησιασμένως τὸν τοῦ Χριστοῦ κηρύξαντος λόγον, μόνου τ’ {εἰπεῖν} ἐκκλησίαν αὐτοῦ ὡς οὐδ’ ἕτερος τῶν ἐξ αἰῶνος δοξάσαντος, μόνου τε πᾶσαν πολύθεον πλάνην καθελόντος, πάντα τε τρόπον εἰδωλολατρίας ἀπελέγξαντος, καὶ δὴ καὶ μόνου τοιούτων ἠξιωμένου ἐν αὐτῇ τε ζωῇ καὶ μετὰ θάνατον, οἵων οὐκ ἄν τις τυχόντα οἷός τ’ ἂν γένοιτο ἐξειπεῖν τινα οὔτε παρ’ Ἕλλησιν οὔτε παρὰ βαρβάροις οὐδέ γε παρ’ αὐτοῖς τοῖς ἀνωτάτω Ῥωμαίοις, ὡς οὐδενὸς τοιούτου τινὸς εἰς ἡμᾶς ἐκ τοῦ παντὸς αἰῶνος μνημονευομένου.