Didache or The Lord’s teaching to the heathen by the Twelve Apostles-3rd Century CE

ΔΙΔΑΧΗ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ

Διδαχὴ κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.

“The Lord’s teaching to the heathen by the Twelve Apostles”

I

1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.

2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη· πρῶτον ἀγαπησεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν· πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει.

3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη· εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκότων ὑμᾶς· ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχθρόν.

4. ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν· ἐὰν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος· ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αυτοῦ δύο· ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου, δὸς αὐτῳ καὶ τὸν χιτῶνα· ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει· οὐδὲ γὰρ δύνασαι.

5. παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτεν· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν· ἀθῷος γάρ ἐστιν. οὐαὶ τῷ λαμβάνοντι τις, ἀθῷος ἔσται· ὁ δὲ μὴ χρείαν ἔχων ἔχων δώσει δίκην, ἱνατί ἔλαε καὶ εἰς τί· ἐν συνοωῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην.

6. ἀλλὰ καὶ περὶ τούτου δὲ εἰρηται· Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖρας σου, μέχρις ἂν γνῷς τίνι δῷς.


 

1:1 There exist two ways : one of life and one of death. There are great differences between these two ways.
1:2 The way of life is this : first, you must love God who made you. Second, you must love your neighbour as yourself. Whatsoever you would not want someone to do to you, do not do that to another.
1:3 Now, these are our teachings : Bless those that curse you, pray for your enemies, and fast for those that persecute you. For what credit is it to you if you love those that love you ? Do not even the heathen do the same ? But, for your part, love those that hate you, and you will have no enemy.
1:4 Abstain from carnal and bodily lusts. If any man strikes you on the right cheek, turn to him the other cheek also, and you will be perfect. If any man impress you to go with him one mile, go with him two. If any man takes your coat, give him your shirt also. If any man will take from you what is yours, refuse it not.
1:5 Give to everyone that asks you, and do not refuse, for the Father’s will is that we give to all from the gifts we have received. Blessed is he that gives according to the mandate ; for he is guiltless. Woe to him who receives without need. For if any man receive alms under pressure of need he is innocent. But he who receives it without need shall be tried as to why he took and for what, and being in prison he shall be examined as to his deeds, and he shall not come out until everything owed is paid.
1:6 But concerning this it was also said to let your alms sweat into your hands until your know to who you should give.


 

II

1. Δευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς·

2. οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ μαγεύσεις, οὐ φαρμακεύσεις, οὐ φονεύσεις τ́κνον ἐν φθορᾷ, οὐδὲ γεννηθὲν ἀποκτενεῖς, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον.

3. οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακολογήσεις, οὐ μνησικακήσεις.

4. οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος· παγὶς γὰρ θανάτου ἡ διγλωσσία.

5. οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει.

6. οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου.

7. οὐ μισήσεις πάντα ἄνθρώπον, ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ δὲ ὧν προσεύξῃ, οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.


2:1 The second commandment of the teaching is this :
2:2 You must not murder ; you must not commit adultery ; your must not molest children ; you must not commit fornication ; you must not steal ; you must not use magic ; you must not use poisenous philtres ; you must not procure abortion nor commit infanticide ; you must not covet your neighbour’s goods.
2:3 You must not commit perjury ; you must not bear false witness ; you must not speak evil ; you must not hold grudges.
2:4 You must not be double-minded nor double-tongued, for to be double-tongued is the snare of death.
2:5 Your speech must not be false nor vain, but completed in action.
2:6 You must never be greedy, nor accumulate riches, be a hypocrite, malignant, or proud. You must make no evil plan against your neighbour.
2:7 You must hate no man. But some you must reprove, and for some you must pray, and some you must love more than your own life.

 

 


III

1. Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτου.

2. μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐπιστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται.

3. τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσψρολόγος μηδὲ υψηλόφθαλμος· ἐκ γὰρ τούτων ἁπαντων μοιχεῖαι γεννῶνται.

4. τέκνον μου, μὴ γίνου οἰωνοσκόκος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολοατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρίαν, μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τοῦτων ἁπάντων εἰδωλολατρία γεννᾶται.

5. τέκνον μου, μῃ γίνου ψεύστης, ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται.

6. τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων· ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται.

7. ἴσθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσιν τὴν γῆν.

8. γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας.

9. οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ.

10. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.


3:1 My child, flee from everything evil and from all that resembles it.
3:2 Be not proud, for pride leads to murder, nor jealous, nor contentious, nor passionate, for all these lead to murder.
3:3 My child, be not lustful, for lust leads to fornication, nor a speaker of base words, nor a lifter up of the eyes, for all these lead to adultery.
3:4 My child, regard not omens, for this leads to idolatry. Neither be an enchanter, nor an astrologer, nor a magician, neither wish to see these things, for all these lead to idolatry.
3:5 My child, be not a liar, for lying leads to theft, nor a lover of money, nor vain-glorious, for all these lead to theft.
3:6 My child, be not a grumbler, for this leads to blasphemy, nor stubborn, nor a thinker of evil, for all these lead to blasphemies.
3:7 But be meek, for the meek shall inherit the earth.
3:8 Be long-suffering, and merciful and guileless, and quiet, and good, and ever fearing the words which you have heard.
3:9 Never seek to exalt yourself, nor let your soul be presumptuous. Your soul must not consort with the lofty, but you must walk with righteous and humble men.
3:10 Receive the accidents that befall you as good, knowing that nothing happens apart from God.


IV

1. Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ αὐτὸν ὡς κύριον· ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν.

2. ἐκζητήσεις δὲ καθ’ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν.

3. οὐ ποθήσεις σψίσμα, εἰρηνεύσεις δὲ μαχομένους· κρινεῖς δικαίως, οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν.

4. οὐ διψυχήσεις, πότερον ἔσται ἢ οὔ.

5. Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν.

6. ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δώσεις λύτρωσιν ἁμαρτιῶν σου.

7. οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις· γνώσῃ γάρ, τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης.

8. οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σοῦ καὶ οὐκ ἐρεῖς ἴδια εἶναι· εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς θνητοῖς;

9. Οὐκ ἀρεῖς τὴν χεῖρα σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις τὸν φόβον τοῦ θεοῦ.

10. οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ σου, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις θεόν· οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ’ οὓς τὸ πνεῦμα ἡτοίμασεν.

11. ὑμεῖς δὲ οἱ δοῦλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύπτῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ.

12. Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ πᾶν ὃ μὴ ἀρεστὸν τῷ κυρίῳ.

13. οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν.

14. ἐν ἐκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾷ· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.


4:1 My child, you must remember, day and night, him who speaks the word of God to you, and you must honour him as the Lord, for where the Kingdom is spoken of the Lord is present.
4:2 And you must daily seek the presence of the saints, so that you may find rest in their words.
4:3 You must not desire a schism, but must reconcile those that strive. You must give righteous judgment. You must favour no man in reproving transgression.
4:4 You must not be of two minds, undecided.
4:5 Be not one with hands to receive, but shutting them when it comes to giving.
4:6 Whatever you have gained by your hands shall be given as a ransom for your sins.
4:7 You must not hesitate to give, nor grumble when you give, for you shall know who is the good Paymaster of the reward.
4:8 You must not turn away the needy, but share everything with your brother, and never say that your goods are your own, for if you share in the imperishable, how much more in the things which perish ?
4:9 You must never neglect your son or daughter, but you must teach them from their youth up the fear of God.
4:10 You must not command in anger your slave or maid if they hope in the same God, lest they cease to fear God who is over you both. For He comes not to call men with respect of persons, but those whom the Spirit has prepared.
4:11 But you who are slaves must be subject to your master, in reverence and fear, as if your master represented God.
4:12 You must hate all hypocrisy, and everything that is not pleasing to the Lord.
4:13 You must never forsake the commandments of the Lord, but keep what you have received, adding nothing to it and taking nothing away.
4:14 In the congregation you must confess your transgressions, and you must never approach your prayer with an evil conscience. This is the way of life.


V

1. Ἡ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη· πρῶτονπάντων πονηρά ἐστι καὶ κατάρας μεστή· φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, προνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυριαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία.

2. διῶκται ἀγαθῶν, μισοῦντες ἀληθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ ἀρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ’ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντε ἀνταπόδομα, οὐκ ἐλεοῦντες πρωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι· ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.


5:1 But the way of death is this : first of all, it is evil and full of maledictions : murders, adulteries, lusts, fornications, thefts, idolatries, magic arts, charms, robberies, false testimonies, hypocrisy, a double heart, fraud, pride, malice, arrogance, greed, foul speech, jealousy, impudence, disdain, boastfulness.
5:2 Persecutors of the good, haters of truth, lovers of lies, knowing not the reward of righteousness, not cleaving to the good nor to righteous judgment, awake not for good but for evil, from whom gentleness and patience is far, lovers of vanity, chasing reward, unmerciful to the poor, not working for the afflicted, without knowledge of their Creator, murderers of children, corrupters of God’s creation, turning their backs to the needy, oppressing the distressed, advocates of the rich, unjust judges of the poor, altogether utterly sinful. Children, flee from these people !


VI

1. Ὅρα, μὴ τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει.

2. εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅολον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ· εἰ δ’ οὐ δύνασαι, ὃ δύνῃ, τοῦτο ποίει.

3. περὶ δὲ τῆς βρώσεως, ὃ δύνασαι βάστασον· ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε· λατρεία γάρ ἐστι θεῶν νεκρῶν.


6:1 See that no one leads you away from the way of this teaching, for they teach you without God.
6:2 If then you are able to bear the Lord’s yoke fully, you will be perfect, but if you can not, then do your best.
6:3 And concerning food, bear what you can, but never eat from that which is offered to idols, for that is seen as worship of the dead gods.


VII

1. Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε· ταῦτα πάντα πρειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι.

2. ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον· εἰ δ’ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ.

3. ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

4. πρὸ δὲ τοῦ βαπτίσμος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύναται· κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς ἢ δύο.


7:1 Concerning baptism, baptize in this way : having first rehearsed all these things, baptize in the Name of the Father, the Son and of the Holy Spirit, in living water.
7:2 But, if you have no running water, baptize in other water, and if you can not in cold, then in warm.
7:3 But if you have neither, pour water three times on the head in the Name of the Father, Son and Holy Spirit.
7:4 And before the baptism, let the baptizer and him who is to be baptized fast, and any others who are able. And you must bid him who is to be baptized to fast one or two days before.


VIII

1. Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύουσι γὰρ δευτέρα σαββάτων καὶ πέμτῃ· ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν.

2. μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ’ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτω προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· τὸν ἄρτον ἡμῶν τὸ ἐπιούσιον δὸς ἡμῖν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς οφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

3. τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε.


8:1 Do not fast when the hypocrites fast, for they fast on Mondays and Thursdays, so fast on Wednesdays and Fridays.
8:2 And do not pray as the hypocrites, but as the Lord commanded in His Gospel, pray thus :
“Our Father in heaven,
hallowed be Your Name,
Your Kingdom come.
Your will be done,
on earth as it is in heaven.
Give us today our bread for later,
and forgive us our debt
in the manner that we forgive our debtors,
and lead us not into temptation,
but deliver us from evil,
for Yours is the power and the glory for ever.”
8:3 Pray in this way three times a day.


IX

1. Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε·

2. πρῶτον περὶ τοῦ ποτηρίον· Εὐχαριστοῦμεν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλον Δαυεὶδ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

3. περὶ δὲ τοῦ κλάσμος· Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

4. ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ εἰς τοὺς αἰῶνας.

5. μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ’ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί.

 


9:1 Now regarding the eucharist, give thanks in this way :
9:2 First concerning the cup :

“We thank You, our Father,
for the holy vine of David Your servant,
which You made known to us through Jesus Your servant.
To You belongs the glory for ever.”

9:3 And concerning the broken bread :

We thank You, our Father,
for the life and knowledge which You made
known to us through Jesus Your servant.
To You belongs the glory for ever.”

9:4 As this broken bread was scattered over the mountains, and was brought together to become one, so let Your church be gathered together from the ends of the earth into Your Kingdom, for the glory and the power are Yours through Jesus Christ forever.
9:5 But let none eat or drink of your eucharist except those who have been baptized in the Name of the Lord. For concerning this did the Lord say : “Give not what is holy to dogs.”


X

1. Μετὰ δὲ τὸ ἐμπλησθῆσαι οὗτως εὐχαριστήσατε·

2. Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματος σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

3. σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου.

4. πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

5. μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

6. ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαείδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέθω· εἴ τις οὐκ ἔστι, μετανοείτω· μαρὰν ἀθά· ἀμήν.

7. τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν ὅσα θέλουσιν.


10:1 But after you are satisfied with food, give thanks in this way :
10:2 We give thanks to You, O Holy Father, for Your Holy Name which You made to live in our hearts, and for the knowledge, the faith and the immortality which You did made known to us through Jesus Your servant. To You belongs the glory for ever.
10:3 You, Lord Almighty, did create all things through Your Name, and did give food and drink to men for their enjoyment, that they might give thanks to You, but us have You blessed with spiritual food, drink and eternal light through Your servant.
10:4 Above all we give thanks to You because You are mighty. Yours is the glory for ever.
10:5 Remember, Lord, to deliver Your church from all evil and to make it perfect in Your love, and gather it together from the four winds, holy in Your kingdom which You have prepared for it. For Yours are the power and the glory for ever.
10:6 Let grace come and let this world pass away. Hosannah to the God of David. If any man be holy, let him come ! If any man be not, let him repent. Marana tha ! Amen.
10:7 But permit the prophets to hold the eucharist as they see fit.


XI

1. Ὃς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν·

2. ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε· εἰς δὲ τὸ προσθεῖναι δικαοσύνην καὶ γνῶσιν κυρίου, δέξασθε αὐτὸν ὡς κύριον.

3. Περὶ δὲ τὼν ἀποστόλων καὶ προπητῶν, κατὰ τὰ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε.

4. πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος·

5. οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν· ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἄλλην· τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν. 6. ἐρχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὗ αὐλισθῇ· ἐὰν δὲ ἀργυριον αἰτῇ, ψευδοπροφήτης ἐστί.

7. Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε· πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται.

8. οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ’ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης.

9. καὶ πᾶς προφήτης ὁριζων τράπεζαν ἐν πνεύματι οὐ φάγεται ἀπ’ αὐτῆς, εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί.

10. πᾶς δὲ προφήτης διδάσκων τὴν ἀληθειαν, εἰ ἃ διδάσκει οὐ ποιεῖ, ψευδοπρφήτης ἐστί.

11. πᾶς δὲ προφήτης δεδοκιμασμένος, ἀληθινός, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ’ ὑμῶν· μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν· ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται.

12. ὃς δ’ ἂν εἴπῃ ἐν πνεύματι· δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ· ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.


11:1 Whoever comes to teach you all these things aforesaid, receive him.
11:2 But if the teacher himself goes astray and teaches another doctrine destroying these things, do not listen to him, but if his teaching increased your righteousness and knowledge of the Lord, then receive him as the Lord.
11:3 And concerning the apostles and the prophets, act according to the decree of the Gospel.
11:4 Let every apostle who comes to you be received as the Lord.
11:5 But he must not remain longer than one day, or if need be, a second as well. But if he stays three days, he is a false prophet.
11:6 And when the apostle leaves let him accept nothing but bread to sustain him to his next shelter. But if he ask for money, he is a false prophet.
11:7 Do not test or judge any prophet who is speaking in the Spirit, for every sin will be forgiven, but not this sin.
11:8 But not everyone who speaks in the Spirit is a prophet, but only those who walk in the ways of the Lord. By his conduct, then, is the true prophet known from the false.
11:9 Never does a prophet who orders a meal in the Spirit eat of it, except if he is a false prophet.
11:10 Every prophet teaches the truth, but if he does not do what he teaches, he is a false prophet.
11:11 But no prophet who has been tried and is genuine, acting according to the worldly mystery of the church, but does not teach others to do what he himself does, shall not be judged by you for his judgment is with God. The prophets of old are examples of this.
11:12 But if somebody in the Spirit says to you : “Give me money.” or something similar, do not listen to him. But nobody should judge him if he tells you to give to the needy.


XII

1. Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχθήτω· ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν.

2. εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἢ τρεῖς ἡμέρας, ἐὰν ᾖ ἀνάγκη.

3. εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω.

4. εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ’ ὑμῶν ζήσεται Χριστιανός. 5. εἰ δ’ οὐ θέλει οὑτω ποιεῖν, χριστέμπρός ἐστι· προσέχετε ἀπὸ τῶν τοιούτων.


12:1 Everyone who comes in the Name of the Lord should be received. Then, examine him. You shall know him by understanding right & left.
12:2 If he is a traveller, help him as much as you can, but he must not remain with you for more than two days, or, if need be, three.
12:3 And if he wishes to settle among you and has a craft, let him work for his bread.
12:4 But if he has no skills, provide for him according to your understanding, so that no man shall live among you in idleness because he is a Christian.
12:5 But if he will not cooperate, he is making traffic of Christ. Beware of such.


XIII

1. Πᾶς δὲ προφήτης ἀληθινὸς θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ.

2. ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.

3. πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τὴν ἀπαρχὴν τοῖς προφήταις· αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν.

4. ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς.

5. ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν.

6. ὡσαύτως κεράμιον οἴνου ἢ ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις·

7. ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχήν, ὡς ἂν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν.


 

13:1 But every true prophet who wishes to settle among you is worthy of his food.
13:2 Likewise a true teacher is himself worthy, like the workman, of his food.
13:3 Therefore you must take the first-fruit of the winepress and of the threshing-floor and of oxen and sheep, and give them as the first-fruits to the prophets, for they are your high priests.
13:4 But no prophet is among you, then give it to the poor.
13:5 If you make bread, take the first-fruits, and give it according to the commandment.
13:6 Likewise when you open a jar of wine or oil, give the first-fruits to the prophets.
13:7 Of money also and clothes, and of all your possessions, take the first-fruits, as it seem best to you, and give according to the commandment.


XIV

1. Κατὰ κυριακὴν δὲ κυρίου συναχθέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε, προεξομολογησάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καθαρὰ ἡ θυσία ὑμῶν ᾐ.

2. πᾶς δὲ ἔχων τὴν ἀμφιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελθέτω ὑμῖν, ἕως οὗ διαλλαγῶσιν, ἵνα μὴ κοινωθῇ ἡ θυσία ὑμῶν.

3. αὕτη γάρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ κυρίου· Ἐν παντὶ τόπὼ καὶ χρόνῳ προσφέρειν μοι θυσίαν καθαράν. ὅτι βασιλεὺς μέγας εἰμί, λέγει κύριος, καὶ τὸ ὄνομά μου θαυμαστὸν ἐν τοῖς ἔθνεσι.


14:1 Gather together on the Lord’s day, break bread and hold eucharist, after first having confessed your transgressions, so that your offering may be pure.
14:2 But let none who has a quarrel with his fellow join you until they be reconciled, so that your sacrifice may be undefiled.
14:3 For this is the sacrifice spoken of by the Lord : “In every place and time offer me a pure sacrifice, for I am a great King, says the Lord, and My Name is wonderful among the nations.”.


XV

1. Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους· ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προφητῶν καὶ διδασκάλων.

2. μὴ οὖν ὐπερίδητε αὐτούς· αὐτοὶ γὰρ εἰσιν οἱ τετιμημένοι ὑμῶν μετὰ τῶν προφητῶν καὶ διδασκάλων.

3. Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ, ἀλλ’ ἐν εἰρήνῃ ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ· καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παρ’ ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσῃ.

4. τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτω ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν.


15:1 Therefore, appoint for yourselves bishops and deacons worthy of the Lord, meek men, disinterested in money, truthful and approved, for they too will fulfill among you the services of prophets and teachers.
15:2 Do not despise them, for they are your honourable men, together with the prophets and the teachers.
15:3 Do not reprove one another in wrath but in peace, as set forth in the Gospel. Let nobody speak with anyone who has wronged his neighbour, nor let him be heard, until he repents.
15:4 Perform your prayers, alms and all your deeds as found in the Gospel of our Lord.


XVI

1. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν· οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι· οὐ γὰρ οἴδατε τὴν ὥραν, ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται.

2. πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν· οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.

3. ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, και ἡ ἀγάπη στραφήσεται εἰς μῖσος.

4. αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸσ θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.

5. τότε ἥξει ἡ κτίσις τῶν ἀντρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ’ αὐτου τοῦ καταθέματος.

6. καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας· πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν.

7. οὐ πάντων δέ, ἀλλ’ ὡς ἐρρέθη· Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. 8. τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ.


16:1 Watch over your life. Keep your lamps burning and do not ungirdle your loins, but be ready. For you do not know the hour when our Lord returns.
16:2 Gather frequently together, seeking the things which benefit your souls. For the whole span of your faith will not profit you if you do not persevere until the end.
16:3 For in the last days the false prophets and the corrupters will be multiplied, and the sheep will be turned into wolves, and love will change into hate.
16:4 As lawlessness increases they will hate, persecute and betray one another. Then the deceiver of the world will appear as son of God, and he will do signs and wonders and the earth will be given over into his hands and he will do terrible abominations surpassing all evil done since the beginning of the world.
16:5 Then all of humanity will be tried by fire and many succumb and perish. But those who endure in their faith will be saved from the cursed one.
16:6 Then appear the signs of truth. With the first sign, heaven opens, then the sign of the sounding trumpet, and thirdly the resurrection of the dead.
16:7 Yet, not of all the dead, but as it is said : “The Lord will come and all his saints with him”.
16:8 Then the world will see the Lord coming on the clouds of heaven.


 

Text from “Jerusalem MS” discovered in 1873

Bibliography

(1) Bryennios, P. : Didache ton dodeka Apostolon, S.I.Boutura – Constantinople, 1883.
Bryennios, P. : The Teachings of the Twelve Apostles, Clay – London, 1887.
(2) Harnack, von, A. : Die Lehre der zwölf Apostel, Hinrichse – Leipzig, 1884.
(3) Harnanack, von, A. : The Statutes of the Apostles or Canones Ecclesiastici, Williams & Norgate – London, 1904.